13 | ΙΩΒ | ||
1 | ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς· | ||
2 | καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. | ||
3 | οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται. | ||
4 | ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. | ||
5 | εἴη δὲ ὑμῖν κωφεῦσαι, καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. | ||
6 | ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. | ||
7 | πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον; | ||
8 | ἦ ὑποστελεῖσθε; ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. | ||
9 | καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς· εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, | ||
10 | οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς· εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, | ||
11 | πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; | ||
12 | ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. | ||
13 | κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ | ||
14 | ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν, ψυχὴν δέ μου θήσω ἐν χειρί. | ||
15 | ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται, ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ· | ||
16 | καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. | ||
17 | ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. | ||
18 | ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. | ||
19 | τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι; ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω. | ||
20 | δυεῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι·507 | ||
21 | τὴν χεῖρα ἀπ' ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. | ||
22 | εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. | ||
23 | πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με τίνες εἰσίν. | ||
24 | διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι; | ||
25 | ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ, ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι; | ||
26 | ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, | ||
27 | ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· | ||
28 | ὃ παλαιοῦται ἴσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. | ||
<< | Ιωβ:13 | >> |
---|