THE APOSTOLIC FATHERS: by the late J.B.Lightfoot DD., DCL., LL.D. Lord Bishop of Durham. Edited and completed by J.R.Harmer MA. Fellow of Corpus Christi College, Cambridge, sometime Chaplain to the Bishop. First published Macmillan & Co. 1891. Prepared for katapi by Paul Ingram, 2014.
HOME | Ap.Fathers: contents | THE SHEPHERD - | intro || Visions: 1 | 2 | 3 | 4 | | mandates | parables | symbols | about |

ΠΟΙΜΗΝ


THE SHEPHERD OF HERMAS


I. Ὁ θρέψας με πεπρακέν με ῾Ρόδῃ τινὶ εἰς ῾Ρώμην. μετὰ πολλὰ ἔτη ταύτην ἀνεγνωρισάμην καὶ ἠρξάμην αὐτὴν ἀγαπᾶν ὡς ἀδελφήν. 2. μετὰ χρόνον τινὰ λουομένην εἰς τὸν ποταμὸν τὸν Τίβεριν εἶδον καὶ ἐπέδωκα αὐτῇ τὴν χεῖρα καὶ ἐξήγαγον αὐτὴν ἐκ τοῦ ποταμοῦ. ταύτης οὖν ἰδὼν τὸ κάλλος διελογιζόμην ἐν τῇ καρδίᾳ μου λέγων· Μακάριος ἤμην, εἰ τοιαύτην γυναῖκα εἶχον καὶ τῷ κάλλει καὶ τῷ τρόπῳ. μόνον τοῦτο ἐβουλευσάμην, ἕτερον δὲ οὐδὲ ἕν. 3. μετὰ χρόνον τινα πορευομένου μου εἰς Κώμας καὶ δοξάζοντος τὰς κτίσεις τοῦ Θεοῦ, ὡς μεγάλαι καὶ ἐκπρεπεῖς καὶ δυναταί εἰσιν, περιπατῶν ἀφύπνωσα. καὶ πνεῦμά με ἔλαβεν καὶ ἀπήνεγκέ με δι’ ἀνοδίας τινός, δι’ ἧς ἄνθρωπος οὐκ ἐδύνατο ὁδεῦσαι· ἧν δὲ ὁ τόπος κρημνώδης καὶ ἀπερρηγὼς ἀπὸ τῶν ὑδάτων. διαβὰς οὖν τὸν ποταμὸν ἐκεῖνον ἦλθον εἰς τὰ ὁμαλὰ καὶ τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ Κυρίῳ καὶ ἐξομολογεῖσθαί μου τὰς ἁμαρτίας. 4. προσευχομένου δέ μου ἠνοίγη ὁ οὐρανός, καὶ βλέπω τὴν γυναῖκα ἐκείνην, ἣν ἐπεθύμησα, ἀσπαζομένην με ἐκ τοῦ οὐρανοῦ, λέγουσαν· Ἑρμᾶ χαῖρε. 5. βλέψας δὲ εἰς αὐτὴν λέγω αὐτῇ· Κυρία, τί σὺ ὧδε ποιεῖς; ἡ δὲ ἀπεκρίθη μοι· Ἀνελήμωθην, ἵνα σοῦ τὰς ἁμαρτίας ἐλεγχος πρὸς τὸν Κύριον. 6. λέγω αὐτῇ· Νῦν σύ μου ἔλεγχος εἶ; Οὔ, φησίν, ἀλλὰ ἄκουσον τὰ ῥήματα, ἅ σοι μέλλω λέγειν. ὁ Θεὸς ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν καὶ κτίσας ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα καὶ πληθύνας καὶ αὐξήσας ἕνεκεν τῆς ἁγίας ἐκκλησίας αὐτοῦ ὀργίζεταί σοι, ὅτι ἥμαρτες εἰς ἐμέ. 7. ἀποκριθεὶς αὐτῇ λέγω· Εἰς σὲ ἥμαρτον; ποίῳ τόπῳ ἢ πότε σοι αἰσχρὸν ῥῆμα ἐλάλησα; οὐ πάντοτέ σε ὡς θεὰν ἡγησάμην; οὐ πάντοτέ σε ἐνετράπην ὡς ἀδελφήν; τί μου καταψεύδῃ, ὦ γύναι, τὰ πονηρὰ ταῦτα καὶ ἀκάθαρτα; 8. γελάσασά μοι λέγει· Ἐπὶ τὴν καρδίαν σου ἀνέβη ἡ ἐπιθυμία τῆς πονηρίας. ἢ οὐ δοκεῖ σοι ἀνδρὶ δικαίῳ πονηρὸν πρᾶγμα εἶναι, ἐὰν ἀναβῇ αὐτοῦ ἐπὶ τὴν καρδίαν ἡ πονηρὰ ἐπιθυμία; ἁμαρτία γέ ἐστιν, καὶ μεγάλη, φησίν. ὁ γὰρ δίκαιος ἀνὴρ δίκαια βουλεύεται. ἐν τῷ οὖν δίκαια βουλεύεσθαι αὐτὸν κατορθοῦνται ἡ δόξα αὐτοῦ ἐν τοῖς οὐρανοῖς καὶ εὐκατάλλακτον ἔχει τὸν Κύριον ἐν παντὶ πράγματι αὐτοῦ· οἱ δὲ πονηρὰ βουλευόμενοι ἐν ταῖς καρδίαις αὐτῶν θάνατον καὶ αἰχμαλωτισμὸν ἑαυτοῖς ἐπισπῶνται, μάλιστα οἱ τὸν αἰῶνα τοῦτον περιποιούμενοι καὶ γαυριῶντες ἐν τῷ πλούτῳ αὐτῶν καὶ μὴ ἀντεχόμενοι τῶν ἀγαθῶν τῶν μελλόντων. 9. μετανοήσουσιν αἱ ψυχαὶ αὐτῶν, οἵτινες οὐκ ἔχουσιν ἐλπίδα, ἀλλὰ ἑαυτοὺς ἀπεγνώκασιν καὶ τὴν ζωὴν αὐτῶν. ἀλλὰ σὺ προσεύχου πρὸς τὸν Θεόν, καὶ ἰάσεται τὰ ἁμαρτήματά σου καὶ ὅου τοῦ οἴκου σου καὶ πάτων τῶν ἁγίων. The master, who reared me, had sold me to one Rhoda in Rome. After many years, I met her again, and began to love her as a sister. After a certain time I saw her bathing in the river Tiber; and I gave her my hand, and led her out of the river. So, seeing her beauty, I reasoned in my heart, saying, "Happy were I, if I had such an one to wife both in beauty and in character." I merely reflected on this and nothing more. After a certain time, as I was journeying to Cumae, and glorifying God's creatures for their greatness and splendor and power, as I walked I fell asleep. And a Spirit took me, and bore me away through a pathless tract, through which no man could pass: for the place was precipitous, and broken into clefts by reason of the waters. When then I had crossed the river, I came into the level country, and knelt down, and began to pray to the Lord and to confess my sins. Now, while I prayed, the heaven was opened, and I see the lady, whom I had desired, greeting me from heaven, saying, "Good morrow, Hermas." And, looking at her, I said to her, "Lady, what doest thou here?" Then she answered me, "I was taken up, that I might convict thee of thy sins before the Lord." I said to her, "Dost thou now convict me?" "Nay, not so," said she, "but hear the words, that I shall say to thee. God, Who dwelleth in the heavens, and created out of nothing the things which are, and increased and multiplied them for His holy Church's sake, is wroth with thee, for that thou didst sin against me." I answered her and said, "Sin against thee? In what way? Did I ever speak an unseemly word unto thee? Did I not always regard thee as a goddess? Did I not always respect thee as a sister? How couldst thou falsely charge me, lady, with such villainy and uncleanness? "Laughing she saith unto me, "The desire after evil entered into thine heart. Nay, thinkest thou not that it is an evil deed for a righteous man, if the evil desire should enter into his heart? It is indeed a sin and a great one too," saith she; "for the righteous man entertaineth righteous purposes. While then his purposes are righteous, his repute stands steadfast in the heavens, and he finds the Lord easily propitiated in all that he does. But they that entertain evil purposes in their hearts, bring upon themselves death an captivity, especially they that claim for themselves this present work and boast in its riches, and cleave not to the good things that are to come. Their souls shall rue it, seeing that they have no hope, but have abandoned themselves and their life. But do thou pray unto God and He shall heal thine own sins, and those of thy whole house, and of all the saints."
II. Μετὰ τὸ λαλῆσαι αὐτὴν τὰ ῥήματα ταῦτα ἐκλείσθησαν οἱ οὐρανοί· κἀγῲ ὅλος ἤμην πεφρικὼς καὶ λυπούμενος. ἔλεγον δὲ ἐν ἐμαυτῷ· Εἰ αὕτη μοι ἡ ἁμαρτία ἀναγράφεται, πῶς δυνήσομαι σωθῆναι; ἢ πῶς ἐξιλάσομαι τὸν Θεὸν περὶ τῶν ἁμαρτιῶν μου τῶν τελείςν; ἢ ποίοις ῥήμασιν ἐρωτήσω τὸν Κύριον, ἵνα ἱλατεύσηταί μοι; 2. ταῦτά μου συμβουλευομένου καὶ διακρίνοντος ἐν τῇ κάρδίᾳ μου, βλέπω κατέναντί μου καθέδραν λευκὴν ἐξ ἐρίων χιονίνων γεγονυῖαν μεγάλην· καὶ ἦλθεν γυνὴ πρεσβῦτις ἐν ἱματισμῷ λαμπροτάτῳ, ἔχουσα βιβλίον εἰς τὰς χεῖρας, καὶ ἐκάθισεν μόνη καὶ ἀσπάζεταί με· Ἑρμᾶ, χαῖρε, κἀγὼ λυπούμενος καὶ κλαίων εἶπον· Κυρία, χαῖρε. 3. καὶ εἶπέν μοι· Τί στυγνός, Ἑρμᾶ; ὁ μακρόθυμος καὶ ἀστομάχητος, ὁ πάντοτε γελῶν τί οὕτω κατηφὴς τῇ ἰδέᾳ καὶ οὐχ ἱλαρός; κἀγὼ εἶπον αὐτῇ· Ὑπὸ γυναικὸς ἀγαθωτάτης λεγούσης, ὅτι ἥμαρτον εἰς αὐτήν. 4. ἡ δὲ ἔφη· Μηδαμῶς ἐπὶ τὸν δοῦλον τοῦ Θεοῦ τὸ πρᾶγμα τοῦτο. ἀλλὰ πάντως ἐπὶ τὴν καρδίαν σου ἀνέβη περὶ αὐτῆς. ἔστιν μὲν τοῖς δούλοις τοῦ Θεοῦ ἡ τοιαύτη βουλὴ ἁμαρτίαν ἐπιφέρουσα· πονηρὰ γὰρ βουλὴ καὶ ἔκπληκτος εἰς πάνσεμνον πνεῦμα καὶ ἤδη δεδοκιμασμένον, ἐὰν ἐπιθυμήσῃ πονηρὸν ἔργον, καὶ μάλιστα Ἑρμᾶς ὁ ἐγκρατής, ὁ ἀπεχόμενος´πάσης ἐπιθυμίας πονηρᾶς καὶ πλήρης πάσης ἁπλότητος καὶ ἀκακίας μεγάλης. 2. As soon as she had spoken these words the heavens were shut and I was given over to horror and grief Then I said within myself "If this sin is recorded against me, how can I be saved? Or how shall I propitiate God for my sins which are full-blown? Or with which words shall I entreat the Lord that He may be propitious unto me? While I was advising and discussing these matters in my heart, I see, before me a great white chair of snow-white wool; and there came an aged lady in glistening raiment, having a book in her hands, and she sat down alone, and she saluted me, "Good morrow, Hermas." Then I grieved and weeping, said, "Good morrow, lady." And she said to me "Why so gloomy, Hermas, thou that art patient and good-tempered and art always smiling? Why so downcast in thy looks, and far from cheerful?" And I said to her, "Because of an excellent lady's saying that I had sinned against her." Then she said, "Far be this thing from the servant of God! Nevertheless the thought did enter into thy heart concerning her. Now to the servants of God such a purpose bringeth sin. For it is an evil and mad purpose to overtake a devout spirit that hath been already approved, that it should desire an evil deed, and especially if it be Hermas the temperate, who abstaineth from every evil desire, and is full of all simplicity and of great guilelessness.
III. Ἀλλ’ οὐχ ἕνεκα τούτου ὀργίζεταί σοι ὁ Θεός, ἀλλ’ ἵνα τὸν οἶκόν σου τὸν ἀνομήσαντα εἰς τὸν Κύριον καὶ εἰς ὑμᾶς τοὺς γονεῖς αὐτῶν ἐπιστρέψῃς. ἀλλὰ φιλότεκνος ὢν οὐκ ἐνουθέτεις σου τὸν οἶκον, ἀλλὰ ἀφῆκες αὐτὸν καταφθαρῆναι, διὰ τοῦτό σοι οργίζεται ὁ Κύριος· ἀλλὰ ἰάσεταί σου πάντα τὰ προγεγονότα πονηρὰ ἐν τῷ οἴκῳ σου· διὰ γὰρ τὰς ἐκείνων ἁμαρτίας καὶ ἀνομήματα σὺ κατεφθάρης ἀπὸ τῶν βιωτικῶν πράξεων. 2. ἀλλ’ ἡ πολυσπλαγχνία τοῦ Κυρίου ἠλέησέν σε καὶ τὸν οἶκόν σου καὶ ἰσχυροποιήσει σε καὶ θεμελιώσει σε ἐν τῇ δόξῃ αὐτοῦ. σὺ μόνον μὴ ῥᾳθυμήσῃς, ἀλλὰ εὐψύχει καὶ ἰσχυροποίει σου τὸν οἶκον. ὡς γὰρ ὁ χαλκεὺς σφυροκοῶν τὸ ἔργον αὐτοῦ περιγίνεται τοῦ πράγματος οὗ θέλει, οὕτω καὶ ὁ λόγος ὁ καθημερινὸς ὁ δίκαιος περιγίνεται πάσης πονηρίας. μὴ διαλίπῃς οὖν νουθετῶν σου τὰ τέκνα. οἶδα γάρ, ὅτι, ἐὰν μετανοήσουσιν ἐξ ὅλης καρδίας αὐτῶν, ἐνγραφήσονται εἰς τὰς βίβλους τῆς ζωῆς μετὰ τῶν ἁγίων. 3. μετὰ τὸ παῆναι αὐτῆς τὰ ῥήματα ταῦτα λέγει μοι· Θέλεις ἀκοῦσαί μου ἀναγινωσκούσης; λέγω κἀγώ· Θέλω, κυρία. λέγει μοι· Γενοῦ ἀκροατὴς καὶ ἄκουε τὰς δόξας τοῦ Θεοῦ. ἤκουσα μεγάλως καὶ θαυμαστῶς, ὃ οὐκ ἴσχυσα μνημονεῦσαι· πάντα γὰρ τὰ ῥήματα ἔκφρικτα, ἃ οὐ δύναται ἄνθρωπος βαστάσαι. τὰ οὖν ἔσχατα ῥήματα ἐμνημόνευσα· ἦν γὰρ ἡμῖν σύμφορα καὶ ἥμερα· 4. Ἰδού, ὁ Θεὸς τῶν δυνάμεων, ὃ ἀγαπῶ, δυνάμει κραταιᾷ καὶ τῇ μεγάλῃ συνέσει αὐτοῦ κτίσας τὸν κόσνον καὶ τῇ ἐνδόξῳ βουλῇ περιθεὶς τὴν εὐπρέπειαν τῇ κτίσει αὐτοῦ καὶ τῷ ἰσχυρῷ ῥήματι πήξας τὸν οὐρανὸν καὶ θεμελώσας τὴν γῆν ἐπὶ ὑδάτων καὶ τῇ ἰδίᾳ σοφίᾳ καὶ προνοίᾳ κτίσας τὴν ἁγίαν ἐκκλησίαν αὐτοῦ, ἣν καὶ ηὐλόγησεν, ἰδού, μεθιστάνει τοὺς οὐρανούς, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς θαλ́σσας, καὶ πάντα ὁμαλὰ γίνεται τοῖς ἐκλεκτοῖς αὐτοῦ, ἵνα ἀποδῷ αὐτοῖς τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο μετὰ πολλῆς δόξης καὶ χαρᾶς, ἐὰν τηρήσωσιν τὰ νόμιμα τοῦ Θεοῦ, ἃ παρέλαβον ἐν μεγάλῃ πίστει. 3. "Yet it is not for this that God is wroth with thee, but that thou mayest convert thy family, that hath done wrong against the Lord and against you their parents. But out of fondness for thy children thou didst not admonish thy family, but didst suffer it to become fearfully corrupt. Therefore the Lord is wroth with thee. But He will heal all thy past sins, which have been committed in thy family; for by reason of their sins and iniquities thou hast been corrupted by the affairs of this world. But the great mercy of the Lord had pity on thee and thy family, and will strengthen thee, and establish thee in His glory. Only be not thou careless, but take courage, and strengthen thy family. For as the smith hammering his work conquers the task which he wills, so also doth righteous discourse repeated daily conquer all evil. Cease not therefore to reprove thy children; for I know that if they shall repent with all their heart, they shall be written in the books of life with the saints." After these words of hers had ceased, she saith unto me, "Wilt thou listen to me as I read?" Then say I, "Yes, lady." She saith to me, "Be attentive, and hear the glories of God" I listened with attention and with wonder to that which I had no power to remember; for all the words were terrible, such as man cannot bear. The last words however I remembered, for they were suitable for us and gentle. "Behold, the God of Hosts, Who by His invisible and mighty power and by His great wisdom created the world, and by His glorious purpose clothed His creation with comeliness, and by His strong word fixed the heaven, and founded the earth upon the waters, and by His own wisdom and providence formed His holy Church, which also He blessed-behold, He removeth the heavens and the mountains and the hills and the seas, and all things are made level for His elect, that He may fulfill to them the promise which He promised with great glory and rejoicing, if so be that they shall keep the ordinances of God, which they received, with great faith."

IV. Ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας, ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν. 2. προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ στήθους μου καὶ λέγει μοι· Ἤρεσέν σοι ἡ ἀνάγνωσίς μου; καὶ λέγω αὐτῇ· Κυρία, ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει, τὰ δὲ πρῶτα χαλεπὰ καὶ σκληρά. ἡ δὲ ἔφη μοι λέγουσα· Ταῦτα τὰ ἔσχατα τοῖς ἀποστάταις. 3. λαλούσης αὐτῆς μετ’ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτῆς μετ’ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν, ὅου ἡ καθέδρα, πρὸς τὴν ἀνατολήν. ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι· Ἀνδρίζου, Ἑρμᾶ.

4. When then she finished reading and arose from her chair, there came four young men, and they took away the chair, and departed towards the East. Then she calleth me unto her, and she touched my breast, and saith to me, "Did my reading please thee?" And I say unto her, "Lady, these last words please me, but the former were difficult and hard." Then she spake to me, saying, "These last words are for the righteous, but the former are for the heathen and the rebellious." While she yet spake with me, two men appeared, and took her by the arms, and they departed, whither the chair also had gone, towards the East. And she smiled as she departed and, as she was going, she saith to me, "Play the man, Hermas."


Ὅρασις β’


Vision 2

I. Πορευομένου μου εἰς Κώμας κατὰ τὸν καιρόν, ὃν καὶ πέρυσι, περιπατῶν ἀνεμνήσθην τῆς περυσινῆς ὁράσεως, καὶ πάλιν με αἵρει πνεῦμα καὶ ἀποφέρει εἰς τὸν αὐτὸν τόπον, ὅπου καὶ πέρυσι. 2. ἐλθὼν οὖν εἰς τὸν τόπον τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ Κυρίῳ καὶ δοξάζειν αὐτοῦ τὸ ὄνομα, ὅτι με ἄξιον ἡγήσατο καὶ ἐγνώρισέν μοι τὰς ἁμαρτίας μου τὰς πρότερον. 3. μετὰ δὲ τὸ ἐγερθῆναί με ἀπὸ τῆς προσευχῆς βλέπω ἀπέναντί μου τὴν πρεσβυτέραν, ἣν καὶ πέρυσεν ἑωράκειν, περιπατοῦσαν καὶ ἀναγινώσουσαν βιβλαρίδιον, καὶ λέγει μοι· Δύνῃ ταῦτα τοῖς ἐκλεκτοῖς τοῦ Θεοῦ ἀναγγεῖλαι; λέγω αὐτῇ· Κυρία, τοςαῦτα μνημονεῦσαι οὐ δύναμαι· δὸς δέ μοι τὸ βλβλίδιον, ἵνα μεταγράψωμαι αὐτό. Λάβε, φησίν, καὶ ἀποδώσεις μοι. 4. ἔλαβον ἐγώ, καὶ εἴς τινα τόπον τοῦ ἀγροῦ ἀναχωρήσας μετεγραψάμην πάντα πρὸς γράμμα· οὐχ ηὕρισκον γὰρ τὰς συλλαβάς. τελέσαντος οὖν τὰ γράμματα τοῦ βιβλιδίου ἐξαίφνης ἡρπάγη μου ἐκ τῆς χειρὸς τὸ βιβλίδιον· ὑπὸ τίνος δὲ οὐκ εἶδον. 1. I was on the way to Cumae, at the same season as last year, and called to mind my last year's vision as I walked; and again a Spirit taketh me, and carrieth me away to the same place as last year. When then I arrived at the place, I fell upon my knees, and began to pray to the Lord, and to glorify His name, for that he counted me worthy, and made known unto me my former sins. But after I had risen up from prayer, I behold before me the aged lady, whom also I had seen last year, walking and reading a little book. And she saith to me, "Canst thou report these things to the elect of God?" I say unto her, "Lady, I cannot recollect so much; but give me the little book, that I may copy it." "Take it," saith she, "and be sure and return it to me." I took it, and retiring to a certain spot in the country I copied it letter for letter: for I could not make out the syllables. When then I had finished the letters of the book, suddenly the book was snatched out of my hand; but by whom I did not see.
II. Μετὰ δὲ δέκα καὶ πέντε ἡμέρας νηστεύσαντός μου καὶ πολλὰ ἐρωτήσαντος τὸν Κύριον ἀπεκαλύφθη μοι ἡ γνῶσις τῆς γραφῆς. ἦν δὲ γεγραμμένα ταῦτα· 2. Τὸ σπέρμα σου, Ἑρμᾶ, ἠθέτησαν εἰς τὸν Θεὸν καὶ ἐβλασφήμησαν εἰς τὸν Κύριον καὶ προέδωκαν τοὺς γονεῖς αὐτῶν ἐν πονηρίᾳ μεγάλῃ καὶ ἤκουσαν προδόται γονέων καὶ προδόντες οὐκ ὠφελήθησαν, ἀλλὰ ἔτι προσέθηκαν ταῖς ἁμαρτίαις αὐτῶν τὰς ἀσελγείας καὶ συμφυρμοὺς πονηρίας, καὶ οὕτως ἐπλήσθησαν αἱ ἀνομίαι αὐτῶν. 3. ἀλλὰ γνώρισον ταῦτα τὰ ῥήματα τοῖς τέκνοις σου πᾶσιν καὶ τῇ συμβίῳ σου τῇ μελλούσῃ ἀδελφῇ· καὶ γὰρ αὕτη οὐκ ἀπέχεται τῆς γλώσσης, ἐν ᾗ πονηρεύεται· ἀλλὰ ἀκούσασα τὰ ῥήματα ταῦτα ἀφέξεται καὶ ἕξει ἔλεος. 4. μετὰ τὸ γνωρίσαι σε ταῦτα τὰ ῥήματα αὐτοῖς, ἃ ἐντείλατό μοι ὁ δεσπότης ἵνα σοι ἀποκαλυφθῇ, τότε ἀφίενται αὐτοῖς αἱ ἁμαρτίαι πᾶσαι, ἃς πρότερον ἥμαρτον, καὶ πᾶσιν τοῖς ἁγίοις τοῖς ἁμαρτήσασιν μέχρι ταύτης τῆς ἡμέρας, ἐὰν ἐξ ὅλης τῆς καρδίας μετανοήσωσιν καὶ ἄρωςιν ἀπὸ τῆς καρδίας αὐτῶν τὰς διψυχίας. 5. ὤμοσεν γὰρ ὁ δεσπότης κατὰ τῆς δόξης αὐτοῦ ἐπὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ· ἐὰν ὡρισμένης τῆς ἡμέρας ταύτης ἔτι ἁμάρτησις γένηται, μὴ ἔχειν αὐτοὺς σωτηρίαν· ἡ γὰρ μετάνοια τοῖς δικαίοις ἔχει τέλος· πεπλήρωνται αἱ ἡμέραι μενανοίας πᾶσιν τοῖς ἁγίοις· καὶ τοῖς δὲ ἔθνεσιν μετάνοιά ἐστιν ἕως ἐσχάτης ἡμέρας. 6. ἐρεῖς οὖν τοῖς προηγουμένοις τῆς ἐκκλησίας, ἵνα κατορθώσωνται τὰς ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ, ἵνα ἀπολάβωσιν ἐκ πλήρους τὰς ἐπαγγελίας μετὰ πολλῆς δόξης. 7. ἐμμείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην καὶ μὴ διψυχήσητε, ἵνα γένηται ὑμῶν ἡ παροδος μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. μακάριοοι ὑμεῖς, ὅσοι ὑπομένετε τὴν θλῖψιν τὴν ἐρχομένην τὴν μεγάλην καὶ ὅσοι οὐκ ἀρνήσονται τὴν ζωὴν αὐτῶν. 8. ὤμοσεν γὰρ Κύριος κατὰ τοῦ υἱοῦ ζωὴν αὐτοῦ, τοὺς ἀρνησαμένους τὸν Χριστὸν αὐτῶν ἀπεγνωρίσθαι ἀπὸ τῆς ζωῆς αὐτῶν, τοὺς νῦν μέλλοντας ἀρνεῖσθαι ταῖς ἐρχομέναις ἡμέραις· τοῖς δὲ πρότερον ἀρνησαμένοις, διὰ τὴν πολυσπλαγχνίαν ἵλεως ἐγένετο αὐτοῖς. 2. Now after fifteen days, when I had fasted and entreated the Lord earnestly, the knowledge of the writing was revealed to me. And this is what was written:—

"Thy seed, Hermas, have sinned against God, and have blasphemed the Lord, and have betrayed their parents through great wickedness, yea, they have got the name of betrayers of parents, and yet they did not profit by their betrayal; and they still further added to their sins wanton deeds and reckless wickedness; and so the measure of their transgressions was filled up. But make these words known to all thy children, and to thy wife who shall be as thy sister; for she too refraineth not from using her tongue, wherewith she doeth evil. But, when she hears these words, she will refrain, and will find mercy. After that thou hast made known unto them all these words, which the Master commanded me that they should be revealed unto thee, then all their sins which they sinned aforetime are forgiven to them; yea, and to all the saints that have sinned unto this day, if they repent with their whole heart, and remove double-mindedness from their heart. For the Master sware by His own glory, as concerning His elect; that if, now that this day has been set as a limit, sin shall hereafter be committed, they shall not find salvation; for repentance for the righteous hath an end; the days of repentance are accomplished for all the saints; whereas for the Gentiles there is repentance until the last day. Thou shalt therefore say unto the elders of the Church, that they direct their paths in righteousness, that they may receive in full the promises with abundant glory. Ye therefore that work righteousness be steadfast, and be not double-minded, that ye may have admission with the holy angels. Blessed are ye, as many as endure patiently the great tribulation that cometh, and as many as shall not deny their life. For the Lord swear concerning His Son, that those who denied their Lord should be rejected from their life, even they that are now about to deny Him in the coming days; but to those who denied Him aforetime, to them mercy was given of His great loving kindness.

III. Σὺ δέ, Ἑρμᾶ, μηκέτι μνησικακήσῃς τοῖς τέκνοις σου μηδὲ τὴν ἀδελφήν σου ἐάσῃς, ἵνα καθαρισθῶσιν ἀπὸ τῶν προτέρων ἁμαρτιῶν αὐτῶν. παιδευθήσονται γὰρ παιδείᾳ δικαίᾳ, ἐὰν σὺ μὴ μνησικακήσῃς αὐτοῖς. μνησικακία θάνατον κατεργάζεται. σὺ δέ, Ἑρμᾶ, μεγάλας θλίψεις ἔσχες ἰδιωτικὰς διὰ τὰς παραβάσεις τοῦ οἴκου σου, ὅτι οὐκ ἐμέλησέν σοι περὶ αὐτῶν· ἀλλὰ παρενεθυμήθης καὶ ταῖς πραγματείαις σου συνανεφύρης ταῖς πονηραῖς· 2. ἀλλὰ σώζει σε τὸ μὴ ἀποστῆναί σε ἀπὸ Θεοῦ ζῶντος καὶ ἡ ἁπλοτης σου καὶ ἡ πολλὴ ἐγκράτεια· ταῦτα σέσωκέν σε, ἐὰν ἐμμείνῃς, καὶ πάντας σώζει τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ πορευομένους ἐν ἀκακίᾳ καὶ ἁπλότητι. οὗτοι κατισχύσουσιν πάσης πονηρίας καὶ παραμενοῦσιν εἰς ζωὴν αἰώνιον. 3. μακάριοι πάντες οἱ ἐργαζομενοι τὴν δικαιοσύνην. οὐ διαφθαρήσονται ἕως αἰῶνος. 4. ἐρεῖς δὲ Μαξίμῳ· ἀρνεῖσθαι. Ἐγγὺς Κύριος τοῖς ἐπιστρεφομένοις, ὡς γέγραπται ἐν τῷ Ἐλδὰδ καὶ Μωδάτ, τοῖς προφητεύσασιν ἐν τῇ ἐρήμῳ τῷ λαῷ. 3. "But do thou, Hermas, no longer bear a grudge against thy children, neither suffer thy sister to have her way, so that they may be purified from their former sins. For they shall be chastised with a righteous chastisement, unless thou bear a grudge against them thyself. The bearing of a grudge worketh death. But thou, Hermas, hast had great tribulations of thine own, by reason of the transgressions of thy family, because thou hadst no care for them. For thou wast neglectful of them, and wast mixed up with thine evil transactions. But herein is thy salvation, in that thou didst not depart from the living God, and in thy simplicity and thy great continence. These have saved thee, if thou abidest therein; and they save all who do such things, and walk in guilelessness and simplicity. These men prevail over all wickedness, and continue unto life eternal. Blessed are all they that work righteousness. They shall never be destroyed. But thou shalt say to Maximus, "Behold tribulation cometh (upon thee), if thou think fit to deny a second time. The Lord is nigh unto them that turn unto him, as it is written in Eldad and Modat, who prophesied to the people in the wilderness."
IV. Ἀπεκαλύφθη δέ μοι, ἀδελφοί, κοιμωμένῳ ὑπὸ νεανίσκου εὐειδεστάτου λέγοντός μοι· Τὴν πρεσβυτέραν, παρ’ ἧς ἔλαβες τὸ βιβλίδιον, τίνα δοκεῖς εἶναι; ἐγώ φημι· Τὴν Σίβυλλαν. Πλανᾶσαι, φησίν, οὐκ ἔστιν. Τίς οὖν ἐστιν; φημί. Ἡ Ἐκκλησία, φησίν. εἶπον αὐτῷ· Διατί οὖν πρεσβυτέρα· καὶ διὰ ταύτην ὁ κόσμος κατηρτίσθη. 2. μετέπειτα δὲ ὅρασιν εἶδον ἐν τῷ οἴκῳ μου. ἦλθεν ἡ πρεσβυτέρα καὶ ἠρώτησέν με, εἰ ἤδη τὸ βιβλίον δέδωκα τοῖς πρεσβυτέροις. ἠρνησάμην δεδωκέναι. Καλῶς, φησίν, πεποίηκας· ἔχω γὰρ ῥήματα προσθεῖναι. ὅταν οὖν ἀποτελέσω τὰ ῥήματα πάντα, διὰ σοῦ γνωρισθήσεται τοῖς ἐκλεκτοῖς πᾶσιν. 3. γράψεις οὖν δύο βιβλαρίδια καὶ πέμψεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ. πέμψει οὖν Κλήμης εἰς τὰς ἔξω πόλεις, ἐκείνῳ γὰρ ἐπιτέτραπται· Γραπτὴ δὲ νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς. σὺ δὲ ἀναγνώσῃ εἰς ταύτην τὴν πόλιν μετὰ τὴν πόλιν μετὰ τῶν πρεσβυτέρων τῶν προϊταμένων τῆς ἐκκλησίας. 4. Now, brethren, a revelation was made unto me in my sleep by a youth of exceeding fair form, who said to me, "Whom thinkest thou the aged woman, from whom thou receivedst the book, to be?" I say, "The Sibyl" "Thou art wrong," saith he, "she is not." "Who then is she?" I say. "The Church," saith he. I said unto him, "Wherefore then is she aged?" "Because," saith he, "she was created before all things; therefore is she aged; and for her sake the world was framed." And afterwards I saw a vision in my house. The aged woman came, and asked me, if I had already given the book to the elders. I said that I had not given it. "Thou hast done well," she said, "for I have words to add. When then I shall have finished all the words, it shall be made known by thy means to all the elect. Thou shalt therefore write two little books, and shalt send one to Clement, and one to Grapte. So Clement shall send to the foreign cities, for this is his duty; while Grapte shall instruct the widows and the orphans. But thou shalt read (the book) to this city along with the elders that preside over the Church.

Ὅρασις γ’


Vision 3

I. Ἣν εἶδον, ἀδελφοί, τοιαύτη. 2. νηστεύσας πολλάκις καὶ δεηθεὶς τοῦ Κυρίου, ἵνα μοι φανερώσῃ τὴν ἀποκάλυψιν, ἣν μοι ἐηγγείλατο δεῖξαι διὰ τῆς πρεσβυτέρας ἐκείνης, αὐτῇ τῇ νυκτί μοι ὦπται ἡ πρεσβυτέρα καὶ εἶπέν μοι· Ἐπεὶ οὕτως ἐνδεὴς εἶ καὶ σπουδαῖος εἰς τὸ γνῶναι´πάτα, ἐλθὲ εἰς τὸν ἀγρόν, ὅου χονδρίζεις, καὶ περὶ ὥραν πέμπτην ἐμφανισθήσομαί σοι καὶ δείξω σοι, ἃ δεῖ σε ἰδεῖν. 3. ἠρώτησα αὐτὴν λέγων· Κυρία, εἰς ποῖον τόπον τοῦ ἀγροῦ; Ὅπου, φησίν, θέλεις. ἐξελεξάμην τόπον καλὸν ἀνακεχωρηκότα. πρὶν δὲ λαλῆσαι αὐτῇ καὶ εἰπεῖν τὸν τόπον, λέγει μοι· Ἥξω ἐκεῖ, ὅπου θέλεις, 4. ἐγενόμην οὖν, ἀδελφοί, εἰς τὸν ἀγρὸν καὶ συεψήφισα τὰς ὥρας καὶ ἦλθον εἰς τὸν τόπον, ὅπου διεταξάμην αὐτῇ ἐλθεῖν, καὶ βλέπω συμψέλιον κείμενον ἐλεφάντινον, καὶ ἐπὶ τοῦ συμψελίου ἔκειτο κερβικάριον λινοῦν καὶ ἐπάνω λέντιον ἐξηπλωμένον λινοῦν καρπάσιον. 5. ἰδὼν ταῦτα κείμενα καὶ μηδένα ὄντα ἐν τῷ τόπῳ ἔκθαμβος ἐγενόμην, καὶ ὡσεὶ τρόμος με ἔλαβεν καὶ αἱ τρίχες μου ὀρθαί· καὶ ὡσεὶ φρίκη μοι προσῆλθεν μόνου μου ὄντος. ἐν ἐμαυτῷ οὖν γενόμενος καὶ μνησθεὶς τῆς δόξης τοῦ Θεοῦ καὶ λαβὼν θάρσος, θεὶς τὰ γόνατα ἐξωμολογούμην τῷ Κυρίῳ πάλιν τὰς ἁμαρτίας μου ὡς καὶ πρότερον. 6. ἡ δὲ ἦλθεν μετὰ νεανίσκων ἕξ, οὓς καὶ πρότερον ἑωράκειν, καὶ ἐπεστάθη μοι καὶ κατηκροᾶτο προσευχομένου καὶ ἐξομολογουμένου τῷ Κυρίῳ τὰς ἁμαρτίας μου. καὶ ἁψαμένη μου λέγει· Ἑρμᾶ, παῦσαι περὶ τῶν ἁμαρτιῶν σου πάντα ἐρωτῶν· ἐρώτα καὶ περὶ δικαιοσύνης, ἵνα λάβῃς μέρος τι ἐξ αὐτῆς εἰς τὸν οἶκον σου. 7. καὶ ἐξεγείρει με τῆς χειρὸς καὶ ἄγει με πρὸς τὸ συμψέλιον καὶ λέγει τοῖς νεανίσκοις· Ὑπάγετε καὶ οἰκοδομεῖτε. 8. καὶ κετὰ τὸ ἀναχωρῆσαι τοὺς νεανίσκους καὶ μόνων ἡμῶν γεγονότων λέγει μοι· Κάθισον ὧδε. λέγω αὐτῇ· Κυρία, ἄφες τοὺς πρεβυτέρους πρῶτον καθίσαι. Ὅ σοι λέγω, φησίν, κάθισον. 9. θέλοντος οὖν μου καθίσαι εἰς τὰ δεξιὰ μέρη οὐκ εἴασέ με, ἀλλ’ ἐννεύει μοι τῇ χειρί, ἵνα εἰς τὰ ἀριστερὰ μέρη καθίσω. διαλογιζομένου μου οὖν καὶ λυπουμένου, ὅτι οὐκ εἴασέ Ἑρμᾶ; ὁ εἰς τὰ δεξιὰ μέρη τόπος ἄλλων ἐστίν, τῶν ἤδη εὐαρεστηκότων τῷ θεῷ καὶ παθόντων εἵνεκα τοῦ ὀνόματος· σοὶ δὲ πολλὰ λείπει ἵνα μετ’ αὐτῶν καθίσῃς· ἀλλὰ σὸς μένεις τῇ ἁπλότητί σου, μεῖνον, καὶ καθιῇ μετ’ αὐτῶν καὶ ὅσοι ἐὰν ἐργάσωνται τὰ ἐκείνων ἔργα καὶ ὑενέγκωσιν, ἃ καὶ ἐκεῖνοι ὑπήνεγκαν. 1.The third vision, which I saw, brethren, was as follows. After fasting often, and entreating the Lord to declare unto me the revelation which He promised to show me by the mouth of the aged woman, that very night the aged woman was seen of me, and she said to me, "Seeing that thou art so importunate and eager to know all things, come into the country where thou abidest, and about the fifth hour I will appear, and will show thee what thou oughtest to see." I asked her, saying, "Lady, to what part of the country?" "Where thou wilt," saith she. I selected a beautiful and retired spot; but before I spoke to her and named the spot, she saith to me, "I will come, whither thou willest." I went then, brethren, into the country, and I counted up the hours, and came to the place where I appointed her to come, and I see an ivory couch placed there, and on the couch there lay a linen cushion, and on the cushion was spread a coverlet of fine linen of flax.

When I saw these things so ordered, and no one in the place, I was amazed, and a fit of trembling seized me, and my hair stood on end; and a fit of shuddering came upon me, because I was alone. When then I recovered myself, and remembered the glory of God, and took courage, I knelt down and confessed my sins to the Lord once more, as I had done on the former occasion.

Then she came with six young men, the same whom I had seen before, and she stood by me, and listened attentively to me, as I prayed and confessed my sins to the Lord. And she touched me, and said: "Hermas, make an end of constantly entreating for thy sins; entreat also for righteousness, that thou mayest take some part forthwith to thy family." Then she raiseth me by the hand, and leadeth me to the couch, and saith to the young men, "Go ye, and build." And after the young men had retired and we were left alone, she saith to me, "Sit down here." I say to her, "Lady, let the elders sit down first." "Do as I bid thee," saith she, "sit down." When then I wanted to sit down on the right side, she would not allow me, but beckoned me with her hand that I should sit on the left side. As then I was musing thereon, and was sad because she would not permit me to sit on the right side, she saith to me, "Art thou sad, Hermas? The place on the right side is for others, even for those who have already been well-pleasing to God, and have suffered for the Name's sake. But thou lackest much that thou shouldest sit with them; but as thou abidest in thy simplicity, even so, and thou shalt sit with them, thou and as many as shall have done their deeds, and have suffered what they suffered."

II. Τί, φημί, ὐπήνεγκαν; Ἄκουε, φησίν· μάστιγας, φυλακάς, θλίψεις μεγάλας, σταυρούς, θηρία εἵνεκεν τοῦ ὀνόματος· διὰ τοῦτο ἐκείνων ἐστὶν τὰ δεξιὰ μέρη τοῦ ἁγιάσματος καὶ ὃς ἐὰν πάθῃ διὰ τὸ ὄνομα· τῶν δὲ λοιπῶν τὰ ἀριστερὰ μέρη ἐστίν. ἀλλὰ ἀμφοτέρων, καὶ τῶν ἐκ δεξιῶν καὶ τῶν ἀριστερῶν καθημένων, τὰ αὐτὰ δῶρα καὶ αἱ αὐταὶ ἐπαγγελίαι· μόνον ἐκεῖνοι ἐκ δεξιῶν κάθηνται καὶ ἔχουσιν δόξαν τινά. 2. σὺ δὲ κατεπιθυμεῖς καθίσαι ἐκ δεξιῶν μετ’ αὐτῶν, ἀλλὰ τὰ ὑστερήματά σου πολλά. καθαρισθήσῃ δὲ ἀπὸ τῶν ὑστερημάτων σου· καὶ πάντες οἱ μὴ διψυχοῦντες καθαρισθήσονται ἀπὸ πάντων τῶν ἁμαρτημάτων εἰς ταύτην τὴν ἡμέραν. 3. ταῦτα εἴπασα ἤθελεν ἀπελθεῖν· πεσὼν δὲ αὐτῆς πρὸς τοὺς πόδας ἠρώτησα αὐτὴν κατὰ τοῦ Κυρίου, ἵνα μοι ἐπιδείξῃ ὃ ἐπηγγείλατο ὅραμα. 4. ἡ δὲ πάλιν ἐπελάβετό μου τῆς χειρὸς καὶ ἐγείρει με καὶ καθίζει ἐπὶ τὸ συμψέλιον ἐξ εὐωνύμων· ἐκαθέζετο δὲ καὶ αὐτὴ ἐκ δεξιῶν. καὶ ἐπάρασα ῥάβψον τινὰ λαμπρὰν λέγει μοι· Βλέπεις μέγα πρᾶγμα; λέγω αὐτῇ· Κυρία οὐδὲν βλέπω. λέγει μοι· Σύ, ἰδού, οὐχ ὁρᾷς κατέναντί σου πύργον μέγαν οἰκοδομούμενον ἐπὶ ὑδάτων λίθοις τετραγώνοις λαμπροῖς; 5. ἐν τετραγωονῳ δὲ ᾠκοδομεῖτο ὁ πύργος ὑπὸ τῶν ἓξ νεανίσκων τῶν ἐληλυθότων μετ’ αὐτῆς· ἄλλαι δὲ μυριάδες ἀνδρῶν παρέφερον λίθους, οἱ μὲν ἐκ τοῦ βυθοῦ, οἱ δὲ ἐκ τῆς γῆς, καὶ ἐπεδίδουν τοῖς ἓξ νεανίσκοις· ἐκεῖνοι δὲ ἐλάμβανον καὶ ᾠκοδόμουν. 6. τοὺς μὲν ἐκ τοῦ βυθοῦ λίθους ἐλκομένους πάντας οὕτως ἐτίθεσαν εἰς τὴν οἰκοδομήν· ἡρμοσμένοι γὰρ ἦσαν καὶ συνεφώνουν τῇ ἁρμογῇ μετὰ τῶν ἑτέρων· καὶ οὕτως ἐκολλῶντο ἀλλήλοις, ὥστε τὴν ἁρμογὴν αὐτῶν μὴ φαίνεσθαι. ἐφαίνετο δὲ ἡ οἰκοδομὴ τοῦ πύργου ὡς ἐξ ἑνὸς λίθου ᾠκοδομημένη. 7. τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπό τῆς ξηρᾶς τοὺς μὲν ἀπέβαλλον, τοὺς δὲ ἐτίθουν εἰς τὴν οἰκοδομήν· ἄλλους δὲ κατέκοπτον καὶ ἔρριπτον μακρὰν ἀπὸ τοῦ πύργου. 8. ἄλλοι δὲ λίθοι πολλοὶ κύκῳ τοῦ πύργου ἔκειντο, καὶ οὐκ ἐχρῶντο αὐτοῖς ἐπὶ τὴν οἰκοδομήν· ἦσαν γάρ τινες ἐξ αὐτῶν ἐψωριακότες, ἕτεροι δὲ σχισμὰς ἔχοντες, ἄλλοι δὲ κεκολοβωμένοι, ἄλλοι δὲ λευκοὶ καὶ στρογγύλοι, μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν. 9. ἔβλεπον δὲ ἑτέρους λίθους ῥιπτομένους μακρὰν ἀπὸ τοῦ πύργου καὶ ἐρχομένους εἰς τὴν ὁδὸν καὶ μὴ μένοντας ἐν τῇ ὁδῷ, ἀλλὰ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὴν ἀνοδίαν· ἑτέρους δὲ πίπτοντας ἐγγὺς ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ, καίπερ θελόντων κυλισθῆναι καὶ ἐλθεῖν εἰς τὸ ὕδωρ. 2. "What did they suffer?" say I. "Listen," saith she. "Stripes, imprisonments, great tribulations, crosses, wild beasts, for the Name's sake. Therefore to them belongs the right side of the Holiness—to them, and to all who shall suffer for the Name. But for the rest is the left side. Howbeit, to both, to them that sit on the right, and to them that sit on the left, are the same gifts, and the same promises, only they sit on the right and have a certain glory. Thou indeed art very desirous to sit on the right with them, but thy shortcomings are many; yet thou shalt be purified from thy shortcomings; yea, and all that are not double-minded shall be purified from all their sins unto this day."

When she had said this, she wished to depart; but, falling at her feet, I entreated her by the Lord that she would show me the vision which she promised. Then she again took me by the hand, and raiseth me, and seateth me on the couch at the left hand, while she herself sat on the right. And lifting up a certain glistening rod, she saith to me, "Seest thou a great thing?" I say to her, "Lady, I see nothing." She saith to me, "Look thou; dost thou not see in front of thee a great tower being builded upon the waters, of glistening square stones?" Now the tower was being builded foursquare by the six young men that came with her. And countless other men were bringing stones, some of them from the deep, and others from the land, and were handing them to the six young men. And they took them and builded. The stones that were dragged from the deep they placed in every case, just as they were, into the building, for they had been shaped, and they fitted in their joining with the other stones; and they adhered so closely one with another that their joining could not possibly be detected; and the building of the tower appeared as if it were built of one stone. But of the other stones which were brought from the dry land, some they threw away, and some they put into the building; and others they broke in pieces, and threw to a distance from the tower. Now many other stones were lying round the tower, and they did not use them for the building; for some of them were mildewed, and others had cracks in them, and others were too short, and others were white and round, and did not fit into the building. And I saw other stones thrown to a distance from the tower, and coming to the way, and yet not staying in the way, but rolling to where there was no way; and others falling into the fire and burning there; and others falling near the waters, and yet not able to roll into the water, although they desired to roll and to come to the water.

III. Δείξασά μοι ταῦτα ἤθελεν ἀποτρέχειν. λέγω αὐτῇ· Κυρία, τί μοι ὄφελος ταῦτα ἑωρακότι καὶ μὴ γινώσκοντι, τί ἐστιν τὰ πράγματα; ἀποκριθεῖσά μοι λέγει· Πανοῦργος εἶ ἄνθρωπος, θέλων γινώσκειν τὰ περὶ τὸν πύργον. Ναί, φημί, κυρία, ἵνα τοῖς ἀδελφοῖς ἀναγγείλω καὶ ἱλαρώτεροι γένωνται καὶ ταῦτα ἀκούσαντες γινώσκωσιν τὸν Κύριον ἐν πολλῇ δόξῃ. 2. ἡ δὲ ἔφη· Ἀκούσονται μὲν πολλοί· ἀκουσαντες δέ τινες ἐξ αὐτῶν χαρήσονται, τινὲς δὲ κλαύσονται· ἀλλὰ καὶ οὗτοι, ἐὰν ἀκούσωσιν καὶ μετανοήσωσιν, καὶ αὐτοὶ χαρήσονται. ἄκουε οὖν τὰς παραβολὰς τοῦ πύρου· ἀποκαλύψω γάρ σοι πάντα. καὶ μηκέτι μοι κόπους πάρεχε περὶ ἀποκαλύψεως· αἱ γὰρ ἀποκαλύψεις αὗται τέλος ἔχουσιν· πεπληρωμέναι γάρ εἰσιν. ἀλλ’ οὐ παύσῃ αἰτούμενος ἀποκαλύψεις· ἀναιδὴς γὰρ εἶ. 3. ὁ μὲν πύργος, ὃν βλέπεις οἰκοδομούμενον, ἐγώ εἰμι ἡ Ἐκκλησία, ἡ ὀφθεῖσά σοι καὶ νῦν καὶ τὸ πρότερον· ὃ ἂν οὖν θελήσῃς, ἐπερώτα περὶ τοῦ πύργου, καὶ ἀποκαλύψω σοι, ἵνα χαρῇς μετὰ τῶν ἁγίων. 4. λέγω αὐτῇ· Κυρία, ἐπεὶ ἅπαξ ἄξιόν με ἡγήσω τοῦ πάντα μοι ἀποκαλύψαι, ἀποκάλυψον. ἡ δὲ λέγει μοι· Ὃ ἐὰν ἐνδέχητά σοι ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται. μόνον ἡ καρδία σου πρὸς τὸν Θεὸν ἤτω καὶ μὴ διψυχήσεις, ὁ πύργος ἐπὶ ὑδάτων ᾠκοδόμηται, κυρία; Εἶπά σοι, φησίν, καὶ τὸ πρότερον, καὶ ἐκζητεῖς ἐπιμελῶς· ἐκζητῶν οὖν εὑρίσκεις τὴν ἀλήθειαν. διατί οὖν ἐπὶ ὑδάτων ᾠκοδόμηται ὁ πύργος, ἄκουε· ὅτι ἡ ζωὴ ὑμῶν διὰ ὕδατος ἐσώθη καὶ σωθήσεται. τεθεμελίωται δὲ ὁ πύργος τῷ ῥήματι τοῦ παντοκράτορος καὶ ἐνδόξου ὀνόματος, κρατεῖται δὲ ὑπὸ τῆς ἀοράτου δυνάμεως τοῦ δεσπότου. 3. When she had shown me these things, she wished to hurry away. I say to her, "Lady, what advantage is it to me to have seen these things, and yet not to know what the things mean? "She answered and said unto me, "Thou art an over-curious fellow, in desiring to know all that concerns the tower." "Yea, lady," I said, "that I may announce it to my brethren, and that they [may be the more gladdened and] when they hear [these things] they may know the Lord in great glory." Then said she, "Many shall hear; but when they hear, some of them shall be glad, and others shall weep. Yet even these latter, if they hear and repent, shall likewise be glad. Hear thou therefore the parables of the tower; for I will reveal all things unto thee. And trouble me no more about revelation; for these revelations have an end, seeing that they have been completed. Nevertheless thou wilt not cease asking for revelations; for thou art shameless."

The tower, which thou seest building, is myself, the Church, which was seen of thee both now and aforetime. Ask, therefore, what thou willest concerning the tower, and I will reveal it unto thee, that thou mayest rejoice with the saints." I say unto her, "Lady, since thou didst hold me worthy once for all, that thou shouldest reveal all things to me, reveal them." Then she saith to me, "Whatsoever is possible to be revealed to thee, shall be revealed. Only let thy heart be with God, and doubt not in thy mind about that which thou seest." I asked her, "Wherefore is the tower builded upon waters, lady?" "I told thee so before," said she, "and indeed thou dost enquire diligently. So by thy enquiry thou discoverest the truth. Hear then why the tower is builded upon waters; it is because your life is saved and shall be saved by water. But the tower has been founded by the word of the Almighty and Glorious Name, and is strengthened by the unseen power of the Master."

IV. Ἀποκριθεὶς λέγω αὐτῇ· Κυρία, μεγάλως καὶ θαυμαστῶς ἔχει τὸ πρᾶγμα τοῦτο· οἱ δὲ νεανίσκοι οἱ ἓξ οἱ οἰκοδομοῦντες, τίνες εἰσίν, κυρία; Οὗτοι εἰσιν οἱ ἅγιοι ἄγγελοι τοῦ Θεοῦ οἱ πρῶτοι κτισθέντες, οἷς παρέδωκεν ὁ Κύριος πᾶσαν τὴν κτίσιν αὐτοῦ αὔξειν καὶ οἰκοδομεῖν καὶ δεσπόζειν τῆς κτίσεως πάσης· διὰ τούτων οὖν τελεσθήσεται ἡ οἰκοδομὴ τοῦ πύργου. 2. Οἱ δὲ ἕτεροι οἱ παραφέροντες τοὺς λίθους, τίνες εἰσίν; Καὶ αὐτοὶ ἅγιοι ἄγγελοι τοῦ Θεοῦ· οὗτοι δὲ οἱ ἓξ ὑπερέχοντες αὐτούς εἰσιν· συντελεσθήσεται οὖν ἡ οἰκοδομὴ τοῦ πύργου, καὶ πάντες ὁμοῦ εὐφρανθήσονται κύκῳ τοῦ πύργου καὶ δοξάσουσιν τὸν Θεόν, ὅτι ἐτελέσθη ἡ οἰκομὴ τοῦ πύργου. 3. ἐπηρώτησα αὐτὴν λέγων· Κυρία, ἤθελον γνῶναι ποταπή ἐστιν. ἀποκριθεῖσά μοι λέγει· Οὐχ ὅτι σὺ ἐκ´πάντων ἀξιώτερος εἶ, ἵνα σοι ἀποκαλυφθῇ. ἄλλοι γάρ σου πρότεροί εἰσιν καὶ βελτίονές σου, οἷς ἔδει ἀποκαλυφθῆναι τὰ ὁράματα ταῦτα· ἀλλ’ ἵνα δοξασθῇ τὸ ὀνομα τοῦ Θεοῦ, σοὶ ἀπεκαλύφθη καὶ ἀποκαλυφθήσετα διὰ τοὺσ διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστιν ταῦτα ἢ οὐκ ἔστιν. λέγε αὐτοῖς, ὅτι ταῦτα πάντα ἐστὶν ἀληθῆ καὶ οὐθὲν ἔξωθέν ἐστιν τῆς ἀληθείας, ἀλλὰ πάντα ισχυρὰ καὶ βέβαια καὶ τεθεμελιωμένα ἐστίν. 4. I answered and said unto her, "Lady, this thing is great and marvelous. But the six young men that build, who are they, lady?" "These are the holy angels of God, that were created first of all, unto whom the Lord delivered all His creation to increase and to build it, and to be masters of all creation. By their hands therefore the building of the tower will be accomplished.""And who are the others who are bringing the stones in?" "They also are holy angels of God; but these six are superior to them. The building of the tower then shall be accomplished, and all alike shall rejoice in the (completed) circle of the tower, and shall glorify God that the building of the tower was accomplished." I enquired of her, saying, "Lady, I could wish to know concerning the end of the stones, and their power, of what kind it is." She answered and said unto me, "It is not that thou of all men art especially worthy that it should be revealed to thee; for there are others before thee, and better than thou art, unto whom these visions ought to have been revealed. But that the name of God may be glorified, it hath been revealed to thee, all shall be revealed, for the sake of the doubtful-minded, who question in their hearts whether these things are so or not. Tell them that all these things are true, and that there is nothing beside the truth, but that all are steadfast, and valid, and established on a firm foundation.
V. Ἄκουε νῦν περὶ τῶν λίθων τῶν ὑπαγόντων εἰς τὴν οἰκοδομήν. οἱ μὲν οὖν λίθοι οἱ τετράγωνοι καὶ λευκοὶ καὶ [...] συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν, οὗτοι εἰσιν οἱ ἀπόστολοι καὶ ἐπίσκοποι καὶ διδάσκαλοι καὶ διάκονοι οἱ πορευθέντες κατὰ τὴν σεμνοτητα του Θεοῦ καὶ ἐπισκοπήσαντες καὶ διδάξαντες καὶ διακονήσαντες ἁγνῶς καὶ σεμνῶς τοῖς ἐκλεκτοῖς τοῦ Θεοῦ, οἱ μὲν κεκοιμημένοι, οἱ δὲ ἔτι ὄντες· καὶ πάντοτε ἑαυτοῖς συνεφώνησαν καὶ ἐν ἑαυτοῖς εἰρήνην ἔσχον καὶ ἀλλήλων ἤκουον· διὰ τοῦτο ἐν τῇ οἰκοδομῇ τοῦ πύργου συμφωνοῦσιν αἱ ἁρμογαὶ αὐτῶν. 2. Οἱ δὲ ἐκ τοῦ βυθοῦ ἐλκόμενοι καὶ ἐπιτιθέμενοι εἰς τὴν οἰκοδομὴν καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν μετὰ τῶν ἑτέρων λίθων τῶν ἤδη ᾠκοδομημένων, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ παθόντες ἕνεκεν τοῦ ὀνόματος τοῦ Κυρίου. 3. Τοὺς δὲ ἑτέρους λίθους τοὺς φερόμένους ἀπὸ τῆς ξηρᾶς θέλω γνῶναι, τίνες εἰσίν, κυρία. ἔφη· Τοὺς μὲν εἰς τὴν οἰκοδομὴν ὑπάγοντας καὶ μὴ λατομουμένους, τούτους ὁ Κύριος ἐδοκίμασεν, ὅτι ἐπορεύθησαν ἐν τῇ εὐθύτητι τοῦ Κυρίου καὶ καταωρθώσαντο τὰς ἐντολὰς αὐτοῦ. 4. Οἱ δὲ ἀγόμενοι καὶ τιθέμενοι εἰς τὴν οἰκοδομήν, τίνες εἰσίν; Νέοι εἰσὶν ἐν τῇ πίστει αὶ πιστοί. νουθετοῦνται δὲ ὑπό τῶν ἀγγέλων εἰς τὸ ἀγαθοποιεῖν, διότι εὑρέθη ἐν αὐτοῖς πονηρία. 5. Οὓς δὲ ἀπέβαλλον καὶ ἐρίπτουν, τίνες εἰσίν; Οὗτοί εἰσιν ἡμαρτηκότες καὶ θέλοντες μετανοῆσαι· διὰ τοῦτο μακρὰν οὐκ ἀπερίφησαν ἔξω τοῦ πύργου, ὅτι εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν, ἐὰν μετανοήσωσιν. οἱ οὖν μέλλοντες μετανοεῖν, ἐὰν μετανοήσωσιν, ἰσχυροὶ ἔσονται ἐν τῇ πίστει, ἐὰν νῦν μετανοήσωσιν, ἐν ᾧ οἰκοδομεῖται ὁ πύργος. ἐὰν δὲ τεελσθῇ ἡ οἰκοδομή, οὐκέτι ἔχουσιν τόπον, ἀλλ’ ἔσονται ἔκβολοι· μόνον δὲ τοῦτο ἔχουσιν, παρὰ τῷ πύργῳ κεῖσθαι. 5. "Hear now concerning the stones that go to the building The stones that are squared and white, and that fit together in their joints, these are the apostles and bishops and teachers and deacons, who walked after the holiness of God, and exercised their office of bishop and teacher and deacon in purity and sanctity for the elect of God, some of them already fallen on sleep, and others still living. And because they always agreed with one another, they both had peace among themselves and listened one to another. Therefore their joinings fit together in the building of the tower.""But they that are dragged from the deep, and placed in the building, and that fit together in their joinings with the other stones that are already builded in, who are they?" "These are they that suffered for the name of the Lord.""But the other stones that are brought from the dry land, I would fain know who these are, lady." She said, "Those that go to the building, and yet are not hewn, these the Lord hath approved because they walked in the uprightness of the Lord, and rightly performed His commandments.""But they that are brought and placed in the building, who are they?" "They are young in the faith, and faithful; but they are warned by the angels to do good, because wickedness was found in them." "But those whom they rejected and threw away, who are they?" "These have sinned, and desire to repent, therefore they were not cast to a great distance from the tower, because they will be useful for the building, if they repent. They then that shall repent, if they repent, will be strong in the faith, if they repent now while the tower is building. But if the building shall be finished, they have no more any place, but shall be castaways. This privilege only they have, that they lie near the tower.
VI. Τοὺς δὲ κατακοπτομένους καὶ μακρὰν ῥιπτομένους ἀπὸ τοῦ πύργου θέλεις γνῶναι; οὗτοι εἰσιν οἱ υἱοὶ τῆς ἀνομίας· ἐπίστευσαν δὲ ἐν ὑποκρίσει, καὶ πᾶσα πονηρία οὐκ ἀπέστη ἀπ’ αὐτῶν· διὰ τοῦτο οὐκ ἔχουσιν σωτηρίαν, ὅτι οὐκ εἰσὶν εὔχρηστοι εἰς οἰκοδομὴν διὰ τὰς πονηρίας αὐτῶν. διὰ τοῦτο συνεκόπησαν καὶ πόρρω ἀπερίφησαν διὰ τὴν ὀργὴν τοῦ Κυρίου, ὅτι παρώργισαν αὐτόν. 2. τοὺς δὲ ἑτέρους, οὓς ἑώρακας πολλοὺς κειμένους, μὴ ὑπάγοντας εἰς τὴν οἰκδομήν, οὗτοι οἱ μὲν ἐψωριακότες εἰσίν, οἱ ἐγνωκότες τὴν ἀλήθειαν, μὴ ἐπιμένοντας δὲ ἐν αὐτῇ. 3. Οἱ δὲ τὰς σχισμὰς ἔχοντες, τίνες εἰσί; Οὗτοί εἰσιν οἱ κατ’ ἀλλήλων ἐν ἐαυτοῖς, ἀλλήλων ἀποχωρήσωσιν, αἱ πονηρίαι αὐτῶν ἐν ταῖς καρδίαις ἐμμένουσιν, αὖται οὖν αἱ σχισμαί εἰσιν, ἃς ἔχουσιν οἱ λίθοι. 4. οἱ δὲ κεκολοβωμένοι, οὗτοί εἰσιν πεπιστευκοτες μὲν καὶ τὸ πλεῖον μέρος ἔχουσιν ἐν τῇ δικαιοσύνῃ, τινὰ δὲ μέρη ἔχουσιν τῆς ἀνομίας· διὰ τοῦτο κολοβοὶ καὶ οὐχ ὁλοτελεῖς εἰσιν. 5. Οἱ δὲ λευκοὶ καὶ στρογγύλοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν τίνες εἰσιν, κυρία; ἀποκριθεῖσά μοι λέγει· Ἕως πότε μωρὸς εἶ καὶ ἀσύνετος, καὶ πάντα ἐπερωτᾷς καὶ οὐδὲν νοεῖς; οὗτοί εἰσιν ἔχοντες μὲν πίστιν, ἔχοντες δὲ καὶ πλοῦτον τοῦ αἰῶνος τούτου· ὅταν γένηται θλῖψις, διὰ τὸν πλοῦτον αὐτῶν καὶ διὰ τὰς πραγματείας ἀπαρνοῦνται τὸν κυπριον αὐτῶν. 6. καὶ ἀποκριθεὶς αὐτῇ λέγω· Κυρια, πότε οὖν εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν; Ὅταν, φησίν, περικοπῇ αὐτῶν ὁ πλοῦτος ὁ ψυχαγωγῶν αὐτούς, τότε εὔχρηστοι ἔσονται τῷ θεῷ. ὥσπερ γὰρ ὁ λίθος ὁ στρογγύλος, ἐὰν μὴ περικοπῇ καὶ ἀποβάλῃ ἐξ αὐτοῦ τι, οὐ δύναται τετράγωνος γενέσθαι, οὕτω καὶ οἱ πλουτοῦντες ἐν τούτῳ τῷ αἰῶνι, ἐὰν μὴ περικοπῃ αὐτῶν ὁ πλοῦτος, οὐ δύνανται τῷ Κυρίῳ εὔχρηστοι γενέσθαι. 7. ἀπὸ σεαυτοῦ πρῶτον γνῶθι· ὅτε ἐπλούτεις ἄχρηστος ἦς, νῦν δὲ εὔχρηστος εἶ καὶ ὠφέλιμος τῇ ζωῇ. εὔχρηστοι γίνεσθε τῷ θεῷ· καὶ γὰρ σὺ αὐτὸς χρᾶσαι ἐκ τῶν αὐτῶν λίθων. 6. But wouldst thou know about them that are broken in pieces, and cast away far from the tower? These are the sons of lawlessness. They received the faith in hypocrisy, and no wickedness was absent from them. Therefore they have not salvation, for they are not useful for building by reason of their wickednesses. Therefore they were broken up and thrown far away by reason of the wrath of the Lord, for they excited Him to wrath. But the rest whom thou hast seen lying in great numbers, not going to the building, of these they that are mildewed are they that knew the truth, but did not abide in it, nor cleave to the saints. Therefore they are useless."

"But they that have the cracks, who are they?" "These are they that have discord in their hearts against one another, and are not at peace among themselves; who have an appearance of peace, but when they depart from one another, their wickednesses abide in their hearts. These are the cracks which the stones have. But they that are broken off short, these have believed, and have their greater part in righteousness, but have some parts of lawlessness; therefore they are too short, and are not perfect."

"But the white and round stones, which did not fit into the building, who are they, lady?" She answered and said to me, "How long art thou foolish and stupid, and enquirest everything, and understandest nothing? These are they that have faith, but have also riches of this world. When tribulation cometh, they deny their Lord by reason of their riches and their business affairs." And I answered and said unto her, "When then, lady, will they be useful for the building?" "When," she replied, "their wealth, which leadeth their souls astray, shall be cut away, then will they be useful for God. For just as the round stone, unless it be cut away, and lose some portion of itself, cannot become square, so also they that are rich in this world, unless their riches be cut away, cannot become useful to the Lord. Learn first from thyself When thou hadst riches, thou wast useless; but now thou art useful and profitable unto life. Be ye useful unto God, for thou thyself also art taken from the same stones.

VII. Τοὺς δὲ ἑτέρους λίθους, οὓς εἶδες μακρὰν ἀπὸ τοῦ πύργου ῥιπτομένους καὶ πίπτοντας εἰς τὴν ὁδὸν καὶ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὰς ἀνοδίας· οὗτοί εἰσιν οἱ πεπιστευκότες μέν, ἀπὸ δὲ τῆς διψυχίας αὐτῶν ἀφίουσιν τὴν ὁδὸν αὐτῶν τὴν ἀληθινήν· δοκοῦντες οὖν βελτίονα ὁδὸν δύνασθαι εὑρεῖν, πλανῶνται καὶ ταλαιπωροῦσιν περιπατοῦντες ἐν ταῖς ἀνοδίαις. 2. οἱ δὲ πίπττοντες εἰς τὸ πῦρ καὶ καιόμενοι, οὗτοί εἰσιν οἱ εἰς τέλος ἀποστάντες τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ οὐκέτι αὐτοῖς ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ μετανοῆσαι διὰ τὰς ἐπιθυμίας τῆς ἀσελγείας αὐτῶν καὶ τῶν πονηριῶν ὧν εἰργάσαντο. 3. τοὺσ δὲ ἑτέρους τοὺς πίπτοντας ἐγγὺς τῶν ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ θέλεις γνῶναι, τίνες εἰσίν; οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες καὶ θέλοντες βαπτισθῆναι εἰς τὸ ὄνομα τοῦ Κυρίου· εἶτα ὅταν αὐτοῖς ἔλθῃ εἰς μνείαν ἡ ἁγνότης τῆς ἀηθείας, μετανοοῦσιν καὶ πορνεύονται πάλιν ὀπίσω τῶν ἐπιθυμιῶν αὐτῶν τῶν πονηρῶν. 4. ἐτέλεσεν οὖν τὴν ἐξήγησιν τοῦ πύργου. 5. ἀναιδευσάμενος ἔτι αὐτὴν ἐπηρώτησα, εἰ ἄρα πάντες οἱ λίθοι οὗτοι οἱ ἀποβεβλημένοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, εἰ ἔστιν αὐτοῖς μετάνοια καὶ ἔχουσιν τόπον εἰς τὸν πύργον τοῦτον. Ἐχουσιν, φησίν, μετάνοιαν, ἀλλὰ εἰς τοῦτον τὸν πύργον οὐ δύνανται ἁρμόσαι· 6. ἑτέρῳ δὲ τὁπῳ ἁρμόσουσιν πολὺ ἐλάττονι, καὶ τοῦτο ὅταν βασανισθωσιν καὶ ἐκπληρώσωσιν τὰς ἡμέρας τῶν ἁμαρτιῶν αὐτῶν. καὶ διὰ τοῦτο μετατεθήσονται, ὅτι μετέλαβον τοῦ ῥήματος τοῦ δικαίου. καὶ τότε αὐτοῖς συμβήσεται ἔργα ἃ εἰργάσαντο πονηρά. ἐὰν δὲ μὴ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτῶν, οὐ σώζονται διὰ τὴν σκληροκαρδίαν αὐτῶν.

7. "But the other stones which thou sawest cast far away from the tower and falling into the way and rolling out of the way into the regions where there is no way, these are they that have believed, but by reason of their double heart they abandon their true way. Thus thinking that they can find a better way, they go astray and are sore distressed, as they walk about in the regions where there is no way. But they that fall into the fire and are burned, these are they that finally rebelled from the living God, and it no more entered into their hearts to repent by reason of the lusts of their wantonness and of the wickednesses which they wrought. But the others, which are near the waters and yet cannot roll into the water, wouldest thou know who are they? These are they that heard the word, and would be baptized unto the name of the Lord. Then, when they call to their remembrance the purity of the truth, they change their minds, and go back again after their evil desires." So she finished the explanation of the tower. Still importunate, I asked her further, whether for all these stones that were rejected and would not fit into the building of the tower that was repentance, and they had a place in this tower. "They can repent," she said, "but they cannot be fitted into this tower. Yet they shall be fitted into another place much more humble, but not until they have undergone torments, and have fulfilled the days of their sins. And they shall be changed for this reason, because they participated in the Righteous Word; and then shall it befall them to be relieved from their torments, if the evil deeds, that they have done, come into their heart; but if these come not into their heart, they are not saved by reason of the hardness of their hearts."

VIII. Ὅτε οὖν ἐπαυσάμην ἐρωτῶν αὐτὴν περὶ´πάντων τούτων, λέγει μοι· Θέλεις ἄλλο ἰδεῖν; κατεπίθυμος ὢν τοῦ θεάσασθαι περιχαρὴς ἐγενόμην τοῦ ἰδεῖν. 2. ἐμβλέψασά μοι ὑπεμειδιασεν καὶ λέγει μοι· Βλέπεις ἑπτὰ γυναῖκας κύκλῳ τοῦ πύργου; Βλέπω, φημί, κυρία. Ὁ πύργος οὗτος ὑπὸ τούτων βαστάζεται κατ’ ἐπιταγὴν τοῦ Κυρίου. 3. ἄκουε νῦν τὰς ἐνεργείας αὐτῶν. ἡ μὲν πρώτη αὐτῶν, ἡ κρατοῦσα τὰς χεῖρας, Πίστις καλεῖται· διὰ ταύτης σώζονται οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. 4. ἡ δὲ ἑτέρα, ἡ περιεζωσμένη καὶ ἀνδριζομένη, Ἐγκράτεια καλεῖται· αὕτη θυγάτηρ ἐστὶν τῆς Πίστεως. ὃς ἂν οὖν ἀκολουθήσῃ αὐτῇ, μακάριος γίνεται ἐν τῇ ζωῇ αὐτοῦ, ὅτι, ἐὰν ἀφέξηται πάσης ἐπιθυμίας πονηρᾶς, κληρονομήσει ζωὴν Ἁπλότης, ἡ δὲ Ἐπιστήμη, ἡ δὲ Ἀκακία, ἡ δὲ Σεμνότης, ἡ δὲ Ἀγάπη. ὅταν οὖν τὰ ἔργα τῆς μητρὸς αὐτῶν. Ἄκουε, φησίν, τὰς δυνάμεις, ἃς ἔχουσιν. 7. κρατοῦνται δὲ ὑπ’ ἀλλήλαις, καθὼς καὶ γεγεννημέναι εἰσίν. ἐκ τῆς Πίστεως γεννᾶται Ἐγκράτεια, ἐκ τῆς Ἐγκρατείας Ἁπλότης, ἐκ τῆς Ἁπλότητος Ἀκακία, ἐκ τῆς Ἀκακίας Σεμνότης, ἐκ τῆς Σεμνότητος Ἐπιστήμη, ἐκ τῆς Ἐπιστήμης Ἀγάπη. τούτων οὖν τὰ ἔργα ἁγνὰ καὶ σεμνὰ καὶ θεῖά ἐστιν. 8. ὃς ἂν οὐν δουλεύσῃ ταύταις καὶ ἰσχύσῃ κρατῆσαι τῶν ἔργων αὐτῶν, ἐν τῷ πύργῳ ἕξει τὴν κατοίκησιν μετὰ τῶν ἁγίων τοῦ Θεοῦ. 9. ἐπηρώτων δὲ αὐτὴν περὶ τῶν καιρῶν, εἰ ἤδη συντέλειά ἐστιν. ἡ δὲ ἀνέκραγε φωνῇ μεγάλῃ λέγουσα· Ἀσύνετε ἄνθρωπε, οὐχ ὁρᾷς τὸν πύργον ἔτι οἰκοδομούμενον; ὡς ἐὰν οὖν συντελεσθῇ ὁ πύργος οἰκοδομούμενος, ἔσει τέλος. ἀλλὰ ταχὺ ἐποικοδομηθήσεται. μηκέτι με ἐπερώτα μηδέν· ἀρκετή σοι ἡ ὑπόμνησις τῶν πνευμάτων ὑμῶν. 10. ἀλλ’ οὐ σοὶ μόνῳ ταῦτα ἀπεκαλύφθη, ἀλλ’ ἵνα πᾶσιν δηλώσῃς αὐτά, 11. μετὰ τρεῖς ἡμέρας, νοῆσαί σε γὰρ δεῖ πρῶτον. ἐντέλλομαι δέ σοι πρῶτον, Ἑρμᾶ, τὰ ῥήματα ταῦτα, ἅ σοι μέλλω λέγειν, λαλῆσαι αὐτὰ πάντα εἰς τὰ ὦτα τῶν ἁγίων, ἵνα ἀκούσαντες αὐτὰ καὶ ποιήσαντες καθαρισθῶσιν ἀπὸ τῶν πονηριῶν αὐτῶν καὶ σὺ δὲ μετ’ αὐτῶν. 8. When then I ceased asking her concerning all these things, she saith to me; "Wouldest thou see something else?" Being very desirous of beholding, I was greatly rejoiced that I should see it. She looked upon me, and smiled, and she saith to me, "Seest thou seven women round the tower?" "I see them, lady," say I. "This tower is supported by them by commandment of the Lord. Hear now their employments. The first of them, the woman with the strong hands, is called Faith; through her are saved the elect of God. And the second, that is girded about and looketh like a man, is called Continence; she is the daughter of Faith. Whosoever then shall follow her, becometh happy in his life, for he shall refrain from all evil deeds, believing that, if he refrain from every evil desire, he shall inherit eternal life.""And the others, lady, who be they?" "They are daughters one of the other. The name of the one is Simplicity, of the next, Knowledge, of the next, Guilelessness, of the next, Reverence, of the next, Love. When then thou shalt do all the works of their mother, thou canst live.""I would fain know, lady," I say, "what power each of them possesseth." "Listen then," saith she, "to the powers which they have. Their powers are mastered each by the other, and they follow each other, in the order in which they were born. From Faith is born Continence, from Continence Simplicity, from Simplicity Guilelessness, from Guilelessness Reverence, from Reverence Knowledge, from Knowledge Love. Their works then are pure and reverent and divine. Whosoever therefore shall serve these women, and shall have strength to master their works, shall have his dwelling in the tower with the saints of God." Then I asked her concerning the seasons, whether the consummation is even now. But she cried aloud, saying, "Foolish man, seest thou not that the tower is still a-building? Whensoever therefore the tower shall be finished building, the end cometh; but it shall be built up quickly. Ask me no more questions: this reminder is sufficient for you and for the saints, and is the renewal of your spirits. But it was not revealed to thyself alone, but in order that thou mightest show these things unto all. After three days— for thou must understand first, and I charge thee, Hermas, first with these words, which I am about to speak to thee—(I charge thee to) tell all these things into the ears of the saints, that hearing them and doing them they may be purified from their wickednesses, and thyself also with them."
IX. Ἀκούσατέ μου, τέκνα· ἐγὼ ὑμᾶς ἐξέθρεψα ἐν πολλῇ ἁπλότητι καὶ ἀκακίᾳ καὶ σεμνότητι διὰ τὸ ἔλεος τοῦ Κυρίου τοῦ ἐφ’ ὑμᾶς στάξαντος τὴν δικαιοσύνην, ἵνα δικαιωθῆτε καὶ ἁγιασθῆτε ἀπὸ πάσης πονηρίας καὶ ἀπὸ πάσης σκολιότηος· ὑμεῖς δέ οὐ θέλετε παῆναι ἀπὸ τῆς πονηρίας ὑμῶν. 2. νῦν οὐν ἀκούσατέ μου καὶ εἰ εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ ἐισκέπτεσθε ἀλλήλους καί ἀντιλαμβάνεσθε ἀλλήλων, καὶ μὴ μόνοι τὰ κτίσματα τοῦ Θεοῦ μεταλαμβάνετε ἐκ καταχύματος, ἀλλὰ μεταδίδοτε καὶ τοῖς ὑστερουμένοις· 3. οἱ μὲν γὰρ ἀπὸ τῶν πολλῶν ἐδεσμάτων ἀσθένειαν τῇ σαρκὶ αὐτῶν ἐπισπῶνται καὶ λυμαίνονται τὴν σάρκα αὐτῶν· τῶν δὲ μὴ ἐχόντων ἐδέσματα λυμαίνεται ἡ σὰρξ αὐτῶν διὰ τὸ μὴ ἔχειν τὸ ἀρκετὸν τῆς τροφῆς, καὶ διαφθείρεται τὸ σῶμα αὐτῶν. 4. αὕτη οὖν ἡ ἀσυνκρασία βλαβερὰ ὑμῖν τοῖς ἔχουσι καὶ μὴ μεταδιδοῦσιν τοῖς ὑστερουμένοις. 5. βλέπετε τὴν κρίσιν τὴν ἐπερχομένην. οἱ ὑπερέχοντες οὖν ἐκζητεῖτε τοὺς πεινωντας, ἕως οὔπω ὁ πύργος ἐτελέσθη· μετὰ γὰρ τὸ τελεσθῆναι τὸν πύργον θελήσετε ἀγαθοποιεῖν, καὶ οὐχ ἕξετε τόπον. 6. βλέπετε οὖν ὑμεῖς οἱ γαυριώμενοι ἐν τῷ πλούτῳ ὑμῶν, μήποτε στενάξουσιν οἱ ὑστερούμενοι καὶ ὁ στεναγμὸς αὐτῶν ἀναβήσεται πρὸς τὸν Κύριον καὶ ἐκκλεισθήσεσθε μετὰ τῶν ἀγαθῶν ὑμῶν ἔξω τῆς θύρας τοῦ πύργου. 7. νῦν οὖν ὑμῖν λέγω τοῖς προηγουμένοις τῆς ἐκκλησίας καὶ τοῖς πρωτοκαθεδρίταις· μὴ γίνεσθε ὅμοιοι τοῖς φαρμακοῖς. οἱ φαρμακοὶ μὲν οὖν τὰ φάρμακα ἑαυτῶν εἰς τὰς πυξίδας βαστάζουσιν, ὑμεῖς δὲ τὸ φάρμακον ὑμῶν καὶ τὸν ἰὸν εἰς τὴν καρδίαν. 8. ἐνεσκιρωμένοι ἐστὲ καὶ οὐ θέλετε καθαρίσαι τὰς καρδίας ὑμῶν καὶ συνκεράσαι ὑμῶν τὴν φρόνησιν ἐπὶ τὸ αὐτὸ ἐν καθαρᾷ καρδίᾳ, ἵνα σχῆτε ἔλεος παρὰ τοῦ βασιλέως τοῦ μεγάλου. 9. βλέπετε οὖν, τέκνα, μήποτε αὗται αἱ διχοσασιαι ἀποστερήσουσιν τὴν ζωὴν ὑμῶν. 10. πῶς ὑμεῖς παιδεύειν θέλετε τοὺς ἐκλεκτοὺς Κυρίου, αὐτοὶ μὴ ἔχοντες παιδείαν; παιδεύετε οὖν ἀλλήλους καὶ εἰρηνεύετε ἐν αὑτοῖς ἵνα κἀγὼ κατέναντι τοῦ πατρὸς ἱλαρὰ σταθεῖσα λόγον ἀποδῶ ὑπὲρ ὑμῶν πάντων τῷ Κυρίῳ. 9. "Hear me, my children. I brought you up in much simplicity and guilelessness and reverence, through the mercy of the Lord, Who instilled righteousness into you, that ye might be justified and sanctified from all wickedness and all crookedness. But ye will not to cease from your wickedness. Now then hear me and be at peace among yourselves, and have regard one to another, and assist one another, and do not partake of the creatures of God alone in abundance, but share them also with those that are in want. For some men through their much eating bring weakness on the flesh, and injure their flesh: whereas the flesh of those who have nought to eat is injured by their not having sufficient nourishment, and their body is ruined. This exclusiveness therefore is hurtful to you that have and do not share with them that are in want. Look ye to the judgment that cometh. Ye then that have more than enough, seek out them that are hungry, while the tower is still unfinished; for after the tower is finished, ye will desire to do good, and will find no place for it. Look ye therefore, ye that exult in your wealth, lest they that are in want shall moan, and their moaning shall go up unto the Lord, and ye with your [abundance of good things be shut outside the door of the tower. Now therefore I say unto you that are rulers of the Church, and that occupy the chief seats; be not ye like unto the sorcerers. The sorcerers indeed carry their drugs in boxes, but ye carry your drug and your poison in your heart. Ye are case-hardened, and ye will not cleanse your hearts and mix your wisdom together in a clean heart, that ye may obtain mercy from the Great King. Look ye therefore, children, lest these divisions of yours deprive you of your life. How is it that ye wish to instruct the elect of the Lord, while ye yourselves have no instruction? Instruct one another therefore, and have peace among yourselves, that I also may stand gladsome before the Father, and give an account concerning you all to your Lord."
X. Ὅτε οὖν ἐπαύσατο μετ’ ἐμοῦ λαλοῦσα, ἦλθον οἱ ἓξ νεανίσκοι οἱ οἰκοδομοῦντες καὶ ἀεήνεγκαν αὐτὴν πρὸς τὸν πύργον, καὶ ἄλλοι τέσσαρες ἦραν τὸ συμψέλιον καὶ ἀπήνεγκαν καὶ αὐτὸ πρὸς τὸ πύργον. τούτων τὸ πρόσωπον οὐκ εἶδον, ὅτι ἀπεστραμμένοι ἦσαν. 2. ὑπάγουσαν δὲ αὐτὴν ἠρώτων, ἵνα μοι ἀποκαλύψῃ περὶ τῶν τριῶν μορφῶν, ἐν αἷς μοι ἐνεφανίσθη. ἀποκριθεῖσά μοι λέγει· Περὶ τούτων ἕτερον δεῖ σε ἐπερωτῆσαι, ἵνα σοι ἀποκαλυφθῇ. 3. ὤφθη δέ μοι, ἀδελφοί, τῇ μὲν πρώτῃ ὁράσει τῇ περυσινῇ λίαν πρεσβυτέρα καὶ ἐν καθέδρᾳ καθημένη. 4. τῇ δὲ ἑτέρα ὁράσει τῆν μὲν ὄψιν νεωτέραν εἶχεν, τὴν δὲ σάρκα καὶ τὰς ἱλαρωτέρα δὲ ἦν ἢ τὸ πρότερον. 5. τῇ δὲ τρίτῃ ὁράσει ὅλη νεωτέρα καὶ κάλλει ἐκπρεπεστάτη, μόνας δὲ τὰς τρίχας πρεσβυτέρας εἶχεν· ἱλαρὰ δὲ εἰς τέλος ἦν καὶ ἐπὶ συμψελίου καθημένη. 6. περὶ τούτων περίλυπος ἤμην λίαν τοῦ γνῶναί με τὴν ἀποκάλυψιν ταύτην, καὶ βλέπω τὴν πρεσβυτέραν ἐν ὁράματι τῆς νυκτὸς λέγουσάν μοι. Πᾶσα ἐρώτησις ταπεινοφροσύνης χρῄζει. νήστευσον οὖν, καὶ λήμψῃ ὃ αἰτεῖς παρὰ τοῦ Κυρίου. 7. ἐνήστευσα οὖν μίαν ἡμέραν, καὶ αὐτῇ τῇ νυκτί μοι ὤφθη νεανίσκος καὶ λέγει μοι· Τί σὺ ὑπὸ χεῖρα αἰτηεῖς ἀποκαλύψεις ἐν δεήσει; βλέπε, μήποτε πολλὰ αἰτούμενος βλάψῃς σου τὴν σάρκα. 8. ἀρκοῦσίν σοι αἱ ἀποκαλύψεις αὗται. μήτι δύνῃ ἰσχυροτέρας ἀποκαλύψεις ὧν ἑώρακας ἰδεῖν; 9. ἀποκριθείς αὐτῷ λέγω· Κύριε, τοῦτο μόνον αἰτοῦμαι, περὶ τῶν τριῶν μορφῶν τῆς πρεσβυτέρας ἵνα ἀποκάλυψις ὁλοτελὴς γένηται. ἀποκριθείς μοι λέγει· Μέχρι τίνος ἀσύνετοί ἐστε; ἀλλ’ αἱ διψυχίαι ὑμῶν ἀσυνέτους ὑμᾶς ποιοῦσιν καὶ τὸ μὴ ἔχειν τὴν καρδίαν ὑμῶν πρὸς τὸν Κύριον. 10. ἀποκριθεὶς αὐτῷ πάλιν εἶπον· Ἀλλ’ ἀπὸ σοῦ, κύριε, ἀκριβέστερον αὐτὰ γνωσόμεθα. 10. When then she ceased speaking with me, the six young men, who were building, came, and took her away to the tower, and other four lifted the couch, and took it also away to the tower. I saw not the face of these, for they were turned away. And, as she went, I asked her to reveal to me concerning the three forms, in which she had appeared to me. She answered and said to me; "As concerning these things thou must ask another, that they may be revealed to thee." Now she was seen of me, brethren, in my first vision of last year, as a very aged woman and seated on a chair. In the second vision her face was youthful, but her flesh and her hair were aged, and she spake to me standing; and she was more gladsome than before. But in the third vision she was altogether youthful and of exceeding great beauty, and her hair alone was aged; and she was gladsome exceedingly and seated on a couch. Touching these things I was very greatly anxious to learn this revelation. And I see the aged woman in a vision of the night, saying to me, "Every enquiry needs humility. Fast therefore, and thou shalt receive what thou askest from the Lord." So I fasted one day; and that very night there appeared unto me a young man, and he saith to me, "Seeing that thou askest me revelations offhand with entreaty, take heed lest by thy much asking thou injure thy flesh. Sufficient for thee are these revelations. Canst thou see mightier revelations than those thou hast seen?" I say unto him in reply, "Sir, this one thing alone I ask, concerning the three forms of the aged woman, that a complete revelation may be vouchsafed me." He saith to me in answer, How long are ye without understanding? It is your double-mindedness that maketh you of no understanding, and because your heart is not set towards the Lord." I answered and said unto him again, "From thee, Sir, we shall learn the matters more accurately."
XI. Ἄκουε, φησίν, περὶ τῶν μορφῶν ὧν ἐπιζητεῖς. 2. τͅτῇ μὲν πρώτῇ ὁράσει διατί πρεσβυτέρα ὤφθη σοι καὶ ἐπὶ καθέδραν καθημέη; ὅτι τὸ πνεῦμα ὑμῶν πρεσβύτερον καὶ ἤδη μεμαραμμένον καὶ μὴ ἔχον δύναμιν ἀπὸ τῶν μαλακιῶν ὑμῶν καὶ διψυχιῶν· 3. ὥσπερ γὰρ οἱ πρεσβύτεροι, μηκέτι ἔχοντες ἐλπίδα τοῦ ἀνανεῶσαι, οὐδὲν ἄλλο προσδοῶσιν εἰ μὴ τὴν κοίμησιν αὐτῶν, οὕτως καὶ ὑμεῖς μαλακισθέντες ἀπὸ τῶν βιωτικῶν πραγμάτων παρεδώκατε ἑαυτοὺς εἰς τὰς ἀκηδίας καὶ οὐκ ἐπερίψατε ἑαυτῶν τὰς μερίμνας ἐπὶ τὸν Κύριον· [...] ἀλλὰ ἐθραύσθη ὑμῶν ἡ διάνοια καὶ ἐπαλαιώθητε ταῖς λύπαις ὑμῶν. 4. Διατί οὖν ἐν καθέδρᾳ ἐκάθητο, ἤθελον γνῶναι, κύριε. Ὅτι πᾶς ἀσθενὴς εἰς καθέδραν καθέζεται διὰ τὴν ἀσθένειαν αὐτοῦ, ἵνα συνκρατηθῇ ἡ ἀσθένεια τοῦ σώματος αὐτοῦ. ἔχεις τὸν τύπον τῆς πρώτης ὁράσεως. 11. Listen," saith he, "concerning the three forms, of which thou enquirest. In the first vision wherefore did she appear to thee an aged woman and seated on a chair? Because your spirit was aged, and already decayed, and had no power by reason of your infirmities and acts of double-mindedness. For as aged people, having no longer hope of renewing their youth, expect nothing else but to fall asleep, so ye also, being weakened with the affairs of this world gave yourselves over to repining, and cast not your cares on the Lord; but your spirit was broken, and ye were aged by your sorrows.""Wherefore then she was seated on a chair, I would fain know, Sir." "Because every weak person sits on a chair by reason of his weakness, that the weakness of his body may be supported. So thou hast the symbolism of the first vision."
XII. Τῇ δὲ δευτέρᾳ ὁράσει εἶδες αὐτὴν ἑστηκυῖαν καὶ τὴν ὄψιν νεωτέραν ἔχουσαν καὶ ἱλαρωτέραν παρὰ τὸ πρότερον, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας. ἄκουε, φησίν, καὶ ταύτην τὴν παραβολήν· 2. ὁταν πρεσβύτερός τις, ἤδη ἀφηλπικὼς ἑαυτὸν διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ τὴν πτωχότητα, οὐδὲν ἕτερον προσδέχεται εἰ μὴ τὴν ἐσχάτην ἡμέραν τῆς ζωῆς αὐτοῦ· εἶτα ἐξαίφνης κατελείφθη αὐτῷ κληρονομία, ἀκούσας δὲ ἐξηγέρθη καὶ περιχαρὴς γενόμενος ἐνεδύσατο τὴν ἰσχύν· καὶ οὐκέτι ἀνακεῖται, ἀλλὰ ἕστηκεν, καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα τὸ ἤδη ἐφθαρμένον ἀπὸ τῶν προτέρων αὐτοῦ πράξεων, καὶ οὐκέτι κάθηται, ἀλλὰ ἀνδρίζεται· οὕτως καὶ ὑμεῖς, ἀκούσαντες τὴν ἀποκάλυψιν, ἣν ὑμῖν ὁ Κύριος ἀπεκάλυψεν, 3. ὅτι ἐσπλαγχνίσθη ἐφ’ ὑμᾶς, καὶ ἀνενεώσατο τὰ πνεύματα ὑμῶν καὶ ἀπέθεσθε τὰς μαλακίας ὑμῶν, καὶ προσῆλθεν ὑμῖν ἰσχυρότης καὶ ἐνεδυναμώθητε ἐν τῇ πίστει, καὶ ἰδὼν ὁ Κύριος τὴν ἰσχυροποίησιν ὑμῶν ἐχάρη· καὶ διὰ τοῦτο ἐδήλωσεν ὑμῖν τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἕτερα δηλώσει, ἐὰν ἐξ ὅλης καρδίας εἰρηνεύετε ἐν ἑαυτοῖς. 12. "But in the second vision thou sawest her standing, and with her countenance more youthful and more gladsome than before; but her flesh and her hair aged. Listen to this parable also," saith he. "Imagine an old man, who has now lost all hope of himself by reason of his weakness and his poverty, and expecteth nothing else save the last day of his life. Suddenly an inheritance is left him. He heareth the news, riseth up and full of joy clothes himself with strength, and no longer lieth down, but standeth up, and his spirit, which was now broken by reason of his former circumstances, is renewed again, and he no longer sitteth, but taketh courage; so also was it with you, when you heard the revelation which the Lord revealed unto you. For He had compassion on you, and renewed your spirits, and ye laid aside your maladies, and strength came to you, and ye were made powerful in the faith, and the Lord rejoiced to see you put on your strength. And therefore He showed you the building of the tower; yea, and other things also shall He show you, if with your whole heart ye be at peace among yourselves.
XIII. Τῇ δὲ τρίτῃ ὁράσει εἶδες αὐτὴν νεωτέραν καὶ καλὴν καὶ ἱλαρὰν καὶ καλὴν τὴν μορφὴν αὐτης· 2. ὡς ἐὰν γάρ τινι λυπουμένῳ ἔλθῃ ἀγγελία ἀγαθή τις, εὐθὺς ἐπελάθετο τῶν προτέρων λυπῶν καὶ οὐδὲν ἄλλο προσδέχεται εἰ μὴ τὴν ἀγγελίαν, ἣν ἤκουσεν, καὶ ἰσχυροποιεῖται λοιπὸν εἰς τὸ ἀγαθὸν καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα διὰ τὴν χαράν, ἣν ἔλαβεν· οὕτως καὶ ὑμεῖς ἀνανέωσιν εἰλήφατε τῶν πνευμάτων ὑμῶν ἰδόντες ταῦτα τὰ ἀγαθά. 3. καὶ ὅτι ἐπὶ συμψελίου εἶδες καθημένην, ἰσχυρὰ ἡ θέσις, ὅτι τέσσαρας πόδας ἔχει τὸ συμψέλιον καὶ ἰσχυρῶς ἕστηκεν· καὶ γὰρ ὁ κόσμος διὰ τεσσάρων στοιχείων κρατεῖται. 4. οἱ οὖν μετανοήσαντες ὅλης καρδίας μετανοήσαντες. ἀπέχεις ὁλοτελῆ τὴν ἀποκάλυψιν· μηκέτι μηδὲν αἰτήσῃς περὶ ἀποκαλύψεως, ἐάν τι δὲ δέῃ, ἀποκαλυφθήσεταί σοι. 13. But in the third vision ye saw her younger and fair and gladsome, and her form fair. For just as when to some mourner cometh some piece of good tidings, immediately he forgetteth his former sorrows, and admitteth nothing but the tidings which he hath heard, and is strengthened thenceforth unto that which is good, and his spirit is renewed by reason of the joy which he hath received; so also ye have received a renewal of your spirits by seeing these good things. And whereas thou sawest her seated on a couch, the position is a firm on; for the couch has four feet and standeth firmly; for the world too Is upheld by means of four elements. They then that have fully repented shall be young again, and founded firmly, seeing that they have repented with their whole heart. There thou hast the revelation entire and complete. Thou shalt ask nothing more as touching revelation— but if anything be lacking still, it shall be revealed unto thee."

Ὅρασις δ’


[Vision 4]

I. Ἣν εἶδον, ἀδελφοί, μετὰ ἡμέρας εἴκοσι τῆς προτέρας ὁράσεως τῆς γενομένης, εἰς τύπον τῆς θλίψεως τῆς ἐπερχομένης. 2. ὑπῆγον εἰς ἀγρὸν τῂ ὁδῷ τῇ καμπανῇ. ἀπὸ τῆς ὁδοῦ τῆς δημοσίας ἐστὶν ὡσεὶ στάδια δέκα· ῥᾳδίως δὲ ὁδεύεται ὁ τόπος. 3. μόνος οὖν περιπατῶν ἀξιῶ τὸν Κύριον, ἵνα τὰς ἀποκαλύψεις καὶ τὰ ὁράματα, ἃ μοι ἔδειξεν διὰ τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ, τελειώσῃ, ἵνα με ἰσχυροποιήσῃ καὶ δῷ τὴν μετάνοιαν τοῖς δούλοις αὐτοῦ τοῖς ἐσκανδαλισμένοις, ἵνα δοξασθῇ τὸ ὄνομα αὐτοῦ τὸ μέγα καὶ ἔνδοξον, ὅτι με ἄξιον ἡγήσατο τοῦ δεῖξαί μοι τὰ θαυμάσια αὐτοῦ. 4. καὶ δοξάζοντός μου καὶ εὐχαριστοῦντος αὐτῷ, ὡς ἦχος φωνῆς μοι ἀπεκρίθη· Μὴ διψυχήσεις, Ἑρμᾶ. εν ἐμαυτῷ ἠρξάμην διαλογιζεσθαι καὶ λέγειν· Ἐγὼ τί ἔχω διψυχῆσαι, οὕτω τεθεμελιωμένος ὑπὸ τοῦ Κυρίου καὶ ἰδὼν ἔνδοξα πράγματα; 5. καὶ προσέβην μικρόν, ἀδελφοί, καὶ ἰδού, βλέπω κονιορτὸν ὡς εἰς τὸν οὐρανὸν καὶ ἠρξάμην λέγειν ἐν ἐμαυτῷ· Μήποτε κτήνη ἔρχονται καὶ κονιορτὸν ἐγείρουσιν; οὕτω δὲ ἦν ἀπ’ ἐμοῦ ὡς ἀπὸ σταδίου. 6. γινομένου μείζονος καὶ μείζονος κονιορτοῦ ἥλιος καί ἰδού, βλέπω θηρίον μέγιστον ἐξέλαμψεν ὁ ἥλιος καὶ ἰδού, βλέπω θηρίον μέγιστον ὡσεὶ κῆτός τι, και ἐκ τοῦ στόματος αὐτοῦ ἀρίδες πυριναι ἐξεπορεύοντο· ἦν δὲ τὸ θηρίον τῷ μήκει ὡσεὶ ποδῶν ρ’, τὴν δὲ κεφαλὴν εἶχεν ὡσεὶ κεράμου. 7. καὶ ἠρξάμην κλαίειν καὶ ἐρωτᾶν τὸν Κύριον, ἵνα με λυτρώσηται ἐξ αὐτοῦ· καὶ ἐπανεμνήσθην τοῦ ῥήματος οὗ ἀκηκόειν· Μὴ διψυχήσεις, Ἑρμᾶ. 8. ἐνδυσάμενος οὖν, ἀδελφοί, τὴν πίστιν τοῦ Κυρίου καὶ μνησθεὶς ὧν ἐδίδαξέν με μεγαλείων, θαρσήσας εἰς τὸ θηρίον ἐμαυτὸν ἔδωκα. οὕτω δὲ ἤρχετο τὸ θηρίον ῥοίζῳ, ὥστε δύνασθαι αὐτὸ πόλιν λυμᾶναι. 9. ἔρχομαι ἐγγὺς αὐτοῦ, καὶ τὸ τηλικοῦτο κῆτος ἐκτείνει ἑαυτὸ χαμαὶ καὶ οὐδὲν εἰ μὴ τὴν γλῶσσαν προέβαλλεν καὶ ὅλως οὐκ ἐκινήθη, μέχρις ὅτε παρῆλθον αὐτό· 1̓10. εἶχεν δὲ τὸ θηρίον ἐπὶ τῆς κεφαλῆς χρώματα τέσσαρα· μέλαν, εἶτα πυροειδὲς καὶ αἱματῶδες, εἶτα χρυσοῦν, εἶτα λευκόν. 1. The fourth vision which I saw, brethren, twenty days after the former vision which came unto me, for a type of the impending tribulation. I was going into the country by the Companion Way. From the high road, it is about ten stades; and the place is easy for traveling. While then I am walking alone, I entreat the Lord that He will accomplish the revelations and the visions which He showed me through His holy Church, that He may strengthen me and may give repentance to His servants which have stumbled, that His great and glorious Name may be glorified, for that He held me worthy that He should show me His marvels. And as I gave glory and thanksgiving to Him, there answered me as it were the sound of a voice, "Be not of doubtful mind, Hermas." I began to question in myself and to say, "How can I be of doubtful mind, seeing that I am so firmly founded by the Lord, and have seen glorious things?" And I went on a little, brethren, and behold, I see a cloud of dust rising as it were to heaven, and I began to say within myself, "Can it be that cattle are coming, and raising a cloud of dust?" for it was just about a stade from me. As the cloud of dust waxed greater and greater, I suspected that it was something supernatural. Then the sun shone out a little, and behold, I see a huge beast like some sea-monster, and from its mouth fiery locusts issued forth. And the beast was about a hundred feet in length, and its head was as it were of pottery. And I began to weep, and to entreat the Lord that He would rescue me from it. And I remembered the word which I had heard, "Be not of doubtful mind, Hermas." Having therefore, brethren, put on the faith of the Lord and called to mind the mighty works that He had taught me, I took courage and gave myself up to the beast. Now the beast was coming on with such a rush, that it might have ruined a city. I come near it, and, huge monster as it was, it stretcheth itself on the ground, and merely put forth its tongue, and stirred not at all until I had passed by it. And the beast had on its head four colors; black then fire and blood color, then gold, then white.
II. Μετὰ δὲ τὸ παρελθεῖν με τὸ θηρίον καὶ προελθεῖν ὡσεὶ πόδας τριάκοντα, ἰδού, ὑπαντᾷ μοι παρθένος κεκοσμημένη ὡς ἐκ νυμῶνος ἐκπορευμένη, ὅλη ἐν λευκοῖς καὶ ὑποδήμασιν λευκοῖς, κατακεκαλυμμένη ἕως τοῦ μετώπου, ἐν μίτρͅ δὲ ἦν ἡ κατακάλυψις αὐτῆς· εἶχεν δὲ τὰς τρίχας αὐτῆς λευκάς. 2. ἔγνων ἐγὼ ἐκ τῶν προτέρων ὁραμάτων, ὅτι ἡ Ἐκκλησία ἐστίν, καὶ ἱλαρώτερος ἐγενόμην. ἀσπάζεταί με λέγουσα· Χαῖρε σύ, ἄνθρωπε. καὶ ἐγὼ αὐτὴν ἀντησπασάμην· Κυρία, χαῖρε. 3. ἀποκριθεῖσά μοι λέγει· Οὐδέν σοι ἀπήντησεν; λέγω αὐτῇ· Κυρία, τηλικοῦντο θηρίον, δυνάμενον λαοὺς διαφθεῖραι· ἀλλὰ τͅτῃ δυνάμει τοῦ Κυρίου καὶ τῇ πολυσπλαγχνίᾳ αὐτοῦ ἐξέφυγον αὐτό. 4. [...] Καλῶς ἐξέφυγες, φησίν, ὅτι τὴν μέριμνάν σου ἐπὶ τὸν Θεὸν ἐπέριψας καὶ τὴν καρδίαν σου ἤνοιξας πρὸς τὸν Κύριον, πιστεύσας, ὅτι δι’ οὐδενὸς δύνῃ σωθῆναι εἰ μὴ διὰ τοῦ μεγάλου καὶ ἐνδόξου καὶ ἐνδόξου ὀνόματος. διὰ τοῦτο ὁ Κύριος ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ τὸν ἐπῖ τῶν θηρίων ὄντα, οὗ τὸ ὀνόμά ἐστιν Σεγρί, καὶ ἐνέφραξεν τὸ στόμα αὐτοῦ, ἵνα μή σε λυμάνῃ. μεγάλην θλῖψιν ἐκπέφευγας διὰ τὴν πίστιν σου καὶ ὅτι τηλικοῦντο θηρίον ἰδὼν οὐκ ἐδιψύχησας· 5. ὕπαγε οὖν καὶ ἐξήγησαι τοῖς ἐκλεκτοῖς τοῦ Κυρίου τὰ μεγαλεῖα αὐτοῦ καὶ εἰπὲ αὐτοῖς, ὅτι τὸ θηρίον τοῦτο τύπος ἐστὶν θλίψεως τῆς μελλούσης τῆς μεγάλης· ἐὰν οὖν προετοιμάσησθε καὶ μετανοήσητε ἐξ ὅλης καρδίας ὑμῶν πρὸς τὸν Κύριον, δυνήσεσθε ἐκφυγεῖν αὐτήν, ἐὰν ἡ καρδία ὑμῶν γένηται καθαρὰ καὶ ἄμωμος καὶ τὰς λοιπὰς τῆς ζωῆς ἡμέρας ὑμῶν δουλεύσητε τῷ Κυρίῳ ἀμέμπτως. [...] ἐπιρίψατε τὰς μερίμνας ὑμῶν ἐπὶ τὸν Κύριον, καὶ αὐτὸς κατορθώσει αὐτάς. 6. πιστεύσατε τῷ Κυρίῳ, οἱ δίψυχοι, ὅτι δίψυχοι, ὅτι πάντα δύναται καὶ ἀποστρέφει τὴν ὀργὴν αὐτοῦ ἀφ’ ὑμῶν καὶ ἐξαποστέλλει μάστιγας ὑμῖν τοῖς διψύχοις. οὐαὶ τοῖς ἀκούσασιν τὰ ῥήματα ταῦτα καὶ παρακούσασιν· [...] αἱρετώτερον ἦν αὐτοῖς τὸ μὴ γεννηθῆναι. 2. Now after I had passed the beast, and had gone forward about thirty feet, behold, there meeteth me a virgin arrayed as if she were going forth from a bridal-chamber all in white and with white sandals, veiled up to her forehead, and her head-covering consisted of a turban, and her hair was white. I knew from the former Visions that it was the Church, and I became more cheerful. She saluteth me, saying, "Good morrow, my good man"; and I saluted her in turn, "Lady, good morrow." She answered and said unto me, "Did nothing meet thee? "I say unto her, Lady, such a huge beast, that could have destroyed whole peoples: but, by the power of the Lord and by His great mercy, I escaped it.""Thou didst escape it well," saith she, "because thou didst cast thy care upon God, and didst open thy heart to the Lord, believing that thou canst be saved by nothing else but by His great and glorious Name. Therefore the Lord sent His angel, which is over the beasts, whose name is Segri, and shut his mouth that it might not hurt thee. Thou hast escaped a great tribulation by reason of thy faith, and because, though thou sawest so huge a beast, thou didst not doubt in thy mind. Go therefore, and declare to the elect of the Lord His mighty works, and tell them that this beast is a type of the great tribulation which is to come. If therefore ye prepare yourselves beforehand, and repent (and turn) unto the Lord with your whole heart, ye shall be able to escape it, if your heart be made pure and without blemish, and if for the remaining days of your life ye serve the Lord blamelessly. Cast your cares upon the Lord and He will set them straight. Trust ye in the Lord, ye men of doubtful mind, for He can do all things, yea, He both turneth away His wrath from you, and again He sendeth forth His plagues upon you that are of doubtful mind. Woe to them that hear these words and are disobedient; it were better for them that they had not been born."
III. Ἠρώτησα αὐτὴν περὶ τῶν τεσσάρων χρωμάτων ὧν εἶχεν τὸ θηρίν εἰς τὴν κεφαλήν. ἡ δὲ ἀποκριθεῖσά μοι λέγει· Πάλιν περίεργος εἶ περὶ τοιούτων πραγμάτων. Ναί, φημί, κυρία· γνώρισόν μοι, τί ἐστιν ταῦτα. 2. Ἄκουε, φησίν· τὸ μὲν μέλαν οὗτος ὁ κόσμος ἐστίν, ἐν ᾧ κατοικεῖτε· 3. τὸ δὲ πυροειδες, ὅτι δεῖ τὸν κόσμον τοῦτον δι’ αἵματος καὶ πυρὸς ἀπόλλυσθαι· 4. τὸ δὲ χρυσοῦν μέρος ὑμεῖς ἐστε [...] οἱ ἐκωυγόντες τὸν κόσμον τοῦτον. ὥσπερ γὰρ τὸ χρυσίον δοκιμάζεται διὰ τοῦ πυρὸς καὶ εὔχρηστον γίνεται, οὕτως καὶ ὑμεῖς δοκιμάζεσθε οἱ κατοικοῦντες ἐν αὐτοῖς. οἱ οὖν μείναντες και πυρωθέντες ὑπ’ αὐτῶν καθαρισθήσεσθε. ὥσπερ τὸ χρυσίον ἀποβάλλει πᾶσαν λύπην καὶ στενοχωρίαν, καὶ καθαρισθήσεσθε καὶ χρήσιμοι ἔσεσθε εἰς τὴν οἰκοδομὴν τοῦ πύργου. 5. τὸ δὲ λευκὸν μέρος ὁ αἰὼν ὁ ἐπερχόμεός ἐστιν, ἐν ᾧ κατοικήσουσιν οἱ ἐκλεκτὶ τοῦ Θεοῦ· ὅτι ἄσπιλοι καὶ καθαροὶ ἔσονται οἱ ἐκλελεγμένοι ὑπὸ τοῦ Θεοῦ εἰς ζωὴν αἰώνιον. 6. σὺ οὖν μὴ διαλίῃς λαλῶν εἰς τὰ ὦτα τῶν ἁγίων. ἔχετε καὶ τὸν τύπον τῆς θλιπψεως τῆς ἐρχομένης μεγάλης. ἐὰν δὲ ὑμεῖς θελήσητε, οὐδὲν ἔσται. μνημονεύετε τὰ προγεγραμμένα. 7. ταῦτα εἴπασα ἀπῆλθεν, καὶ οὐκ εἶδον, ποίῳ τόπον ἀπῆλθεν, καὶ οὐκ εἶδον, ποίῳ τόπῳ ἀπῆλθεν· νέφος γὰρ ἐγένετο· κἀγὼ ἐπεστράφην εἰς τὰ ὀπίσω φοβηθείς, δοκῶν ὅτι τὸ θηρίον ἔρχεται. 3. I asked her concerning the four colors, which the beast had upon its head. Then she answered me and said, "Again thou art curious about such matters." "Yes, lady," said I, "make known unto me what these things are.""Listen," said she; "the black is this world in which ye dwell; and the fire and blood color showeth that this world must perish by blood and fire; and the golden part are ye that has escaped from this world. For as the gold is tested by the fire and is made useful, so ye also [that dwell in it] are being tested in yourselves. Ye then that abide and pass through the fire will be purified by it. For as the old loses its dross. so Ye also shall cast away all sorrow and tribulation, and shall be purified, and shall be useful for the building of the tower. But the white portion is the coming age, in which the elect of God shall dwell; because the elect of God shall be without spot and pure unto life eternal. Wherefore cease not thou to speak in the ears of the saints. Ye have now the symbolism also of the tribulation which is coming in power. But if ye be willing, it shall be nought. Remember ye the things that are written beforehand." With these words she departed, and I saw not in what direction she departed; for a noise was made: and I turned back in fear, thinking that the beast was coming.

Ἀποκάλυψις ε’


Revelation 5

Προσευξαμένου μου ἐν τῷ οἴκῳ καὶ καθίσαντος εἰς τὴν κλίνην εἰςῆλθεν ἀνήρ ἔδοξος τῇ ὄψει, σχήματι ποιμενικῷ, περικείμενος δέρμα ἄγειον λευκὸν καὶ πήραν ἔχων ἐπὶ τῶν ὤμων καὶ ῥάβδον εἰς τὴν χεῖρα. καὶ ἠσπάσατό με, κἀγὼ ἀντηπασάμην αὐτόν. 2. καὶ εὐθὺς παρεκάθισέν μοι καὶ λέγει μοι· Ἀπεστάλην ὑπὸ τοῦ σεμνοτάτου ἀγγέλου, ἵνα μετὰ σοῦ οἰκήσω τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς σου. 3. ἔδοξα ἐγώ, ὅτι πάρεστιν ἐκπειράζων με, καὶ λέγω αὐτῷ· Σὺ γὰρ τίς εἶ; ἐγὼ γάρ, φημί, γινώσκω ᾧ παρεδόθην. λέγει μοι· Οὐκ ἐπιγινώσκω, ᾧ παρεδόθην. λέγει μοι· Οὐκ ἐπιγινώσκεις με; Οὔ, φημί. Ἐγώ, φησίν, εἰμὶ ὁ ποιμήν, ᾧ παρεδόθης. 4. ἔτι λαλοῦντος αὐτοῦ ἠλλοιώθη ἡ ἰδέα αὐτοῦ, καὶ ἐπέγνων αὐτόν, ὅτι ἐκεῖνος ἦν, ᾧ παρεδόθην, καὶ εὐθὺς συνεχύθην καὶ φόβος με ἔλαβεν καὶ ὅλος συνεκόπην ἀπὸ τῆς λύπης, ὅτι οὕτως αὐτῷ ἀπεκρίθην πονηρῶς καὶ ἀφρόνως. 5. ὁ δὲ ἀποκριθείς μοι λέγει· Μὴ συγχύννου, ἀλλὰ ἰσχυροποιοῦ ἐν ταῖς ἐντολαῖς μου αἷς σοι μέλλω ἐντέλλεσθαι. ἀπεστάλην γάρ, φησίν, ἵνα ἃ εἶδες πρότερον πάντα σοι πάλιν δείξω, αὐτὰ τὰ κεφάλαια τὰ ὄντα ὑμῖν σύμφορα. πρῶτον πάντων τὰς ἐντολάς μου γράψον καὶ τὰς παραβολάς· τὰ δὲ ἕτερα, καθώς σοι δείξω, οὕτως γράψεις· διὰ τοῦτο, φησίν, ἐντέλλομαί σοι πρῶτον γράψαι τὰς ἐντολὰς καὶ παραβολάς, ἵνα ὑπὸ χεῖρα ἀναγινώσκης αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς. 6. ἔγραψα οὖν τὰς ἐντολὰς καὶ παραβολάς, καθὼς ἐνετείλατό μοι. 7. ἐὰν οὖν ἀκούσαντες αὐτὰς φυλάξητε καὶ ἐν αὐταῖς πορευθῆτε καὶ ἐργάσησθε αὐτὰς ἐν καθαρᾷ καρδίᾳ, ἀπολήμψεσθε ἀπὸ τοῦ Κυρίου, ὅσα ἐπηγγείλατο ὑμῖν· ἐὰν δὲ ἀκούσαντες μὴ μετανοήτε, ἀλλ’ ἔτι προσθῆτε ταῖς ἁμαρτίαις ὑμῶν, ἀπολήμψεσθε παρὰ τοῦ Κυρίου τὰ ἐναντία. ταῦτά μοι πάντα οὕτως γράψαι ὁ ποιμὴν ἐνετείλατο, ὁ ἄγγελος τῆς μετανοίας. As I prayed in the house, and sat on the couch, there entered a man glorious in his visage, in the garb of a shepherd, with a white skin wrapped about him, and with a wallet on his shoulders and a staff in his hand. And he saluted me, and I saluted him in return. And he immediately sat down by my side, and he saith unto me, "I was sent by the most holy angel, that I might dwell with thee the remaining days of thy life." I thought he came to tempt me, and I say unto him, "Why, who art thou? For I know," say I, "unto whom I was delivered." He saith to me, "Dost thou not recognize me?" "No," I say. "I," saith he, "am the shepherd, unto whom thou wast delivered." While he was still speaking, his form was changed, and I recognized him as being the same, to whom I was delivered; and straightway I was confounded, and fear seized me, and I was altogether overwhelmed with distress that I had answered him so wickedly and senselessly. But he answered and said unto me, "Be not confounded, but strengthen thyself in my commandments which I am about to command thee. For I was sent," saith he, "that I might show thee again all the things which thou didst see before, merely the heads which are convenient for you. First of all, write down my commandments and my parables; and the other matters thou shalt write down as I shall show them to thee. The reason why," saith he, "I command thee to write down first the commandments and parables is, that thou mayest read them off-hand, and mayest be able to keep them." So I wrote down the commandments and parables, as he commanded me. If then, when ye hear them, ye keep them and walk in them, and do them with a pure heart, ye shall receive from the Lord all things that He promised you; but if, when ye hear them, ye do not repent, but still add to your sins, ye shall receive from the Lord the opposite. All these the shepherd, the angel of repentance. commanded me to write.