| Old Testament in Greek (Septuagint) | : | The Septuagint in English (Brenton) | |
| Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμα λωσίαν· ᾠδὴ τῷ Δαυιδ. Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, | The Lord, King & Judge. Psalm 96(v95)The Lord, King & Judge. Psalm 96(v95) | When the house was built after the captivity, a Song by David. Sing to the Lord a new song; sing to the Lord all the earth. | |
| ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· | Sing to the Lord, bless his name: proclaim his salvation from day to day. | ||
| ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. | Publish his glory among the Gentiles, his wonderful works among all people. | ||
| ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· | For the Lord is great, and greatly to be praised: he is terrible above all gods. | ||
| ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν· | For all the gods of the heathen are devils: but the Lord made the heavens. | ||
| ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. | Thanksgiving and beauty are before him: holiness and majesty are in his sanctuary. | ||
| ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν· | Bring to the Lord, you families of the Gentiles, bring to the Lord glory and honour. | ||
| ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ· | Bring to the Lord the glory [becoming] his name: take offerings, and go into his courts. | ||
| προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. | Worship the Lord in his holy court: let all the earth tremble before him. | ||
| εἴπατε ἐν τοῖς ἔθνεσιν Ὁ κύριος ἐβασίλευσεν, καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται, κρινεῖ λαοὺς ἐν εὐθύτητι. | Say among the heathen, The Lord reigns: for he has established the world so that it shall not be moved: he shall judge the people in righteousness. | ||
| εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς· | Let the heavens rejoice, and the earth exult; let the sea be moved, and the fullness of it. | ||
| χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ | The plains shall rejoice, and all things in them: then shall all the trees of the wood exult before the presence of the Lord: | ||
| πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. | for he comes, for he comes to judge the earth; he shall judge the world in righteousness, and the people with his truth. | ||