katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | David's famous soldiers. 2Sm.23.8-39 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ· Ιεβοσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Αδινων ὁ Ασωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ. - David's famous soldiers. 2Sm.23.8-39David's famous soldiers. 2Sm.23.8-39These [are] the names of the mighty men of David: Jebosthe the Chananite is a captain of the third [part]: Adinon the Asonite, he drew his sword against eight hundred soldiers at once.
καὶ μετ' αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ·   And after him Eleanan the son of his uncle, son of Dudi who was among the three mighty men with David; and when he defied the Philistines they were gathered there to war, and the men of Israel went up.
αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήθη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάθητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. -   He arose an smote the Philistines, until his hand was weary, and his hand clave to the sword: and the Lord wrought a great salvation in that day, and the people rested behind him only to strip [the slain].
καὶ μετ' αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῖος. καὶ συνήχθησαν οἱ ἀλλόφυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης φακοῦ, καὶ ὁ λαὸς ἔφυγεν ἐκ προσώπου ἀλλοφύλων·   And after him Samaia the son of Asa the Arachite: and the Philistines were gathered to Theria; and there was there a portion of ground full of lentiles; and the people fled before the Philistines.
καὶ ἐστηλώθη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. -   And he stood firm in the midst of the portion, and rescued it, and smote the Philistines; and the Lord wrought a great deliverance.
καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαιμ·   And three out of the thirty went down, and came to Cason to David, to the cave of Odollam; and [there was] an army of the Philistines, and they encamped in the valley of Raphain.
καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.   And David [was] then in the strong hold, and the garrison of the Philistines [was] then in Bethleem.
καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.   And David longed, and said, Who will give me water to drink out of the well that is in Bethleem by the gate? now the band of the Philistines [was] then in Bethleem.
καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ   And the three mighty men broke through the host of the Philistines, and drew water out of the well that was in Bethleem in the gate: and they took it, and brought it to David, and he would not drink it, but poured it out before the Lord.
καὶ εἶπεν Ἵλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠθέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.   And he said, O Lord, forbid that I should do this, that I should drink of the blood of the men who went at [the risk of] their lives: and he would not drink it. These things did these three mighty men.
Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ υἱὸς Σαρουιας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν·   And Abessa the brother of Joab the son of Saruia, he [was] chief among the three, and he lifted up his spear against three hundred whom he slew; and he had a name among three.
ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλθεν. -   Of those three [he was] most honourable, and he became a chief over them, but he reached not to the [first] three.
καὶ Βαναιας υἱὸς Ιωδαε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ Μωαβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος·   And Banaeas the son of Jodae, he was abundant in [mighty] deeds, from Cabeseel, and he smote the two sons of Ariel of Moab: and he went down and smote a lion in the midst of a pit on a snowy day.
αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάθρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.   He smote an Egyptian, a wonderful man, and in the hand of the Egyptian [was] a spear as the side of a ladder; and he went down to him with a staff, and snatched the spear from the Egyptian's hand, and slew him with his own spear.
ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·   These things did Banaeas the son of Jodae, and he had a name among the three mighty men.
ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλθεν· καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ.   He was honourable among the [second] three, but he reached not to the [first] three: and David made him his reporter. And these [are] the names of King David's mighty men.
Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως· Ασαηλ ἀδελφὸς Ιωαβ οὗτος ἐν τοῖς τριάκοντα, Ελεαναν υἱὸς Δουδι πατραδέλφου αὐτοῦ ἐν Βαιθλεεμ,   Asael Joab's brother; he [was] among the thirty. Eleanan son of Dudi his uncle in Bethleem.
Σαμαι ὁ Αρουδαῖος, Ελικα ὁ Αρωδαῖος,   Saema the Rudaean.
Ελλης ὁ Φελωθι, Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης,   Selles the Kelothite: Iras the son of Isca the Thecoite.
Αβιεζερ ὁ Αναθωθίτης ἐκ τῶν υἱῶν τοῦ Ασωθίτου,   Abiezer the Anothite, of the sons of the Anothite.
Σελμων ὁ Αωίτης, Μοορε ὁ Νετωφαθίτης,   Ellon the Aoite; Noere the Netophatite.
Ελα υἱὸς Βαανα ὁ Νετωφαθίτης, Εθθι υἱὸς Ριβα ἐκ Γαβαεθ υἱὸς Βενιαμιν,   Esthai the son of Riba of Gabaeth, son of Benjamin the Ephrathite; Asmoth the Bardiamite; Emasu the Salabonite:
Βαναιας ὁ Φαραθωνίτης, Ουρι ἐκ Ναχαλιγαιας,   Adroi of the brooks.
Αβιηλ υἱὸς τοῦ Αραβωθίτου, Αζμωθ ὁ Βαρσαμίτης,   Gadabiel son of the Arabothaeite.
Ελιασου ὁ Σαλαβωνίτης, υἱοὶ Ιασαν, Ιωναθαν,   the sons of Asan, Jonathan;
Σαμμα ὁ Αρωδίτης, Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης,   Samnan the Arodite; Amnan the son of Arai the Saraurite.
Αλιφαλεθ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι, Ελιαβ υἱὸς Αχιτοφελ τοῦ Γελωνίτου,   Aliphaleth the son of Asbites, the son of the Machachachite; Eliab the son of Achitophel the Gelonite.
Ασαραι ὁ Καρμήλιος, Φαραι ὁ Ερχι,   Asarai the Carmelite the son of Uraeoerchi.
Ιγααλ υἱὸς Ναθαν ἀπὸ δυνάμεως, υἱὸς Γαδδι,   Gaal the son of Nathana. The son of much valour, [the son] of Galaaddi. Elie the Ammanite.
Ελιε ὁ Αμμανίτης, Γελωραι ὁ Βηρωθαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας,   Gelore the Bethorite, armour-bearer to Joab, son of Saruia.
Ιρας ὁ Ιεθιραῖος, Γαρηβ ὁ Ιεθιραῖος,   Iras the Ethirite. Gerab the Ethenite.
Ουριας ὁ Χετταῖος, πάντες τριάκοντα καὶ ἑπτά.   Urias the Chettite: thirty-seven in all.