|
| | Old Testament in Greek (Septuagint) |
: | The Septuagint in English (Brenton) |
|
|
|
καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων; | David's prayer of thanksgiving. 2Sm.7.18-29David's prayer of thanksgiving. 2Sm.7.18-29 | 1.Chr.17.16-27 | And king David came in, and sat before the Lord, and said, Who am I, O Lord, my Lord, and what [is] my house, that you have loved me hitherto? |
|
|
καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου κύριε. | | Whereas I was very little before you, O Lord, my Lord, yet you spoke concerning the house of your servant for a long time to [to come]. And [is] this the law of man, O Lord, my Lord? |
|
|
καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε. | | And what shall David yet say to you? and now you know your servant, O Lord, my Lord. |
|
|
διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου | | And you have wrought for your servant's sake, and according to your heart you have wrought all this greatness, to make it known to your servant, |
|
|
ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. | | that he may magnify you, O my Lord; for there is no one like you, and there is no God, but you among all of whom we have heard with our ears. |
|
|
καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα. | | And what other nation in the earth [is] as your people Israel? whereas God was his guide, to redeem for himself a people to make you a name, to do mightily and nobly, so that you should cast out nations an [their] tabernacles from the presence of your people, whom you redeemed for yourself out of Egypt? |
|
|
καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, ἐγένου αὐτοῖς εἰς θεόν. | | And you have prepared your people Israel for yourself to be a people for ever, and you, Lord, have become their God. |
|
|
καὶ νῦν, κύριέ μου κύριε, τὸ ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως αἰῶνος, κύριε παντοκράτωρ θεὲ τοῦ Ισραηλ· καὶ νῦν καθὼς ἐλάλησας, | | And now, O my Lord, the Almighty Lord God of Israel, confirm the word for ever which you have spoken concerning your servant and his house: and now as you have said, |
|
|
μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος. | | Let your name be magnified for ever. |
|
|
κύριε παντοκράτωρ θεὸς Ισραηλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην. | | Almighty Lord God of Israel, you have uncovered the ear of your servant, saying, I will build you a house: therefore your servant has found [in] his heart to pray this prayer to you. |
|
|
καὶ νῦν, κύριέ μου κύριε, σὺ εἶ ὁ θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα· | | And now, O Lord my Lord, you are God; and your words will be true, and you have spoken these good things concerning your servant. |
|
|
καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σὺ εἶ, κύριέ μου κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα. | | And now begin and bless the house of your servant, that it may continue for ever before you; for you, O Lord, my Lord, have spoken, and the house of your servant shall be blessed with your blessing so as to continue for ever. |