new study biblekatapi logoselect-a-version

| DB1 | | | |
APOCRYPHA (Lxx) | about | search--->| in verses | select-|2|-versions | notes


  1.

1Τοῖς ἀδελφοῖς τοῖς κατ' Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαθήν·


  1.1καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν·
  1.1καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσθαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ θελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ·
  1.1καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι
  1.1καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ.
  1.1καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν.
  1.1βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράφαμεν ὑμῖν ἐν τῇ θλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελθούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀφ' οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ' αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας
  1.1καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον· καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους.
  1.1καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου.
  1.

1Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν.


  1.1ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ θεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι·
  1.1αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει.
  1.1εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων.
  1.1ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ φίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς φερνῆς λόγον
  1.1καὶ προθέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελθόντος μετ' ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλθεν Ἀντίοχος,
  1.1ἀνοίξαντες τὴν τοῦ φατνώματος κρυπτὴν θύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεφαλὰς ἀφελόντες τοῖς ἔξω παρέρριψαν.
  1.1κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας.
  1.

1μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καθαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεθα διασαφῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ θυσιαστήριον ἀνήνεγκεν θυσίας.


  1.1καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ θυσιαστηρίου λαθραίως κατέκρυψαν ἐν κοιλώματι φρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησφαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον.
  1.1διελθόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ θεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν.
  1.1ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα.
  1.1ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλθεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεφὴς ὤν, ἀνήφθη πυρὰ μεγάλη ὥστε θαυμάσαι πάντας.
  1.1προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς θυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναθου, τῶν δὲ λοιπῶν ἐπιφωνούντων ὡς Νεεμιου·
  1.1ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ θεός, ὁ πάντων κτίστης, ὁ φοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός,
  1.1ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς,
  1.1πρόσδεξαι τὴν θυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαφύλαξον τὴν μερίδα σου καὶ καθαγίασον.
  1.1ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν, τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν.
  1.1βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηφανίᾳ.
  1.1καταφύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καθὼς εἶπεν Μωϋσῆς.
  1.

1Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους.


  1.1καθὼς δὲ ἀνηλώθη τὰ τῆς θυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίθους μείζονας καταχεῖν.
  1.1ὡς δὲ τοῦτο ἐγενήθη, φλὸξ ἀνήφθη· τοῦ δὲ ἀπὸ τοῦ θυσιαστηρίου ἀντιλάμψαντος φωτὸς ἐδαπανήθη.
  1.1ὡς δὲ φανερὸν ἐγενήθη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχθέντες ἱερεῖς, τὸ ὕδωρ ἐφάνη, ἀφ' οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς θυσίας,
  1.1περιφράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα.
  1.1καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάφορα ἐλάμβανεν καὶ μετεδίδου.
  1.1προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεφθαρ, ὃ διερμηνεύεται καθαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεφθαι.

2Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται, 2καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ κυρίου, καὶ ἵνα μὴ ἀποπλανηθῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον· 2καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν. 2ἦν δὲ ἐν τῇ γραφῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμοῦ γενηθέντος αὐτῷ συνακολουθεῖν· ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος, οὗ ὁ Μωϋσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν. 2καὶ ἐλθὼν ὁ Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν θύραν ἐνέφραξεν. 2καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρεῖν. 2ὡς δὲ ὁ Ιερεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· 2καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεφέλη, ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως. 2διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. 2καθὼς καὶ Μωϋσῆς προσηύξατο πρὸς κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλωμων προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα. 2καὶ εἶπεν Μωϋσῆς Διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώθη. 2ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν.

2ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προφητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθεμάτων. 2ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν πάντα, καὶ ἔστιν παρ' ἡμῖν· 2ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.

2Μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν ἐγράψαμεν ὑμῖν· καλώς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας. 2ὁ δὲ θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν, 2καθὼς ἐπηγγείλατο διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ θεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαθάρισεν.

2Τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν 2ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἑπιφανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους 2καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ Ιουδαισμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήθη διώκειν, 2καὶ τὸ περιβόητον καθ' ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι καὶ τὴν πόλιν ἐλευθερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς, 2ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεθα δι' ἑνὸς συντάγματος ἐπιτεμεῖν. 2συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριθμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆθος τῆς ὕλης 2ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν. 2καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα, 2καθάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν 2τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες. 2καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ Ζωγραφεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν. 2τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσθαι λόγων καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καθήκει· 2τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσθαι τῷ τὴν μετάφρασιν ποιουμένῳ συγχωρητέον. 2ἐντεῦθεν οὖν ἀρξώμεθα τῆς διηγήσεως τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν.

3Τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν 3συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν 3ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα. 3Σιμων δέ τις ἐκ τῆς Βενιαμιν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας· 3καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλθεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ' ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν 3καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα. 3συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι. 3εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν. 3παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. 3τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, 3τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου - οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων - , τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· 3ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. 3ὁ δὲ Ἡλιόδωρος, δι' ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι.

3ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ' ὅλην τὴν πόλιν ἀγωνία. 3οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι. 3ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν· 3περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι' ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. 3ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον. 3ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον· 3πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· 3ἐλεεῖν δ' ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν.

3οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας. 3ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. 3αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι· 3ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων. 3ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. 3ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες 3τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες. 3καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, 3οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο.

3ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. 3ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. 3ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος· 3σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο. 3ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα. 3ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ' ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ.

3τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ιεροσόλυμα, ἔφησεν 3Εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν· 3αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει. 3καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.

4Ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς, 4καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν. 4τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι, 4συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς φιλονεικίας καὶ Ἀπολλώνιον Μενεσθέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος, 4πρὸς τὸν βασιλέα διεκομίσθη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμφορον κοινῇ καὶ κατ' ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν· 4ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας.

4Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἑπιφανοῦς ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ονιου τὴν ἀρχιερωσύνην 4ἐπαγγειλάμενος τῷ βασιλεῖ δι' ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα. 4πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι. 4ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐθέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετέστησε. 4καὶ τὰ κείμενα τοῖς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν. 4ἀσμένως γὰρ ὑπ' αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν. 4ἦν δ' οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν 4ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν, 4καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι. 4ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καθ' ἅπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον· 4ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει.

4Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος 4ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι εἰς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην. 4ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς.

4Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καθ' αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα. 4μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχθεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχθη, εἶθ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν.

4Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελφὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα. 4ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια. 4λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων. 4καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας ὑπονοθευθεὶς ὑφ' ἑτέρου φυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο. 4ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει· 4ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαφόρων πρᾶξις· δι' ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν, 4καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.

4Τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι. 4θᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον τῶν ἐν ἀξιώματι κειμένων. 4νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις. 4ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιόχειαν κειμένης. 4ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον παρεκάλει χειρώσασθαι τὸν Ονιαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισθεὶς ἐπὶ δόλῳ καὶ δεξιασθεὶς μεθ' ὅρκων δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσθεὶς τὸ δίκαιον. 4δι' ἣν αἰτίαν οὐ μόνον Ιουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ. 4τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαῖοι συμμισοπονηρούντων καὶ τῶν Ἑλλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονῆσθαι. 4ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην καὶ πολλὴν εὐταξίαν 4καὶ πυρωθεὶς τοῖς θυμοῖς παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας περιαγαγὼν καθ' ὅλην τὴν πόλιν ἐπ' αὐτὸν τὸν τόπον, οὗπερ τὸν Ονιαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησεν τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.

4Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης καὶ διαδοθείσης ἔξω τῆς φήμης ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων. 4ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν· 4συνιδόντες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον· 4δι' ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.

4περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον. 4καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ' αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας. 4ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα. 4ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέθηκεν, 4καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες, εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον, ἀπελύθησαν ἀκατάγνωστοι, τούτοις θάνατον ἐπέκρινεν. 4ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προηγορήσαντες. 4δι' ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν. 4ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας ἔμενεν ἐπὶ τῇ ἀρχῇ ἐπιφυόμενος τῇ κακίᾳ μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.

5Περὶ δὲ τὸν καιρὸν τοῦτον τὴν δευτέραν ἔφοδον ὁ Ἀντίοχος εἰς Αἴγυπτον ἐστείλατο. 5συνέβη δὲ καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέρας τεσσαράκοντα φαίνεσθαι διὰ τῶν ἀέρων τρέχοντας ἱππεῖς διαχρύσους στολὰς ἔχοντας καὶ λόγχας σπειρηδὸν ἐξωπλισμένους καὶ μαχαιρῶν σπασμοὺς 5καὶ ἴλας ἵππων διατεταγμένας καὶ προσβολὰς γινομένας καὶ καταδρομὰς ἑκατέρων καὶ ἀσπίδων κινήσεις καὶ καμάκων πλήθη καὶ βελῶν βολὰς καὶ χρυσέων κόσμων ἐκλάμψεις καὶ παντοίους θωρακισμούς. 5διὸ πάντες ἠξίουν ἐπ' ἀγαθῷ τὴν ἐπιφάνειαν γεγενῆσθαι. 5γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν· τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν. 5ὁ δὲ Ἰάσων ἐποιεῖτο σφαγὰς τῶν πολιτῶν τῶν ἰδίων ἀφειδῶς οὐ συννοῶν τὴν εἰς τοὺς συγγενεῖς εὐημερίαν δυσημερίαν εἶναι τὴν μεγίστην, δοκῶν δὲ πολεμίων καὶ οὐχ ὁμοεθνῶν τρόπαια καταβάλλεσθαι. 5τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησεν, τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβὼν φυγὰς πάλιν εἰς τὴν Αμμανῖτιν ἀπῆλθεν. 5πέρας οὖν κακῆς καταστροφῆς ἔτυχεν. ἐγκληθεὶς πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων τύραννον πόλιν ἐκ πόλεως φεύγων διωκόμενος ὑπὸ πάντων στυγούμενος ὡς τῶν νόμων ἀποστάτης καὶ βδελυσσόμενος ὡς πατρίδος καὶ πολιτῶν δήμιος εἰς Αἴγυπτον ἐξεβράσθη, 5καὶ ὁ συχνοὺς τῆς πατρίδος ἀποξενώσας ἐπὶ ξένης ἀπώλετο πρὸς Λακεδαιμονίους ἀναχθεὶς ὡς διὰ τὴν συγγένειαν τευξόμενος σκέπης. 5καὶ ὁ πλῆθος ἀτάφων ἐκρίψας ἀπένθητος ἐγενήθη καὶ κηδείας οὐδ' ἡστινοσοῦν οὔτε πατρῴου τάφου μετέσχεν.

5Προσπεσόντων δὲ τῷ βασιλεῖ περὶ τῶν γεγονότων διέλαβεν ἀποστατεῖν τὴν Ιουδαίαν· ὅθεν ἀναζεύξας ἐξ Αἰγύπτου τεθηριωμένος τῇ ψυχῇ ἔλαβεν τὴν μὲν πόλιν δοριάλωτον 5καὶ ἐκέλευσεν τοῖς στρατιώταις κόπτειν ἀφειδῶς τοὺς ἐμπίπτοντας καὶ τοὺς εἰς τὰς οἰκίας ἀναβαίνοντας κατασφάζειν. 5ἐγίνετο δὲ νέων καὶ πρεσβυτέρων ἀναίρεσις, ἀνήβων τε καὶ γυναικῶν καὶ τέκνων ἀφανισμός, παρθένων τε καὶ νηπίων σφαγαί. 5ὀκτὼ δὲ μυριάδες ἐν ταῖς πάσαις ἡμέραις τρισὶν κατεφθάρησαν, τέσσαρες μὲν ἐν χειρῶν νομαῖς, οὐχ ἧττον δὲ τῶν ἐσφαγμένων ἐπράθησαν. 5οὐκ ἀρκεσθεὶς δὲ τούτοις κατετόλμησεν εἰς τὸ πάσης τῆς γῆς ἁγιώτατον ἱερὸν εἰσελθεῖν ὁδηγὸν ἔχων τὸν Μενέλαον τὸν καὶ τῶν νόμων καὶ τῆς πατρίδος προδότην γεγονότα 5καὶ ταῖς μιαραῖς χερσὶν τὰ ἱερὰ σκεύη λαμβάνων καὶ τὰ ὑπ' ἄλλων βασιλέων ἀνατεθέντα πρὸς αὔξησιν καὶ δόξαν τοῦ τόπου καὶ τιμὴν ταῖς βεβήλοις χερσὶν συσσύρων. 5καὶ ἐμετεωρίζετο τὴν διάνοιαν ὁ Ἀντίοχος οὐ συνορῶν ὅτι διὰ τὰς ἁμαρτίας τῶν τὴν πόλιν οἰκούντων ἀπώργισται βραχέως ὁ δεσπότης, διὸ γέγονεν περὶ τὸν τόπον παρόρασις. 5εἰ δὲ μὴ συνέβη προσενέχεσθαι πολλοῖς ἁμαρτήμασιν, καθάπερ ἦν ὁ Ἡλιόδωρος ὁ πεμφθεὶς ὑπὸ Σελεύκου τοῦ βασιλέως ἐπὶ τὴν ἐπίσκεψιν τοῦ γαζοφυλακίου, οὗτος προαχθεὶς παραχρῆμα μαστιγωθεὶς ἀνετράπη τοῦ θράσους. 5ἀλλ' οὐ διὰ τὸν τόπον τὸ ἔθνος, ἀλλὰ διὰ τὸ ἔθνος τὸν τόπον ὁ κύριος ἐξελέξατο. 5διόπερ καὶ αὐτὸς ὁ τόπος συμμετασχὼν τῶν τοῦ ἔθνους δυσπετημάτων γενομένων ὕστερον εὐεργετημάτων ἐκοινώνησεν, καὶ ὁ καταλειφθεὶς ἐν τῇ τοῦ παντοκράτορος ὀργῇ πάλιν ἐν τῇ τοῦ μεγάλου δεσπότου καταλλαγῇ μετὰ πάσης δόξης ἐπανωρθώθη.

5Ὁ γοῦν Ἀντίοχος ὀκτακόσια πρὸς τοῖς χιλίοις ἀπενεγκάμενος ἐκ τοῦ ἱεροῦ τάλαντα θᾶττον εἰς τὴν Ἀντιόχειαν ἐχωρίσθη οἰόμενος ἀπὸ τῆς ὑπερηφανίας τὴν μὲν γῆν πλωτὴν καὶ τὸ πέλαγος πορευτὸν θέσθαι διὰ τὸν μετεωρισμὸν τῆς καρδίας. 5κατέλιπεν δὲ καὶ ἐπιστάτας τοῦ κακοῦν τὸ γένος, ἐν μὲν Ιεροσολύμοις Φίλιππον, τὸ μὲν γένος Φρύγα, τὸν δὲ τρόπον βαρβαρώτερον ἔχοντα τοῦ καταστήσαντος, 5ἐν δὲ Γαριζιν Ἀνδρόνικον, πρὸς δὲ τούτοις Μενέλαον, ὃς χείριστα τῶν ἄλλων ὑπερῄρετο τοῖς πολίταις, ἀπεχθῆ δὲ πρὸς τοὺς πολίτας Ιουδαίους ἔχων διάθεσιν. 5ἔπεμψεν δὲ τὸν Μυσάρχην Ἀπολλώνιον μετὰ στρατεύματος, δισμυρίους δὲ πρὸς τοῖς δισχιλίοις, προστάξας τοὺς ἐν ἡλικίᾳ πάντας κατασφάξαι, τὰς δὲ γυναῖκας καὶ τοὺς νεωτέρους πωλεῖν. 5οὗτος δὲ παραγενόμενος εἰς Ιεροσόλυμα καὶ τὸν εἰρηνικὸν ὑποκριθεὶς ἐπέσχεν ἕως τῆς ἁγίας ἡμέρας τοῦ σαββάτου καὶ λαβὼν ἀργοῦντας τοὺς Ιουδαίους τοῖς ὑφ' ἑαυτὸν ἐξοπλησίαν παρήγγειλεν 5καὶ τοὺς ἐξελθόντας πάντας ἐπὶ τὴν θεωρίαν συνεξεκέντησεν καὶ εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις εἰσδραμὼν ἱκανὰ κατέστρωσεν πλήθη. 5Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος δέκατός που γενηθεὶς καὶ ἀναχωρήσας εἰς τὴν ἔρημον θηρίων τρόπον ἐν τοῖς ὄρεσιν διέζη σὺν τοῖς μετ' αὐτοῦ, καὶ τὴν χορτώδη τροφὴν σιτούμενοι διετέλουν πρὸς τὸ μὴ μετασχεῖν τοῦ μολυσμοῦ.

6Μετ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀθηναῖον ἀναγκάζειν τοὺς Ιουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι, 6μολῦναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου καὶ τὸν ἐν Γαριζιν, καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς Ξενίου. 6χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἡ ἐπίτασις τῆς κακίας. 6τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τῶν ἐθνῶν ἐπεπληροῦτο ῥᾳθυμούντων μεθ' ἑταιρῶν καὶ ἐν τοῖς ἱεροῖς περιβόλοις γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἰσφερόντων. 6τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο. 6ἦν δ' οὔτε σαββατίζειν οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν οὔτε ἁπλῶς Ιουδαῖον ὁμολογεῖν εἶναι, 6ἤγοντο δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν, γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ. 6ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις Πτολεμαίου ὑποθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν, 6τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾶν τὴν ἐνεστῶσαν ταλαιπωρίαν. 6δύο γὰρ γυναῖκες ἀνήχθησαν περιτετμηκυῖαι τὰ τέκνα· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ τοῦ τείχους ἐκρήμνισαν. 6ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι ἑαυτοῖς κατὰ τὴν δόξαν τῆς σεμνοτάτης ἡμέρας.

6Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδείαν τοῦ γένους ἡμῶν εἶναι· 6καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλ' εὐθέως περιπίπτειν ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν. 6οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσαι, οὕτως καὶ ἐφ' ἡμῶν ἔκρινεν εἶναι, 6ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ. 6διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ' ἡμῶν ἀφίστησιν, παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐγκαταλείπει τὸν ἑαυτοῦ λαόν. 6πλὴν ἕως ὑπομνήσεως ταῦθ ἡμῖν εἰρήσθω· δι' ὀλίγων δ' ἐλευστέον ἐπὶ τὴν διήγησιν.

6Ελεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχανὼν ἠναγκάζετο φαγεῖν ὕειον κρέας. 6ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος, αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν, 6προπτύσας δὲ καθ' ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῆν φιλοστοργίαν. 6οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ' ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα, οἷς καθῆκον αὐτῷ χρᾶσθαι, δι' αὐτοῦ παρασκευασθέντα, ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν, 6ἵνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχῃ φιλανθρωπίας. 6ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην. 6Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν 6καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῆν πλανηθῶσιν δι' ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι. 6εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι. 6διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, 6τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθεν. 6τῶν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους, ὡς αὐτοὶ διελάμβανον, ἀπόνοιαν εἶναι, 6μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν ἀναστενάξας εἶπεν Τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου σκληρὰς ὑποφέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω. 6καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλιπών.

7Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλλημφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι μάστιξιν καὶ νευραῖς αἰκιζομένους. 7εἷς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔφη Τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους. 7ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν. 7τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν καὶ περισκυθίσαντας ἀκρωτηριάζειν τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων. 7ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσεν τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν. τῆς δὲ ἀτμίδος ἐφ' ἱκανὸν διαδιδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως 7Ὁ κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ' ἡμῖν παρακαλεῖται, καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωϋσῆς λέγων Καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.

7Μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύραντες ἐπηρώτων Εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος; 7ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν Οὐχί. διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος. 7ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν Σὺ μέν, ἀλάστωρ, ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις, ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει.

7Μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινεν 7καὶ γενναίως εἶπεν Ἑξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ' αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι· 7ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν, ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο.

7Καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι. 7καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔφη Αἱρετὸν μεταλλάσσοντας ὑπ' ἀνθρώπων τὰς ὑπὸ τοῦ θεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ' αὐτοῦ· σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται.

7Ἑχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο. 7ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν Ἑξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὢν ὃ θέλεις ποιεῖς· μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ θεοῦ καταλελεῖφθαι· 7σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος, ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιεῖ.

7Μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον, καὶ μέλλων ἀποθνῄσκειν ἔφη Μὴ πλανῶ μάτην, ἡμεῖς γὰρ δι' ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτῶν θεόν, ἄξια θαυμασμοῦ γέγονεν· 7σὺ δὲ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας.

7Ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία, ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας. 7ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα λέγουσα πρὸς αὐτούς 7Οὐκ οἶδ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν, οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην, καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα· 7τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετ' ἐλέους, ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους. 7Ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν ἔτι τοῦ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν, ἀλλὰ καὶ δι' ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν. 7τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ. 7πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν· 7προσκύψασα δὲ αὐτῷ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησεν τῇ πατρίῳ φωνῇ Υἱέ, ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν. 7ἀξιῶ σε, τέκνον, ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός, καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτω γίνεται. 7μὴ φοβηθῇς τὸν δήμιον τοῦτον, ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον, ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε.

7Ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν Τίνα μένετε; οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως, τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως. 7σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ θεοῦ. 7ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν. 7εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται, καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις. 7σὺ δέ, ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε, μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαιρόμενος χεῖρα· 7οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου θεοῦ κρίσιν ἐκπέφευγας. 7οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαθήκην θεοῦ πεπτώκασιν· σὺ δὲ τῇ τοῦ θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ. 7ἐγὼ δέ, καθάπερ οἱ ἀδελφοί, καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τῷ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν, 7ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην. 7Ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ. 7καὶ οὗτος οὖν καθαρὸς μετήλλαξεν παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιθώς.

7Ἑσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησεν.

7Τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω.

8Ιουδας δὲ ὁ καὶ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας προσεκαλοῦντο τοὺς συγγενεῖς καὶ τοὺς μεμενηκότας ἐν τῷ Ιουδαισμῷ προσλαμβανόμενοι συνήγαγον εἰς ἑξακισχιλίους. 8καὶ ἐπεκαλοῦντο τὸν κύριον ἐπιδεῖν τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτῖραι δὲ καὶ τὸν ναὸν τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα, 8ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι, 8μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι. 8γενόμενος δὲ ὁ Μακκαβαῖος ἐν συστέματι ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο τῆς ὀργῆς τοῦ κυρίου εἰς ἔλεον τραπείσης. 8πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων οὐκ ὀλίγους τῶν πολεμίων τροπούμενος 8μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβολὰς συνεργοὺς ἐλάμβανεν. καὶ λαλιὰ τῆς εὐανδρίας αὐτοῦ διηχεῖτο πανταχῆ.

8Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα, πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν. 8ὁ δὲ ταχέως προχειρισάμενος Νικάνορα τὸν τοῦ Πατρόκλου τῶν πρώτων φίλων ἀπέστειλεν ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων τὸ σύμπαν τῆς Ιουδαίας ἐξᾶραι γένος· συνέστησεν δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν καὶ ἐν πολεμικαῖς χρείαις πεῖραν ἔχοντα. 8διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ιουδαίων αἰχμαλωσίας ἐκπληρώσειν. 8εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλεν προκαλούμενος ἐπ' ἀγορασμὸν Ιουδαίων σωμάτων ὑπισχνούμενος ἐνενήκοντα σώματα ταλάντου παραχωρήσειν οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπ' αὐτῷ δίκην.

8τῷ δὲ Ιουδα προσέπεσεν περὶ τῆς τοῦ Νικάνορος ἐφόδου, καὶ μεταδόντος τοῖς σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου 8οἱ δειλανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ θεοῦ δίκην διεδίδρασκον ἑαυτοὺς καὶ ἐξετόπιζον. 8οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους· 8καὶ εἰ μὴ δι' αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας καὶ ἕνεκα τῆς ἐπ' αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ. 8συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας ἀριθμὸν ἑξακισχιλίους παρεκάλει μὴ καταπλαγῆναι τοῖς πολεμίοις μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπ' αὐτοὺς ἐθνῶν πολυπλήθειαν, ἀγωνίσασθαι δὲ γενναίως 8πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπ' αὐτῶν ὕβριν καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν. 8οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι θεῷ, δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφ' ἡμᾶς καὶ τὸν ὅλον κόσμον ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν. 8προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήμψεις καὶ τὴν ἐπὶ Σενναχηριμ, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδες ὡς ἀπώλοντο, 8καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς τοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχίλιοι σὺν Μακεδόσιν τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυριάδας ἀπώλεσαν διὰ τὴν γινομένην αὐτοῖς ἀπ' οὐρανοῦ βοήθειαν καὶ ὠφέλειαν πολλὴν ἔλαβον. 8ἐφ' οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνῄσκειν τετραμερές τι τὸ στράτευμα ἐποίησεν. 8τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σιμωνα καὶ Ιωσηπον καὶ Ιωναθην, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις, 8ἔτι δὲ καὶ Ελεαζαρον, παραναγνοὺς τὴν ἱερὰν βίβλον καὶ δοὺς σύνθημα θεοῦ βοηθείας τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος συνέβαλε τῷ Νικάνορι. 8γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐνακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπείρους τὸ πλεῖον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν. 8τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφ' ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι· 8ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, δι' ἣν αἰτίαν οὐκ ἐμακροτόνησαν κατατρέχοντες αὐτούς. 8ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς. 8μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο. 8ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις.

8Καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες. 8ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα. 8τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα. 8ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότα, καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν.

8ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν 8ταπεινωθεὶς ὑπὸ τῶν κατ' αὐτὸν νομιζομένων ἐλαχίστων εἶναι τῇ τοῦ κυρίου βοηθείᾳ τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα διὰ τῆς μεσογείου δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας ἧκεν εἰς Ἀντιόχειαν ὑπὲρ ἅπαν εὐημερηκὼς ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ. 8καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ' αὐτοῦ προτεταγμένοις νόμοις.

9Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων. 9εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν, καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι. 9ὄντι δὲ αὐτῷ κατ' Ἑκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα. 9ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τὴν τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ιουδαίους ἐναπερείσασθαι, διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα κατανύειν τὴν πορείαν τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπεν Πολυάνδριον Ιουδαίων Ιεροσόλυμα ποιήσω παραγενόμενος ἐκεῖ. 9ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ισραηλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι 9πάνυ δικαίως τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα. 9ὁ δ' οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ιουδαίους καὶ κελεύων ἐποξύνειν τὴν πορείαν. συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ῥοίζῳ καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι. 9ὁ δ' ἄρτι δοκῶν τοῖς τῆς θαλάσσης κύμασιν ἐπιτάσσειν διὰ τὴν ὑπὲρ ἄνθρωπον ἀλαζονείαν καὶ πλάστιγγι τὰ τῶν ὀρέων οἰόμενος ὕψη στήσειν κατὰ γῆν γενόμενος ἐν φορείῳ παρεκομίζετο φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος, 9ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν. 9καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα παρακομίζειν οὐδεὶς ἐδύνατο διὰ τὸ τῆς ὀσμῆς ἀφόρητον βάρος. 9ἐνταῦθα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν τεθραυσμένος καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσιν. 9καὶ μηδὲ τῆς ὀσμῆς αὐτοῦ δυνάμενος ἀνέχεσθαι ταῦτ ἔφη Δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ καὶ μὴ θνητὸν ὄντα ἰσόθεα φρονεῖν. 9ηὔχετο δὲ ὁ μιαρὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην οὕτως λέγων 9τὴν μὲν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι, 9τοὺς δὲ Ιουδαίους, οὓς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους δὲ σὺν τοῖς νηπίοις ἐκρίψειν θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν· 9ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν· 9πρὸς δὲ τούτοις καὶ Ιουδαῖον ἔσεσθαι καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος. 9οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπ' αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατ' αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ιουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολὴν ἱκετηρίας τάξιν ἔχουσαν, περιέχουσαν δὲ οὕτως

9Τοῖς χρηστοῖς Ιουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς καὶ στρατηγὸς Ἀντίοχος. 9εἰ ἔρρωσθε καὶ τὰ τέκνα καὶ τὰ ἴδια κατὰ γνώμην ἐστὶν ὑμῖν· εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων 9ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως. ἐπανάγων ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων καὶ περιπεσὼν ἀσθενείᾳ δυσχέρειαν ἐχούσῃ ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ἀσφαλείας. 9οὐκ ἀπογινώσκων τὰ κατ' ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν, 9θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθ' οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον, 9ὅπως, ἐάν τι παράδοξον ἀποβαίνῃ ἢ καὶ προσαγγελθῇ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα μὴ ἐπιταράσσωνται· 9πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῇ βασιλείᾳ τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα. 9παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ' ἰδίαν ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν· 9πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως παρακολουθοῦντα τῇ ἐμῇ προαιρέσει συμπεριενεχθήσεσθαι ὑμῖν.

9Ὁ μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν τὸν βίον. 9παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ, ὃς καὶ διευλαβηθεὶς τὸν υἱὸν Ἀντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη.

10Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν, 10τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη καθεῖλαν 10καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο. 10ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς, ἀλλ' ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπ' αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι. 10ἐν ᾗ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός, ὅς ἐστιν Χασελευ. 10καὶ μετ' εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι. 10διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον. 10ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔθνει κατ' ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας.

10καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἑπιφανοῦς τελευτῆς οὕτως εἶχεν. 10Νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά. 10οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον. 10Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν· 10ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ' ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἑπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον.

10Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ' ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει. 10ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν. 10οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν, 10οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων. 10συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας 10ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον, ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη. 10οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ, ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι. 10προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ' αὐτῶν ἀπολύσαντες. 10τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο. 10τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων.

10Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν. 10οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες 10ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς ὁ νόμος διασαφεῖ. 10γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ' ἑαυτῶν ἦσαν. 10ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι, οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν. 10γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ' ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ιουδαίων, 10οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον, εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν, διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι. 10κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δὲ ἑξακόσιοι.

10αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρεου. 10οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας. 10οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προίεντο. 10ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον· 10ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν. 10καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην. 10ταῦτα δὲ διαπραξάμενοι μεθ' ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.

11Μετ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι 11συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν, 11τὸ δὲ ἱερὸν ἀργυρολόγητον, καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη, πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν, 11οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος, πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα. 11εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ, Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν. 11ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα, μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ. 11αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν· ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν. 11αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων. 11ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους, θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι. 11προῆγον ἐν διασκευῇ τὸν ἀπ' οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου. 11λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις, ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις· τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν. 11οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν· καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη. 11οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς 11προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις, καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι. 11ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν, οἷς ὁ Λυσίας παρεκάλει, τοῦ συμφέροντος φροντίζων· ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων, συνεχώρησεν ὁ βασιλεύς. 11Ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν. 11Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ' ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δι' αὐτοῦ σημαινομένων. 11ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι, διεσάφησα· ἃ δὲ ἦν ἐνδεχόμενα, συνεχώρησεν. 11ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν, καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι. 11ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ' ἐμοῦ διαλεχθῆναι ὑμῖν. 11ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι.

11Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως Βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν. 11τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν 11ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει, ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα, 11αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη. 11εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς, ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει.

11Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν Βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν. 11εἰ ἔρρωσθε, εἴη ἂν ὡς βουλόμεθα· καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. 11ἐνεφάνισεν ἡμῖν Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις. 11τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας 11χρῆσθαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις, καθὰ καὶ τὸ πρότερον, καὶ οὐδεὶς αὐτῶν κατ' οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων. 11πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς. 11ἔρρωσθε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.

11Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν. 11ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν, καὶ ἡμεῖς συνευδοκοῦμεν. 11ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ, πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων, ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν· ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν. 11διὸ σπεύσατε καὶ πέμψατέ τινας, ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης. 11ὑγιαίνετε. ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου, Ξανθικοῦ πεντεκαιδεκάτῃ.

12Γενομένων δὲ τῶν συνθηκῶν τούτων ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο.

12τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν. 12Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ' αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας, 12κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα· καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων. 12μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν 12καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν. 12τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα. 12μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις, 12καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα.

12Ἑκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι. 12γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς. 12Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν. 12Ἑπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπιν. 12οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις. 12οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει. 12καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι.

12Ἑκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους. 12καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν. 12Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν. 12ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις. 12τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα. 12ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ' αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι. 12ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν. 12αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται. 12πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.

12Ἑξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους. 12μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν, ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη, νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο, ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον. 12ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους. 12ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους. 12ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων, ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν, 12εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.

12Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν. 12ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων. 12παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων. 12Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν ὁ Γοργίας εἰς Μαρισα. 12τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου· 12καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ' ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο.

12Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον. 12τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ' ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους. 12εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων, ἀφ' ὧν ὁ νόμος ἀπείργει τοὺς Ιουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι. 12πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος 12εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι. ὁ δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ' ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν. 12ποιησάμενός τε κατ' ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος· 12εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι· 12εἶτε ἐμβλέπων τοῖς μετ' εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι.

13Τῷ δὲ ἐνάτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ιουδαίαν 13καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δύναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια.

13συνέμειξεν δὲ αὐτοῖς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνείας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίᾳ τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι. 13ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον εἶναι πάντων τῶν κακῶν, προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν. 13ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν. 13ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον. 13τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον· 13πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο.

13Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ιουδαίοις. 13μεταλαβὼν δὲ Ιουδας ταῦτα παρήγγειλεν τῷ πλήθει δι' ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν 13καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι. 13πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς ὁ Ιουδας ἐκέλευσεν παραγίνεσθαι. 13καθ' ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ. 13δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτείας· περὶ δὲ Μωδειν ἐποιήσατο τὴν στρατοπεδείαν. 13ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα ϡθεοῦ νίκηνϡ μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ' οἰκίαν ὄντι συνεκέντησεν 13καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες· 13ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην.

13Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους. 13καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν, ἐτροποῦτο, προσέκρουεν, ἠλαττονοῦτο· 13τοῖς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν. 13προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ροδοκος ἐκ τῆς Ιουδαικῆς τάξεως· ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη. 13ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσουροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, προσέβαλεν τοῖς περὶ τὸν Ιουδαν, ἥττων ἐγένετο, 13μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς Ιουδαίους παρεκάλεσεν, ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησεν· 13καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο, κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γερρηνῶν Ἡγεμονίδην. 13ἦλθεν εἰς Πτολεμαίδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις. 13προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν, κατεπράυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιόχειαν. οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησεν.

14Μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου 14κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν. 14Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς, ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις, συννοήσας ὅτι καθ' ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος, 14ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα, πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ, καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν. 14καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς, ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι, πρὸς ταῦτα ἔφη 14Οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι, ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος, πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν. 14ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα 14πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν, δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος· τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ. 14ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ, βασιλεῦ, καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν. 14ἄχρι γὰρ Ιουδας περίεστιν, ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα. 14τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον. 14προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν 14δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι, τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι, καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ. 14οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι.

14Ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν, ἀεὶ δὲ μετ' ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος. 14προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου. 14Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι, βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς·

14ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν, ὑπευλαβεῖτο τὴν κρίσιν δι' αἱμάτων ποιήσασθαι. 14διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς. 14πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις. 14ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό· καὶ προῆλθεν παρ' ἑκάστου δίφραξ, ἔθεσαν δίφρους. 14διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις, μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται· τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν. 14διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον, τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν. 14καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ, ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο. 14παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι· ἐγάμησεν, εὐστάθησεν, ἐκοινώνησεν βίου.

14Ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων· τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι. 14ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν, κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως. 14προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν, εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος. 14ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν, εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ' ἐπιτελέσαι. 14ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα.

14συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται, παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα. 14τῶν δὲ μεθ' ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ ἔστιν ὁ ζητούμενος, 14προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ ὤμοσεν Ἑὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε, τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω. 14τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν· οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες 14Σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι· 14καὶ νῦν, ἅγιε παντὸς ἁγιασμοῦ κύριε, διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον.

14Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος. 14ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαισμοῦ, καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαισμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας. 14βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν, ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν· 14ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν. 14τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν, περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος 14εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι. 14τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους. 14τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα. 14ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος 14παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν.

15Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν. 15τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων Μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ' ἁγιότητος ἡμέρᾳ· 15ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν· 15τῶν δ' ἀποφηναμένων Ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα· 15ὁ δὲ ἕτερος Κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.

15Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον. 15ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου 15καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ' οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην. 15καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησεν. 15καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν. 15ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν. 15ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ονιαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προιέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι. 15εἶθ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν. 15ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπεῖν Ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ θεοῦ προφήτης. 15προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε 15Λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ, δι' ἧς θραύσεις τοὺς ὑπεναντίους.

15Παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ' ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν· 15ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος. 15ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.

15καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης 15συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δι' ὅπλων, καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην. 15ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον Σύ, δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· 15καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον· 15μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν. 15Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον. 15οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις. 15καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ.

15γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ. 15γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ. 15καὶ προσέταξεν ὁ καθ' ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ιεροσόλυμα. 15παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας. 15καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν, 15καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δ' ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι. 15οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες Εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον. 15ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον. 15ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς - Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ - πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαικῆς ἡμέρας.

15Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ' ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω. 15καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι. 15καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.