12 | ΙΩΒ | ||
1 | Ὑπολαβὼν δὲ Ιωβ λέγει | Job. Jb.12.1-14.22 | |
2 | Εἶτα ὑμεῖς ἐστε ἄνθρωποι· ἦ μεθ' ὑμῶν τελευτήσει σοφία. | ||
3 | κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν. | ||
4 | δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα· | ||
5 | εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. | ||
6 | οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι, ὅσοι παροργίζουσιν τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. | ||
7 | ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν, πετεινὰ δὲ οὐρανοῦ ἐάν σοι ἀπαγγείλωσιν· | ||
8 | ἐκδιήγησαι δὲ γῇ ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. | ||
9 | 13τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα; | ||
10 | εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου; | ||
11 | οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. | ||
12 | ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη. | ||
13 | παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. | ||
14 | ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατὰ ἀνθρώπων, τίς ἀνοίξει; | ||
15 | ἐὰν κωλύσῃ τὸ ὥδωρ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. | ||
16 | παρ' αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. | ||
17 | διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν. | ||
18 | καθιζάνων βασιλεῖς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνῃ ὀσφύας αὐτῶν. | ||
19 | ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς κατέστρεψεν. | ||
20 | διαλλάσσων χείλη πιστῶν, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. | ||
21 | ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. | ||
22 | ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανάτου. | ||
23 | πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά. | ||
24 | διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησεν δὲ αὐτοὺς ὁδῷ, ᾗ οὐκ ᾔδεισαν· | ||
25 | ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων. | ||
<< | Ιωβ:12 | >> |
---|