katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Nathan the prophet. 2Sm.7.1-17 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ, Nathan the prophet. 2Sm.7.1-17Nathan the prophet. 2Sm.7.1-17 | 1Chr.17.1-15And it came to pass when the king sat in his house, and the Lord had given him an inheritance on every side [free] from all his enemies round about him;
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς.   that the king said to Nathan the prophet, Behold now, I live in a house of cedar, and the ark of the Lord dwells in the midst of a tent.
καὶ εἶπεν Ναθαν πρὸς τὸν βασιλέα Πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ. -   And Nathan said to the king, Go and do all that [is] in your heart, for the Lord [is] with you.
καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ναθαν λέγων   And it came to pass in that night, that the word of the Lord came to Nathan, saying,
Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ Τάδε λέγει κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με·   Go, and say to my servant David, Thus says the Lord, You shall not build me a house for me to dwell in.
ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφ' ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ.   For I have not dwelt in a house from the day that I brought up the children of Israel out of Egypt to this day, but I have been walking in a lodge and in a tent,
ἐν πᾶσιν, οἷς διῆλθον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ισραηλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ, λέγων Τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον;   wherever I went with all Israel. Have I ever spoken to any of the tribes of Israel, which I commanded to tend my people Israel, saying, Why have you not built me a house of Cedar?
καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ   And now thus shall you say to my servant David, Thus says the Lord Almighty, I took you from the sheep-cote, that you should be a prince over my people, over Israel.
καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.   And I was with you wherever you wentest, and I destroyed all your enemies before you, and I made you renowned according to the renown of the great ones on the earth.
καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ' ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς   And I will appoint a place for my people Israel, and will plant them, and they shall dwell by themselves, and shall be no more distressed; and the son of iniquity shall no more afflict them, as he [has done] from the beginning,
ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.   from the days when I appointed judges over my people Israel: and I will give you rest from all your enemies, and the Lord will tell you that you shall build a house to him.
καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·   And it shall come to pass when your days shall have been fulfilled, and you shall sleep with your fathers, that I will raise up your seed after you, even your own issue, and I will establish his kingdom.
αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.   He shall build for me a house to my name, and I will set up his throne even for ever.
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων·   I will be to him a father, and he shall be to me a son. And when he happens to transgress, then will I chasten him with the rod of men, and with the stripes of the sons of men.
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου.   But my mercy I will not take from him, as I took it from those whom I removed from my presence.
καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.   And his house shall be made sure, and his kingdom for ever before me, and his throne shall be set up for ever.
κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ. -   According to all these words, and according to all this vision, so Nathan spoke to David.