katapi New Study Bible - OLD TESTAMENT in Greek || English (Brenton-Revised Standard Version)

katapi HOME | DB1 | | about 1 Chronicles | contents | by passage | ← search | notes |

 ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α << 1 Chronicles: 9 >>The Septuagint (Brenton)

1 Καὶ πᾶς Ισραηλ, ὁ συλλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. Those who returned from captivity. 1Chr.9.1-9And [this is] all Israel, [even] their enrolment: and these [are] written down in the book of the kings of Israel and Juda, with the [names of them] that were carried away to Babylon for their transgressions.
2 καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν· Ισραηλ, οἱ ἱερεῖς, οἱ Λευῖται καὶ οἱ δεδομένοι.  And they that dwelt before in their possessions in the cities of Israel, the priests, the Levites, and the appointed ones.
3 Καὶ ἐν Ιερουσαλημ κατῴκησαν ἀπὸ τῶν υἱῶν Ιουδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ ἀπὸ τῶν υἱῶν Εφραιμ καὶ Μανασση·  And there dwelt in Jerusalem some of the children of Juda, and of the children of Benjamin, and of the children of Ephraim, and Manasse.
4 Γωθι υἱὸς Αμμιουδ υἱοῦ Αμρι υἱοῦ υἱῶν Φαρες υἱοῦ Ιουδα.  And Gnothi, and the son of Samiud, the son of Amri, the son of Ambraim, the son of Buni, son of the sons of Phares, the son of Juda.
5 καὶ ἐκ τῶν Σηλωνι· Ασαια πρωτότοκος αὐτοῦ καὶ υἱοὶ αὐτοῦ.  And of the Selonites; Asaia his first-born, and his sons.
6 ἐκ τῶν υἱῶν Ζαρα· Ιιηλ καὶ ἀδελφοὶ αὐτῶν, ἑξακόσιοι καὶ ἐνενήκοντα.  Of the sons of Zara; Jeel, and their brethren, six hundred and ninety.
7 καὶ ἐκ τῶν υἱῶν Βενιαμιν· Σαλω υἱὸς Μοσολλαμ υἱοῦ Ωδουια υἱοῦ Σαναα  And of the sons of Benjamin; Salom, son of Mosollam, son of Odouia, son of Asinu.
8 καὶ Ιβαναα υἱὸς Ιρααμ, καὶ οὗτοι υἱοὶ Οζι υἱοῦ Μαχιρ· καὶ Μασσαλημ υἱὸς Σαφατια υἱοῦ Ραγουηλ υἱοῦ Βαναια  And Jemnaa son of Jeroboam, and Elo: these [are] the sons of Ozi the son of Machir: and Mosollam, son of Saphatia, son of Raguel, son of Jemnai;
9 καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατ' οἴκους πατριῶν αὐτῶν.  and their brethren according to their generations, nine hundred and fifty-six, all the men [were] heads of families according to the houses of their fathers.
10 Καὶ ἀπὸ τῶν ἱερέων· Ιωδαε καὶ Ιωαριμ καὶ Ιαχιν Census - Priests in Jerusalem. 1Chr.9.10-13And of the priests; Jodae, and Joarim, and Jachin,
11 καὶ Αζαρια υἱὸς Χελκια υἱοῦ Μοσολλαμ υἱοῦ Σαδωκ υἱοῦ Μαραιωθ υἱοῦ Αχιτωβ ἡγούμενος οἴκου τοῦ θεοῦ  and Azaria the son of Chelcias, the son of Mosollam, the son of Sadoc, the son of Maraioth, the son of Achitob, the ruler of the house of God;
12 καὶ Αδαια υἱὸς Ιρααμ υἱοῦ Πασχωρ υἱοῦ Μαλχια καὶ Μαασαια υἱὸς Αδιηλ υἱοῦ Ιεδιου υἱοῦ Μοσολλαμ υἱοῦ Μασελμωθ υἱοῦ Εμμηρ  and Adaia son of Iraam, son of Phascor, son of Melchia, and Maasaia son of Adiel, son of Ezira, son of Mosollam, son of Maselmoth, son of Emmer;
13 καὶ ἀδελφοὶ αὐτῶν ἄρχοντες οἴκων πατριῶν χίλιοι ἑπτακόσιοι ἑξήκοντα ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἴκου τοῦ θεοῦ.  and their brethren, chiefs of their families, a thousand seven hundred and sixty, mighty [men] for the work of the ministration of the house of God.
14 Καὶ ἐκ τῶν Λευιτῶν· Σαμαια υἱὸς Ασωβ υἱοῦ Εσρικαμ υἱοῦ Ασαβια ἐκ τῶν υἱῶν Μεραρι Census - Levites of Jerusalem. 1Chr.9.14-16And of the Levites; Samaia son of Asob, son of Ezricam, son of Asabia, of the sons of Merari.
15 καὶ Βακβακαρ καὶ Αρης καὶ Γαλαλ καὶ Μανθανιας υἱὸς Μιχα υἱοῦ Ζεχρι υἱοῦ Ασαφ  And Bacbacar, and Ares, and Galaal, and Matthanias son of Micha, son of Zechri, son of Asaph;
16 καὶ Αβδια υἱὸς Σαμια υἱοῦ Γαλαλ υἱοῦ Ιδιθων καὶ Βαραχια υἱὸς Οσσα υἱοῦ Ηλκανα ὁ κατοικῶν ἐν ταῖς κώμαις Νετωφατι. -  and Abdia, son of Samia, son of Galaal, son of Idithun, and Barachia son of Ossa, son of Helcana-- who dwelt in the villages of the Notephatites.
17 οἱ πυλωροί· Σαλωμ καὶ Ακουβ καὶ Ταλμαν καὶ Αιμαν καὶ ἀδελφοὶ αὐτῶν, Σαλωμ ὁ ἄρχων· Census - Temple guard. 1Chr.9.17-27The door-keepers; Salom, Acum, Telmon, and Diman, and their brethren; Salom [was] the chief;
18 καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατ' ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευι.  and [he waited] hitherto in the king's gate eastward: these [are] the gates of the companies of the sons of Levi.
19 καὶ Σαλωμ υἱὸς Κωρη υἱοῦ Αβιασαφ υἱοῦ Κορε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς, καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς κυρίου φυλάσσοντες τὴν εἴσοδον.  And Sellum the son of Core, the son of Abiasaph, the son of Core, and his brethren belonging to the house of his father, the Corites [were] over the works of the service, keeping the watches of the tabernacle, and their fathers over the camp of the Lord, keeping the entrance.
20 καὶ Φινεες υἱὸς Ελεαζαρ ἡγούμενος ἦν ἐπ' αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετ' αὐτοῦ.  And Phinees son of Eleazar was head over them before the Lord, and these [were] with him.
21 Ζαχαριας υἱὸς Μασαλαμι πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.  Zacharias the son of Mosollami [was] keeper of the door of the tabernacle of witness.
22 πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυιδ καὶ Σαμουηλ ὁ βλέπων τῇ πίστει αὐτῶν.  All the chosen porters in the gates [were] two hundred and twelve, these [were] in their courts, [this was] their distribution: these David and Samuel the seer established in their charge.
23 καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν.  And these and their sons [were] over the gates in the house of the Lord, and in the house of the tabernacle, to keep watch.
24 κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατ' ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον.  The gates were toward the four winds eastward westward northward southward.
25 καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων·  And their brethren [were] in their courts, to enter in weekly from time to time with these.
26 ὅτι ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. - οἱ Λευῖται ἦσαν ἐπὶ τῶν παστοφορίων καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ  For four strong [men] have the charge of the gates; and the Levites were over the chambers, and they keep watch over the treasures of the house of God.
27 καὶ περικύκλῳ οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν, ὅτι ἐπ' αὐτοὺς φυλακή, καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωῒ πρωῒ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ.  For the charge [was] upon them, and these [were] charged with the keys to open the doors of the temple every morning.
28 καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν αὐτὰ καὶ ἐν ἀριθμῷ ἐξοίσουσιν αὐτά. Census - Levites. 1Chr.9.28-34And [some] of them [were appointed] over the vessels of service, that they should carry them in by number, and carry them out by number.
29 καὶ ἐξ αὐτῶν καθεσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα τὰ σκεύη τὰ ἅγια καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάτων.  And [some] of them [were] appointed over the furniture, and over all the holy vessels, and over the fine flour, the wine, the oil, the frankincense, and the spices.
30 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρώματα.  And some of the priests were makers of the ointment, and [appointed to prepare] the spices.
31 καὶ Ματταθιας ἐκ τῶν Λευιτῶν [οὗτος ὁ πρωτότοκος τῷ Σαλωμ τῷ Κορίτῃ ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως.  And Matthathias of the Levites, (he [was] the first-born of Salom the Corite,) [was set] in charge over the sacrifices of meat-offering of the pan belonging to the high priest.
32 καὶ Βαναιας ὁ Κααθίτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. -  And Banaias the Caathite, from among their brethren, [was set] over the shewbread, to prepare it every sabbath.
33 καὶ οὗτοι ψαλτῳδοὶ ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν, διατεταγμέναι ἐφημερίαι, ὅτι ἡμέρα καὶ νὺξ ἐπ' αὐτοῖς ἐν τοῖς ἔργοις·  And these [were] the singers, heads of families of the Levites, [to whom were] established daily courses, for they were employed in the services day and night.
34 οὗτοι ἄρχοντες τῶν πατριῶν τῶν Λευιτῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ιερουσαλημ.  These [were] the heads of the families of the Levites according to their generations; these chiefs dwelt in Jerusalem.
35 Καὶ ἐν Γαβαων κατῴκησεν πατὴρ Γαβαων Ιιηλ, καὶ ὄνομα γυναικὸς αὐτοῦ Μοωχα· Generations - Jeiel, (King Saul's line). 1Chr.9.35-44And Jeel the father of Gabaon dwelt in Gabaon; and his wife's name [was] Moocha.
36 καὶ υἱὸς αὐτοῦ ὁ πρωτότοκος Αβαδων καὶ Σιρ καὶ Κις καὶ Βααλ καὶ Νηρ καὶ Ναδαβ  And his first-born son [was] Abdon, and [he had] Sur, and Kis, and Baal, and Ner, and Nadab,
37 καὶ Γεδουρ καὶ ἀδελφὸς καὶ Ζαχαρια καὶ Μακελλωθ.  and Gedur and [his] brother, and Zacchur, and Makeloth.
38 καὶ Μακελλωθ ἐγέννησεν τὸν Σαμαα. καὶ οὗτοι ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ιερουσαλημ μετὰ τῶν ἀδελφῶν αὐτῶν.  And Makeloth begot Samaa: and these dwelt in the midst of their brethren in Jerusalem, [even] in the midst of their brethren.
39 Καὶ Νηρ ἐγέννησεν τὸν Κις, καὶ Κις ἐγέννησεν τὸν Σαουλ, καὶ Σαουλ ἐγέννησεν τὸν Ιωναθαν καὶ τὸν Μελχισουε καὶ τὸν Αμιναδαβ καὶ τὸν Ισβααλ.  And Ner begot Kis, and Kis begot Saul, and Saul begot Jonathan, and Melchisue, and Aminadab, and Asabal.
40 καὶ υἱὸς Ιωναθαν Μαριβααλ, καὶ Μαριβααλ ἐγέννησεν τὸν Μιχα.  And the son of Jonathan [was] Meribaal: and Meribaal begot Micha.
41 καὶ υἱοὶ Μιχα· Φαιθων καὶ Μαλαχ καὶ Θαραχ.  And the sons of Micha were] Phithon and Malach, and Tharach.
42 καὶ Αχαζ ἐγέννησεν τὸν Ιαδα, καὶ Ιαδα ἐγέννησεν τὸν Γαλεμεθ καὶ τὸν Γαζμωθ καὶ τὸν Ζαμβρι, καὶ Ζαμβρι ἐγέννησεν τὸν Μασα,  And Achaz begot Jada: and Jada begot Galemeth, and Gazmoth, and Zambri; and Zambri begot Massa.
43 καὶ Μασα ἐγέννησεν τὸν Βαανα, Ραφαια υἱὸς αὐτοῦ, Ελεασα υἱὸς αὐτοῦ, Εσηλ υἱὸς αὐτοῦ.  And Massa begot Baana, and Rhaphaia [was] his son, Elasa his son, Esel his son.
44 καὶ τῷ Εσηλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Εσδρικαμ πρωτότοκος αὐτοῦ, Ισμαηλ καὶ Σαρια καὶ Αβδια καὶ Αναν· οὗτοι υἱοὶ Εσηλ.  And Esel had six sons, and these [were] their names; Esricam his first-born, and Ismael, and Saraia, and Abdia, and Anan, and Asa: these [were] the sons of Esel.