katapi New Study Bible - OLD TESTAMENT in Greek || English Brenton-Revised Standard Version

katapi HOME | DB1 | | Generations - Esau. Gn.36.1-19 | Lxx Contents | notes

 Old Testament in Greek (Septuagint) : The Septuagint in English (Brenton)

Αὗται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ· Generations - Esau. Gn.36.1-19Generations - Esau. Gn.36.1-19 | 1Chr.1.34-37And these [are] the generations of Esau; this is Edom.
Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου   And Esau took to himself wives of the daughters of the Chananites; Ada, the daughter of Aelom the Chettite; and Olibema, daughter of Ana the son of Sebegon, the Evite;
καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ.   and Basemath, daughter of Ismael, sister of Nabaioth.
ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας, καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ,   And Ada bore to him Eliphas; and Basemath bore Raguel.
καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε· οὗτοι υἱοὶ Ησαυ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν.   And Olibema bore Jeus, and Jeglom, and Core; these [are] the sons of Esau, which were born to him in the land of Chanaan.
ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα, ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν, καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ·   And Esau took his wives, and his sons, and his daughters, and all the persons of his house, and all his possessions, and all his cattle, and all that he had got, and all things whatsoever he had acquired in the land of Chanaan; and Esau went forth from the land of Chanaan, from the face of his brother Jacob.
ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν.   For their substance was too great for them to dwell together; and the land of their sojourning could not bear them, because of the abundance of their possessions.
ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ.   And Esau dwelt in mount Seir; Esau, he is Edom.
Αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ,   And these [are] the generations of Esau, the father of Edom in the mount Seir.
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ· Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ.   And these [are] the names of the sons of Esau. Eliphas, the son of Ada, the wife of Esau; and Raguel, the son of Basemath, wife of Esau.
ἐγένοντο δὲ υἱοὶ Ελιφας· Θαιμαν, Ωμαρ, Σωφαρ, Γοθομ καὶ Κενεζ·   And the sons of Eliphas were Thaeman, Omar, Sophar, Gothom, and Kenez.
Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ· οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ.   And Thamna was a concubine of Eliphaz, the son of Esau; and she bore Amalec to Eliphas. These [are] the sons of Ada, the wife of Esau.
οὗτοι δὲ υἱοὶ Ραγουηλ· Ναχοθ, Ζαρε, Σομε καὶ Μοζε· οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ.   And these [are] the sons of Raguel; Nachoth, Zare, Some, and Moze. These were the sons of Basemath, wife of Esau.
οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων, γυναικὸς Ησαυ· ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε. -   And these [are] the sons of Olibema, the daughter of Ana, the son of Sebegon, the wife of Esau; and she bore to Esau, Jeus, and Jeglom, and Core.
οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ· υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ· ἡγεμὼν Θαιμαν, ἡγεμὼν Ωμαρ, ἡγεμὼν Σωφαρ, ἡγεμὼν Κενεζ,   These [are] the chiefs of the son of Esau, [even] the sons of Eliphas, the first-born of Esau; chief Thaeman, chief Omar, chief Sophar, chief Kenez,
ἡγεμὼν Κορε, ἡγεμὼν Γοθομ, ἡγεμὼν Αμαληκ· οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ· οὗτοι υἱοὶ Αδας.   chief Core, chief Gothom, chief Amalec. These [are] the chiefs of Eliphas, in the land of Edom; these are the sons of Ada.
καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ· ἡγεμὼν Ναχοθ, ἡγεμὼν Ζαρε, ἡγεμὼν Σομε, ἡγεμὼν Μοζε· οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ· οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ.   And these [are] the sons of Raguel, the son of Esau; chief Nachoth, chief Zare, chief Some, chief Moe. These [are] the chiefs of Raguel, in the land of Edom; these are the sons of Basemath, wife of Esau.
οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ· ἡγεμὼν Ιεους, ἡγεμὼν Ιεγλομ, ἡγεμὼν Κορε· οὗτοι ἡγεμόνες Ελιβεμας. -   And these [are] the sons of Olibema, wife of Esau; chief Jeus, chief Jeglom, chief Core. These [are] the chiefs of Olibema, daughter of Ana, wife of Esau.
οὗτοι υἱοὶ Ησαυ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ Εδωμ.   These [are] the sons of Esau, and these are the chiefs; these are the sons of Edom.