«καὶ τοῦτο νῦν ἐξευρέθη παρ᾿ αὐτοῖς Τατιανοῦ τινος πρώτως ταύτην εἰσενέγκαντος τὴν βλασφημίαν· ὃς Ἰουστίνου ἀκροατὴς γεγονώς, ἐφ᾿ ὅσον μὲν συνῆν ἐκείνῳ, οὐδὲν ἐξέφηνεν τοιοῦτον, μετὰ δὲ τὴν ἐκείνου μαρτυρίαν ἀποστὰς τῆς ἐκκλησίας, οἰήματι διδασκάλου ἐπαρθεὶς καὶ τυφωθεὶς ὡς διαφέρων τῶν λοιπῶν, ἴδιον χαρακτῆρα διδασκαλείου συνεστήσατο, αἰῶνάς τινας ἀοράτους ὁμοίως τοῖς ἀπὸ Οὐαλεντίνου μυθολογήσας γάμον τε φθορὰν καὶ πορνείαν παραπλησίως Μαρκίωνι καὶ Σατορνίνῳ ἀναγορεύσας, τῇ δὲ τοῦ Ἀδὰμ σωτηρίᾳ παρ᾿ ἑαυτοῦ τὴν ἀντιλογίαν ποιησάμενος».
Ταῦτα μὲν ὁ Εἰρηναῖος ...
Ὁ μέντοι γε πρότερος αὐτῶν ἀρχηγὸς ὁ Τατιανὸς συνάφειάν τινα καὶ συναγωγὴν οὐκ οἶδ᾿ ὅπως τῶν εὐαγγελίων συνθείς, Τὸ διὰ τεσσάρων τοῦτο προσωνόμασεν, ὃ καὶ παρά τισιν εἰς ἔτι νῦν φέρεται· |
'And this is a recent discovery of theirs, one Tatian being the chief introducer of the blasphemy. He was a hearer of Justin, and as long as he continued with him put forth no such doctrine: but after Justin's martyrdom he left the church, being lifted up with the reputation of a teacher, and puffed up with the idea that he was better than others. So he formed a peculiar school of his own, inventing some invisible aeons like the Valentinians, and like Marcion and Saturninus declaring marriage to be corruption and fornication, though his argument for the salvation of Adam was his own.'
So far Irenaeus. ...
Their former leader, however, Tatian, put together somehow or other a kind of combination and collection of the Gospels, to which he gave the name of Diatessaron, which book is still used in some quarters. |