|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυιδ· καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν. | Victory over the Philistines. 2Sm.5.17-25Victory over the Philistines. 2Sm.5.17-25 | 1Chr.14.8-17 | And the Philistines heard that David was anointed king over Israel; and all the Philistines went up to seek David; and David heard of it, and went down to the strong hold. |
|
|
καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων. | | And the Philistines came, and assembled in the valley of the giants. |
|
|
καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυιδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου. | | And David enquired of the Lord, saying, Shall I go up against the Philistines? and will you deliver them into my hands? and the Lord said to David, Go up, for I will surely deliver the Philistines into your hands. |
|
|
καὶ ἦλθεν Δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυιδ Διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἑπάνω διακοπῶν. | | And David came from Upper Breaches, and smote the Philistines there: and David said, The Lord has destroyed the hostile Philistines before me, as water is dispersed; therefore the name of that place was called Over Breaches. |
|
|
καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ. - | | And they leave there their gods, and David and his men with him took them. |
|
|
καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων. | | And the Philistines came up yet again, and assembled in the valley of Giants. |
|
|
καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου, καὶ εἶπεν κύριος Οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ' αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος· | | And David enquired of the Lord: and the Lord said, You shall not go up to meet them: turn from them, and you shall meet them near the place of weeping. |
|
|
καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων. | | And it shall come to pass when you hear the sound of a clashing together from the grove of weeping, then you shall go down to them, for then the Lord shall go forth before you to make havoc in the battle with the Philistines. |
|
|
καὶ ἐποίησεν Δαυιδ καθὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαων ἕως τῆς γῆς Γαζηρα. | | And David did as the Lord commanded him, and smote the Philistines from Gabaon as far as the land of Gazera. |