| ΓΕΝΕΣΙΣ ΚΟΣΜΟΥ | << Genesis: 25 >> | The Septuagint (Brenton) | |
|---|---|---|---|
| 1 | Προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναῖκα, ᾗ ὄνομα Χεττουρα. | Generations - Abraham. Gn.25.1-6 | |
| 2 | ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε. | ||
| 3 | Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν· υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ. | ||
| 4 | υἱοὶ δὲ Μαδιαμ· Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττουρας. | ||
| 5 | Ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ισαακ τῷ υἱῷ αὐτοῦ, | ||
| 6 | καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. | ||
| 7 | Ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Αβρααμ, ὅσα ἔζησεν· ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη. | The death of Abraham. Gn.25.7-11 | |
| 8 | καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. | ||
| 9 | καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Εφρων τοῦ Σααρ τοῦ Χετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρη, | ||
| 10 | τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Αβρααμ παρὰ τῶν υἱῶν Χετ, ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ. | ||
| 11 | ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως. | ||
| 12 | Αὗται δὲ αἱ γενέσεις Ισμαηλ τοῦ υἱοῦ Αβρααμ, ὃν ἔτεκεν Αγαρ ἡ παιδίσκη Σαρρας τῷ Αβρααμ, | Generations - Ishmael. Gn.25.12-18 | |
| 13 | καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισμαηλ κατ' ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ | ||
| 14 | καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση | ||
| 15 | καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναφες καὶ Κεδμα. | ||
| 16 | οὗτοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν. | ||
| 17 | καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ισμαηλ· ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη· καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. | ||
| 18 | κατῴκησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ, ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν. | ||
| 19 | Καὶ αὗται αἱ γενέσεις Ισαακ τοῦ υἱοῦ Αβρααμ· Αβρααμ ἐγέννησεν τὸν Ισαακ. | The birth of Esau and Jacob. Gn.25.19-26 | |
| 20 | ἦν δὲ Ισαακ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λαβαν τοῦ Σύρου ἑαυτῷ γυναῖκα. | ||
| 21 | ἐδεῖτο δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτοῦ. | ||
| 22 | ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ Εἰ οὕτως μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου, | ||
| 23 | καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, | ||
| 24 | καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. | ||
| 25 | ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ησαυ. | ||
| 26 | καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ησαυ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιακωβ. Ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα. | ||
| 27 | Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος, Ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. | Esau sells his birthright. Gn.25.27-34 | |
| 28 | ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ. | ||
| 29 | ἥψησεν δὲ Ιακωβ ἕψεμα· ἦλθεν δὲ Ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων, | ||
| 30 | καὶ εἶπεν Ησαυ τῷ Ιακωβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Εδωμ. | ||
| 31 | εἶπεν δὲ Ιακωβ τῷ Ησαυ Ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. | ||
| 32 | εἶπεν δὲ Ησαυ Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; | ||
| 33 | καὶ εἶπεν αὐτῷ Ιακωβ Ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τῷ Ιακωβ. | ||
| 34 | Ιακωβ δὲ ἔδωκεν τῷ Ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ, καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια. | ||