X. EUSEBIUS, Hist. Eccles. 2. 25. | The Neronian Persecution |
Ταύτῃ γοῦν οὗτος, θεομάχος ἐν τοῖς μάλιστα πρῶτος ἀνακηρυχθείς, ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφαγάς. Παῦλος δὴ οὖν ἐπ᾿ αὐτῆς Ῥώμης τὴν κεφαλὴν ἀποτμηθῆναι καὶ Πέτρος ὡσαύτως ἀνασκολοπισθῆναι κατ᾿ αὐτὸν ἱστοροῦνται, καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Πέτρου καὶ Παύλου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόσρησις, οὐδὲν δὲ ἧττον καὶ ἐκκλησιαστικὸς ἀνήρ, Γάϊος ὄνομα, κατὰ Ζεφυρῖνον Ῥωμαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προϊσταμένῳ γνώμης ἐγγράφως διαλεχθείς, αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων, ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ σκηνώματα κατατέθειται, φησίν·
Ὡς δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν, Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ῥωμαίοις ὁμιλῶν, ὧδε παρίστησιν·
| In this way then declaring himself the first of God's chief enemies, [Nero] was stirred up to the slaughter of the Apostles. It is recorded then that Paul was beheaded at Rome itself, and that Peter likewise was crucified in his time; and the story is confirmed by the attachment (usual even now) of their names to the cemeteries at Rome. It is also confirmed by an ecclesiastical writer, Gaius by name, who lived in the time of Zephyrinus bishop of Rome. He in his written dialogue with Proclus, a champion of the Phrygian heresy, speaks thus of the pieces where the holy corpses of the aforesaid Apostles are laid: –
And that they were both martyred at the same time is shown by Dionysius, the Bishop of Corinth, who writes to the Romans thus: –
|
XI. EUSEBIUS, Hist. Eccles. iii. 3. | The Canonical Epistles |
Πέτρου μὲν οὖν ἐπιστολὴ μία, ἡ λεγομένη αὐτοῦ προτέρα, ἀνωμολόγηται, ταύτῃ δὲ καὶ οἱ πάλαι πρεσβύτεροι ὡς ἀναμφιλέκτῳ ἐν τοῖς σφῶν αὐτῶν κατακέχρηνται συγγράμμασιν· τὴν δὲ φερομένην δευτέραν οὐκ ἐνδιάθηκον μὲν εἶναι παρειλήφαμεν, ὅμως δὲ πολλοῖς χρήσιμος φανεῖσα, μετὰ τῶν ἄλλων ἐσπουδάσθη γραφῶν. τό γε μὴν τῶν ἐπικεκλημένων αὐτοῦ Πράξεων καὶ τὸ κατ᾿ αὐτὸν ὠνομασμένον εὐαγγέλιον τό τε λεγόμενον αὐτοῦ Κήρυγμα καὶ τὴν καλουμένην Ἀποκάλυψιν οὐδ᾿ ὅλως ἐν καθολικοῖς ἴσμεν παραδεδομένα, ὅτι μήτε ἀρχαίων μήτε μὴν καθ᾿ ἡμᾶς τις ἐκκλησιαστικὸς συγγραφεὺς ταῖς ἐξ αὐτῶν συνεχρήσατο μαρτυρίαις. προϊούσης δὲ τῆς ἱστορίας προύργου ποιήσομαι σὺν ταῖς διαδοχαῖς ὑποσημήνασθαι τίνες τῶν κατὰ χρόνους ἐκκλησιαστικῶν συγγραφέων ὁποίαις κέχρηνται τῶν ἀντιλεγομένων, τίνα τε περὶ τῶν ἐνδιαθήκων καὶ ὁμολογουμένων γραφῶν καὶ ὅσα περὶ τῶν μὴ τοιούτων αὐτοῖς εἴρηται. ἀλλὰ τὰ μὲν ὀνομαζόμενα Πέτρου, ὧν μόνην μίαν γνησίαν ἔγνων ἐπιστολὴν καὶ παρὰ τοῖς πάλαι πρεσβυτέροις ὁμολογουμένην, τοσαῦτα· τοῦ δὲ Παύλου πρόδηλοι καὶ σαφεῖς αἱ δεκατέσσαρες· ὅτι γε μήν τινες ἠθετήκασι τὴν πρὸς Ἑβραίους, πρὸς τῆς Ῥωμαίων ἐκκλησίας ὡς μὴ Παύλου οὖσαν αὐτὴν ἀντιλέγεσθαι φήσαντες, οὐ δίκαιον ἀγνοεῖν· καὶ τὰ περὶ ταύτης δὲ τοῖς πρὸ ἡμῶν εἰρημένα κατὰ καιρὸν παραθήσομαι. οὐδὲ μὴν τὰς λεγομένας αὐτοῦ Πράξεις ἐν ἀναμφιλέκτοις παρείληφα. ἐπεὶ δ᾿ ὁ αὐτὸς ἀπόστολος ἐν ταῖς ἐπὶ τέλει προσρήσεσιν τῆς πρὸς Ῥωμαίους μνήμην πεποίηται μετὰ ἄλλων καὶ Ἑρμᾶ, οὗ φασιν ὑπάρχειν τὸ τοῦ Ποιμένος βιβλίον, ἰστέον ὡς καὶ τοῦτο πρὸς μέν τινων ἀντιλέλεκται δι᾿ οὓς οὐκ ἂν ἐν ὁμολογουμένοις τεθείη, ὑφ᾿ ἑτέρων δὲ ἀναγκαιότατον οἷς μάλιστα δεῖ στοιχειώσεως εἰσαγωγικῆς, κέκριται· ὅθεν ἤδη καὶ ἐν ἐκκλησίαις ἴσμεν αὐτὸ δεδημοσιευμένον, καὶ τῶν παλαιτάτων δὲ συγγραφέων κεχρημένους τινὰς αὐτῷ κατείληφα. ταῦτα εἰς παράστασιν τῶν τε ἀναντιρρήτων καὶ τῶν μὴ παρὰ πᾶσιν ὁμολογουμένων θείων γραμμάτων εἰρήσθω. | Of Peter then one Epistle, his so-called Former, is fully acknowledged; and of this even the ancient elders have made constant use in their writings as undisputed. But as for the current Second Epistle, we have understood that it is not canonical: yet as it seemed useful to many, it was studied along with the other writings. The Acts, however, which bear his name, and the Gospel inscribed 'according to Peter,' and his so-called Preaching and so-called Apocalypse we know have not been handed down at all among canonical books, because no ecclesiastical writer, either of the ancients or of our own time, ever made general use of testimonies from them. But, as my history goes on, I shall do my diligence to signify along with the successions, who of the ecclesiastical writers from time to time used disputed books, and which of them they used, and also what they have said concerning the canonical and acknowledged books, and all that they have said concerning those that are not such. But so many are the writings that bear the name of Peter; and of them I recognize one single Epistle as genuine and acknowledged by the ancient elders. Of Paul the fourteen are manifest and clear. It is not indeed right to ignore the fact that some have rejected that to the Hebrews, saying that it is disputed by the Roman Church as not being Paul's; but I will set out at suitable opportunities what has been said by our predecessors concerning this Epistle too. The so-called Acts however of Paul I have not understood to be among the undisputed books. But whereas the same Apostle in the final salutations of the Epistle to the Romans mentions among others Hermas, whose work the so-called Shepherd is said to be, it ought to be known that this too has been disputed by some, and on their account must not be set down among the acknowledged books, but by others it has been judged indispensable for those who specially need elementary instruction. Hence, as we know, it has actually been read in public in churches, and I have found some even of the oldest writers using it. Let this serve to show those of the divine writings which are undisputed, and those which are not acknowledged by all. |
XII. EUSEBIUS, Hist. Eccles. iii. 25. | The Canon of the New Testament |
Εὔλογον δ᾿ ἐνταῦθα γενομένους ἀνακεφαλαιώσασθαι τὰς δηλωθείσας τῆς καινῆς διαθήκης γραφάς. καὶ δὴ τακτέον ἐν πρώτοις τὴν ἁγίαν τῶν εὐαγγελίων τετρακτύν, οἷς ἕπεται ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή· μετὰ δὲ ταύτην τὰς Παύλου καταλεκτέον ἐπιστολάς, αἷς ἑξῆς τὴν φερομένην Ἰωάννου προτέραν καὶ ὁμοίως τὴν Πέτρου κυρωτέον ἐπιστολήν· ἐπὶ τούτοις τακτέον, εἴ γε φανείη, τὴν Ἀποκάλυψιν Ἰωάννου, περὶ ἧς τὰ δόξαντα κατὰ καιρὸν ἐκθησόμεθα. καὶ ταῦτα μὲν ἐν ὁμολογουμένοις· τῶν δ᾿ ἀντιλεγομένων, γνωρίμων δ᾿ οὖν ὅμως τοῖς πολλοῖς, ἡ λεγομένη Ἰακώβου φέρεται καὶ ἡ Ἰούδα ἥ τε Πέτρου δευτέρα ἐπιστολὴ καὶ ἡ ὀνομαζομένη δευτέρα καὶ τρίτη Ἰωάννου, εἴτε τοῦ εὐαγγελιστοῦ τυγχάνουσαι εἴτε καὶ ἑτέρου ὁμωνύμου ἐκείνῳ. ἐν τοῖς νόθοις κατατετάχθω καὶ τῶν Παύλου Πράξεων ἡ γραφὴ ὅ τε λεγόμενος Ποιμὴν καὶ ἡ Ἀποκάλυψις Πέτρου καὶ πρὸς τούτοις ἡ φερομένη Βαρναβᾶ ἐπιστολὴ καὶ τῶν ἀποστόλων αἱ λεγόμεναι Διδαχαὶ ἔτι τε, ὡς ἔφην, ἡ Ἰωάννου Ἀποκάλυψις, εἰ φανείη· ἥν τινες, ὡς ἔφην, ἀθετοῦσιν, ἕτεροι δὲ ἐγκρίνουσιν τοῖς ὁμολογουμένοις. ἤδη δ᾿ ἐν τούτοις τινὲς καὶ τὸ καθ᾿ Ἑβραίους εὐαγγέλιον κατέλεξαν, ᾧ μάλιστα Ἑβραίων οἱ τὸν Χριστὸν παραδεξάμενοι χαίρουσιν. ταῦτα δὲ πάντα τῶν ἀντιλεγομένων ἂν εἴη, ἀναγκαίως δὲ καὶ τούτων ὅμως τὸν κατάλογον πεποιήμεθα, διακρίνοντες τάς τε κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν ἀληθεῖς καὶ ἀπλάστους καὶ ἀνωμολογημένας γραφὰς καὶ τὰς ἄλλως παρὰ ταύτας, οὐκ ἐνδιαθήκους μὲν ἀλλὰ καὶ ἀντιλεγομένας, ὅμως δὲ παρὰ πλείστοις τῶν ἐκκλησιαστικῶν γινωσκομένας, ἵν᾿ εἰδέναι ἔχοιμεν αὐτάς τε ταύτας καὶ τὰς ὀνόματι τῶν ἀποστόλων πρὸς τῶν αἱρετικῶν προφερομένας ἤτοι ὡς Πέτρου καὶ Θωμᾶ καὶ Ματθία ἢ καί τινων παρὰ τούτους ἄλλων εὐαγγέλια περιεχούσας ἢ ὡς Ἀνδρέου καὶ Ἰωάννου καὶ τῶν ἄλλων ἀποστόλων πράξεις· ὧν οὐδὲν οὐδαμῶς ἐν συγγράμματι τῶν κατὰ τὰς διαδοχὰς ἐκκλησιαστικῶν τις ἀνὴρ εἰς μνήμην ἀγαγεῖν ἠξίωσεν, πόρρω δέ που καὶ ὁ τῆς φράσεως παρὰ τὸ ἦθος τὸ ἀποστολικὸν ἐναλλάττει χαρακτήρ, ἥ τε γνώμη καὶ ἡ τῶν ἐν αὐτοῖς φερομένων προαίρεσις πλεῖστον ὅσον τῆς ἀληθοῦς ὀρθοδοξίας ἀπᾴδουσα, ὅτι δὴ αἱρετικῶν ἀνδρῶν ἀναπλάσματα τυγχάνει, σαφῶς παρίστησιν· ὅθεν οὐδ᾿ ἐν νόθοις αὐτὰ κατατακτέον, ἀλλ᾿ ὡς ἄτοπα πάντῃ καὶ δυσσεβῆ παραιτητέον. | Now that we have reached this point, it is reasonable to sum up the writings of the New Testament already mentioned. Well, then, we must set in the first place the holy quaternion of the Gospels, which are followed by the writing of the Acts of the Apostles. After this we have to place on the list the Epistles of Paul; and next to these we must maintain the current Former Epistle of John, and likewise that of Peter. In addition to these we must set down, if it do seem right, the Apocalypse of John; but the opinions which have been held concerning this book we will set forth in due course. And these are counted as acknowledged. But of the disputed books, which are nevertheless familiar to most [writers], the so-called Epistle of James is current, and that of Jude; also the Second of Peter, and those called Second and Third of John, whether they be the work of the Evangelist, or possibly of some other John. Among the spurious we must set down the writing of the Acts of Paul, and the so-called Shepherd, and the Apocalypse of Peter; and in addition to these the current Epistle of Barnabas, and the so called Teachings of the Apostles, and, moreover, as I said, the Apocalypse of John if it seem good; though some, as I said, reject it, while others include it in the acknowledged books. Some moreover have also counted in this class the Gospel according to the Hebrews, which is in especial honour with those of the Hebrews who have received the Christ. Now all these will belong to the disputed books. We have been obliged to include these also in our list notwithstanding [the doubts about them], distinguishing the writings which according to orthodox tradition are true and genuine and fully acknowledged, from the others outside their number, which are not canonical but disputed, yet recognized by most orthodox [writers], that we might be able to mark these books, and those put forward by the heretics in the name of the Apostles, whether as containing Gospels of Peter and Thomas and Matthias or also of others beside them, or as Acts of Andrew and John and the other Apostles – books of which no one of the succession of ecclesiastical [writers] ever condescended to make any mention in his writings. Moreover, the character of their language differs greatly from the apostolic spirit, and the sentiment and purpose of their contents, which is in the highest degree discordant with true orthodoxy, plainly shows that they are forgeries of heretics; so that we must not count them even among the spurious books, but reject them as in every way monstrous and impious. |
XIII. Eusebius, Hist. Eccles. iii. 39. | Papias |
Τοῦ δὲ Παπία συγγράμματα πέντε τὸν ἀριθμὸν φέρεται, ἃ καὶ ἐπιγέγραπται Λογίων κυριακῶν ἐξηγήσεως. τούτων καὶ Εἰρηναῖος ὡς μόνων αὐτῷ γραφέντων μνημονεύει, ὧδέ πως λέγων·
Καὶ ὁ μὲν Εἰρηναῖος ταῦτα· Αὐτός γε μὴν ὁ Παπίας κατὰ τὸ προοίμιον τῶν αὐτοῦ λόγων ἀκροατὴν μὲν καὶ αὐτόπτην οὐδαμῶς ἑαυτὸν γενέσθαι τῶν ἱερῶν ἀποστόλων ἐμφαίνει, παρειληφέναι δὲ τὰ τῆς πίστεως παρὰ τῶν ἐκείνοις γνωρίμων διδάσκει δι᾿ ὧν φησιν λέξεων·
Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον δὶς καταριθμοῦντι αὐτῷ τὸ Ἰωάννου ὄνομα, ὧν τὸν μὲν πρότερον Πέτρῳ καὶ Ἰακώβῳ καὶ Ματθαίῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις συγκαταλέγει, σαφῶς δηλῶν τὸν εὐαγγελιστήν, τὸν δ᾿ ἕτερον Ἰωάννην, διαστείλας τὸν λόγον, ἑτέροις παρὰ τὸν τῶν ἀποστόλων ἀριθμὸν κατατάσσει, προτάξας αὐτοῦ τὸν Ἀριστίωνα, σαφῶς τε αὐτὸν πρεσβύτερον ὀνομάζει· ὡς καὶ διὰ τούτων ἀποδείκνυσθαι τὴν ἱστορίαν ἀληθῆ τῶν δύο κατὰ τὴν Ἀσίαν ὁμωνυμίᾳ κεχρῆσθαι εἰρηκότων δύο τε ἐν Ἐφέσῳ γενέσθαι μνήματα καὶ ἑκάτερον Ἰωάννου ἔτι νῦν λέγεσθαι· οἷς καὶ ἀναγκαῖον προσέχειν τὸν νοῦν, εἰκὸς γὰρ τὸν δεύτερον, εἰ μή τις ἐθέλοι τὸν πρῶτον, τὴν ἐπ᾿ ὀνόματος φερομένην Ἰωάννου ἀποκάλυψιν ἑορακέναι. καὶ ὁ νῦν δὲ ἡμῖν δηλούμενος Παπίας τοὺς μὲν τῶν ἀποστόλων λόγους παρὰ τῶν αὐτοῖς παρηκολουθηκότων ὁμολογεῖ παρειληφέναι, Ἀριστίωνος δὲ καὶ τοῦ πρεσβυτέρου Ἰωάννου αὐτήκοον ἑαυτόν φησι γενέσθαι· ὀνομαστὶ γοῦν πολλάκις αὐτῶν μνημονεύσας ἐν τοῖς αὐτοῦ συγγράμμασιν τίθησιν αὐτῶν παραδόσεις. καὶ ταῦτα δ᾿ ἡμῖν οὐκ εἰς τὸ ἄχρηστον εἰρήσθω· Ἄξιον δὲ ταῖς ἀποδοθείσαις τοῦ Παπία φωναῖς προσάψαι λέξεις ἑτέρας αὐτοῦ, δι᾿ ὧν παράδοξά τινα ἱστορεῖ καὶ ἄλλα ὡς ἂν ἐκ παραδόσεως εἰς αὐτὸν ἐλθόντα. τὸ μὲν οὖν κατὰ τὴν Ἱεράπολιν Φίλιππον τὸν ἀπόστολον ἅμα ταῖς θυγατράσιν διατρῖψαι διὰ τῶν πρόσθεν δεδήλωται· ὡς δὲ κατὰ τοὺς αὐτοὺς ὁ Παπίας γενόμενος, διήγησιν παρειληφέναι θαυμασίαν ὑπὸ τῶν τοῦ Φιλίππου θυγατέρων μνημονεύει, τὰ νῦν σημειωτέον· νεκροῦ γὰρ ἀνάστασιν κατ᾿ αὐτὸν γεγονυῖαν ἱστορεῖ καὶ αὖ πάλιν ἕτερον παράδοξον περὶ Ἰοῦστον τὸν ἐπικληθέντα Βαρσαβᾶν γεγονός, ὡς δηλητήριον φάρμακον ἐμπιόντος καὶ μηδὲν ἀηδὲς διὰ τὴν τοῦ κυρίου χάριν ὑπομείναντος. τοῦτον δὲ τὸν Ἰοῦστον μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν τοὺς ἱεροὺς ἀποστόλους μετὰ Ματθία στῆσαί τε καὶ ἐπεύξασθαι ἀντὶ τοῦ προδότου Ἰούδα ἐπὶ τὸν κλῆρον τῆς ἀναπληρώσεως τοῦ αὐτῶν ἀριθμοῦ ἡ τῶν Πράξεων ὧδέ πως ἱστορεῖ γραφή·
καὶ ἄλλα δὲ ὁ αὐτὸς ὡς ἐκ παραδόσεως ἀγράφου εἰς αὐτὸν ἥκοντα παρατέθειται ξένας τέ τινας παραβολὰς τοῦ σωτῆρος καὶ διδασκαλίας αὐτοῦ καί τινα ἄλλα μυθικώτερα· ἐν οἷς καὶ χιλιάδα τινά φησιν ἐτῶν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, σωματικῶς τῆς Χριστοῦ βασιλείας ἐπὶ ταυτησὶ τῆς γῆς ὑποστησομένης· ἃ καὶ ἡγοῦμαι τὰς ἀποστολικὰς παρεκδεξάμενον διηγήσεις ὑπολαβεῖν, τὰ ἐν ὑποδείγμασι πρὸς αὐτῶν μυστικῶς εἰρημένα μὴ συνεορακότα. σφόδρα γάρ τοι σμικρὸς ὢν τὸν νοῦν, ὡς ἂν ἐκ τῶν αὐτοῦ λόγων τεκμηράμενον εἰπεῖν, φαίνεται, πλὴν καὶ τοῖς μετ᾿ αὐτὸν πλείστοις ὅσοις τῶν ἐκκλησιαστικῶν τῆς ὁμοίας αὐτῷ δόξης παραίτιος γέγονεν τὴν ἀρχαιότητα τἀνδρὸς προβεβλημένοις, ὥσπερ οὖν Εἰρηναίῳ καὶ εἴ τις ἄλλος τὰ ὅμοια φρονῶν ἀναπέφηνεν. καὶ ἄλλας δὲ τῇ ἰδίᾳ γραφῇ παραδίδωσιν Ἀριστίωνος τοῦ πρόσθεν δεδηλωμένου τῶν τοῦ κυρίου λόγων διηγήσεις καὶ τοῦ πρεσβυτέρου Ἰωάννου παραδόσεις· ἐφ᾿ ἃς τοὺς φιλομαθεῖς ἀναπέμψαντες, ἀναγκαίως νῦν προσθήσομεν ταῖς προεκτεθείσαις αὐτοῦ φωναῖς παράδοσιν ἣν περὶ Μάρκου τοῦ τὸ εὐαγγέλιον γεγραφότος ἐκτέθειται διὰ τούτων·
Ταῦτα μὲν οὖν ἱστόρηται τῷ Παπίᾳ περὶ τοῦ Μάρκου· περὶ δὲ τοῦ Ματθαίου ταῦτ᾿ εἴρηται·
Κέχρηται δ᾿ ὁ αὐτὸς μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου προτέρας ἐπιστολῆς καὶ ἀπὸ τῆς Πέτρου ὁμοίως, ἐκτέθειται δὲ καὶ ἄλλην ἱστορίαν περὶ γυναικὸς ἐπὶ πολλαῖς ἁμαρτίαις διαβληθείσης ἐπὶ τοῦ κυρίου, ἣν τὸ καθ᾿ Ἑβραίους εὐαγγέλιον περιέχει. καὶ ταῦτα δ᾿ ἡμῖν ἀναγκαίως πρὸς τοῖς ἐκτεθεῖσιν ἐπιτετηρήσθω. | Five books of Papias are extant, which bear the title Expositions of Oracles of the Lord. Of these Irenaeus also makes mention as the only works written by him, in the following words:
So far Irenaeus. Yet Papias himself, in the preface to his discourses, certainly does not declare that he himself was a hearer and eye-witness of the holy Apostles, but he shows, by the language which he uses, that he received the matters of the faith from those who were their friends : –
Here it is worth while to observe that he twice enumerates the name of John. The first he mentions in connexion with Peter and James and Matthew and the rest of the Apostles, evidently meaning the Evangelist, but the other John he mentions after an interval and classes with others outside the number of the Apostles, placing Aristion before him, and he distinctly calls him an Elder. So that he hereby makes it quite evident that their statement is true who say that there were two persons of that name in Asia, and that there are two tombs in Ephesus, each of which even now is called [the tomb] of John. And it is important to notice this; for it is probable that it was the second, if one will not admit that it was the first, who saw the Revelation which is ascribed by name to John. And Papias, of whom we are now speaking, confesses that he had received the words of the Apostles from those who had followed them, but says that he was himself a hearer of Aristion and the Elder John. At all events he mentions them frequently by name, and besides records their traditions in his writings. So much for these points which I trust have not been uselessly adduced. It is worth while however to add to the words of Papias given above other passages from him, in which he records some other wonderful events likewise, as having come down to him by tradition. That Philip the Apostle resided in Hierapolis with his daughters has been already stated; but how Papias, their contemporary, relates that he had heard a marvellous tale from the daughters of Philip, must be noted here. For he relates that in his time a man rose from the dead, and again he gives another wonderful story about Justus who was surnamed Barsabas, how that he drank a deadly poison, and yet, by the grace of the Lord, suffered no inconvenience. Of this Justus the Book of the Acts records that after the ascension of the Saviour the holy Apostles put him forward with Matthias, and prayed for the [right] choice, in place of the traitor Judas, that should make their number complete. The passage is somewhat as follows:
The same writer has recorded other notices as having come down to him from oral tradition, certain strange parables of the Saviour and teachings of His, and some other statements of a rather mythical character. Among which he says that there will be a period of about a thousand years after the resurrection, and that the kingdom of Christ will be set up in material form on this earth. These ideas I suppose he got through a misunderstanding of the apostolic accounts, not perceiving that the things recorded there in figures were spoken by them mystically. For he evidently was a man of very mean capacity, as one may say judging from his own statements : yet it was owing to him that so many church fathers after him adopted a like opinion, urging in their own support the antiquity of the man, as for instance Irenaeus and whoever else they were who declared that they held like views, Papias also gives in his own work other accounts of the words of the Lord on the authority of Aristion who has been mentioned above, and traditions of the Elder John. To these we refer the curious, and for our present purpose we will merely add to his words, which have been quoted above, a tradition, which has been set forth through these sources concerning Mark who wrote the Gospel : –
Such then is the account given by Papias concerning Mark. But concerning Matthew, the following statement is made [by him]:
The same writer employed testimonies from the First Epistle of John, and likewise from that of Peter. And he has related another story about a woman accused of many sins before the Lord, which the Gospel according to the Hebrews contains. |
XIV. Eusebius, Hist. Eccles. iv. 3. | Quadratus on our Lord's Miracles |
«Tοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν ἀληθῆ γὰρ ἦν, οἱ θεραπευθέντες, οἱ ἀναστάντες ἐκ νεκρῶν, οἳ οὐκ ὤφθησαν μόνον θεραπευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο». | But our Saviour's works were always present, for they were true, – even the men who were healed, who rose from the dead, – who were seen not only while healed or rising, but always present, and that not only during the Saviour's stay on earth, but also after His departure they remained for a long time, so that some of them came down even to our own times. |
XIX a. EUSEBIUS, Hist. Eccles. iv, 21, 22. | Hegesippus |
[iv.21] Ἤκμαζον δ᾿ ἐν τούτοις ἐπὶ τῆς ἐκκλησίας Ἡγήσιππός τε, ὃν ἴσμεν ἐκ τῶν προτέρων, καὶ Διονύσιος Κορινθίων ἐπίσκοπος Πινυτός τε ἄλλος τῶν ἐπὶ Κρήτης ἐπίσκοπος Φίλιππός τε ἐπὶ τούτοις καὶ Ἀπολινάριος καὶ Μελίτων Μουσανός τε καὶ Μόδεστος καὶ ἐπὶ πᾶσιν Εἰρηναῖος, ὧν καὶ εἰς ἡμᾶς τῆς ἀποστολικῆς παραδόσεως ἡ τῆς ὑγιοῦς πίστεως ἔγγραφος κατῆλθεν ὀρθοδοξία. Ὁ μὲν οὖν Ἡγήσιππος ἐν πέντε τοῖς εἰς ἡμᾶς ἐλθοῦσιν ὑπομνήμασιν τῆς ἰδίας γνώμης πληρεστάτην μνήμην καταλέλοιπεν· ἐν οἷς δηλοῖ ὡς πλείστοις ἐπισκόποις συμμίξειεν ἀποδημίαν στειλάμενος μέχρι Ῥώμης, καὶ ὡς ὅτι τὴν αὐτὴν παρὰ πάντων παρείληφεν διδασκαλίαν. ἀκοῦσαί γέ τοι πάρεστιν μετά τινα περὶ τῆς Κλήμεντος πρὸς Κορινθίους ἐπιστολῆς αὐτῷ εἰρημένα ἐπιλέγοντος ταῦτα·
[22] καὶ ἕτερα δὲ πλεῖστα γράφει, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι, ἔκ τε τοῦ καθ᾿ Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι, καὶ ἄλλα δὲ ὡς ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει. οὐ μόνος δὲ οὗτος, καὶ Εἰρηναῖος δὲ καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς πανάρετον Σοφίαν τὰς Σολομῶνος Παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρός τινων αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ. | At that time there flourished in the church Hegesippus, whom we know from former passages, and Dionysius bishop of Corinth, and another bishop Pinytus in Crete, and beside these Philip, and Apolinarius and Melito, also Musanus and Modestus, and lastly Irenaeus. From these has come down to us in writing the true doctrine of sound faith received from the apostolic tradition. Hegesippus then, in the five books of Memoirs which have come down to us, has left a very full record of his own opinion. In these he shows how he made acquaintance with a great many bishops when he made a journey as far as Rome, and that he received the same teaching from them all. At any rate, we can hear what he says after some words about the Epistle of Clement to the Corinthians. He goes on –
And he writes many other things, which we have in part already mentioned, setting forth the stories at their proper places. And from the Gospel according to the Hebrews and from the Syriac (Gospel), and in particular from (writings in) the Hebrew tongue, he sets down certain passages, showing that he was himself a convert from the Hebrews; and he mentions other things as coming from unwritten Jewish tradition. And not only he, but Irenaeus also and the whole company of the ancients called the Proverbs of Solomon All-virtuous Wisdom. And discoursing of the books called Apocryphal, he relates that some of these were composed in his own times by certain heretics. |
XIX b. EUSEBIUS, Hist. Eccles. iv, 29. | The Encratites |
Ταῦτα μὲν ὁ Εἰρηναῖος ... Ὁ μέντοι γε πρότερος αὐτῶν ἀρχηγὸς ὁ Τατιανὸς συνάφειάν τινα καὶ συναγωγὴν οὐκ οἶδ᾿ ὅπως τῶν εὐαγγελίων συνθείς, Τὸ διὰ τεσσάρων τοῦτο προσωνόμασεν, ὃ καὶ παρά τισιν εἰς ἔτι νῦν φέρεται· |
So far Irenaeus. ... Their former leader, however, Tatian, put together somehow or other a kind of combination and collection of the Gospels, to which he gave the name of Diatessaron, which book is still used in some quarters. |
XX. EUSEBIUS, Hist. Eccles. iv. 29. | Ep. Dionysius of Corinth to the Romans |
Ἔτι τοῦ Διονυσίου καὶ «πρὸς Ῥωμαίους» ἐπιστολὴ φέρεται, ἐπισκόπῳ τῷ τότε Σωτῆρι προσφωνοῦσα· ἐξ ἧς οὐδὲν οἷον τὸ καὶ παραθέσθαι λέξεις δι᾿ ὧν τὸ μέχρι τοῦ καθ᾿ ἡμᾶς διωγμοῦ φυλαχθὲν Ῥωμαίων ἔθος ἀποδεχόμενος ταῦτα γράφει·
Ἐν αὐτῇ δὲ ταύτῃ καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι· λέγει γοῦν·
Ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν ὡς ῥᾳδιουργηθεισῶν ταῦτά φησιν·
| Moreover there is current an Epistle of Dionysius to the Romans, addressed to Soter who was then bishop. But there is nothing like quoting from it words in which he approves the custom of the Romans which was kept up till the persecution of our own time, writing thus,
In this same Epistle he also mentions Clement's Epistle to the Corinthians, showing that from the first of ancient custom it was read before the Church. He says,
Again, the same writer speaks of his own epistles as having been falsified, in these words,
|
XXI. EUSEBIUS, Hist. Eccles. v. 4. | The Persecution at Lyons and Vienne |
«Οἱ ἐν Βιέννῃ καὶ Λουγδούνῳ τῆς Γαλλίας παροικοῦντες δοῦλοι Χριστοῦ τοῖς κατὰ τὴν Ἀσίαν καὶ Φρυγίαν τὴν αὐτὴν τῆς ἀπολυτρώσεως ἡμῖν πίστιν καὶ ἐλπίδα ἔχουσιν ἀδελφοῖς· εἰρήνη καὶ χάρις καὶ δόξα ἀπὸ θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν». «τὸ μὲν οὖν μέγεθος τῆς ἐνθάδε θλίψεως καὶ τὴν τοσαύτην τῶν ἐθνῶν εἰς τοὺς ἁγίους ὀργὴν καὶ ὅσα ὑπέμειναν οἱ μακάριοι μάρτυρες, ἐπ᾿ ἀκριβὲς οὔθ᾿ ἡμεῖς εἰπεῖν ἱκανοὶ οὔτε μὴν γραφῇ περιληφθῆναι δυνατόν. παντὶ γὰρ σθένει ἐνέσκηψεν ὁ ἀντικείμενος, προοιμιαζόμενος ἤδη τὴν ἀδεῶς μέλλουσαν ἔσεσθαι παρουσίαν αὐτοῦ, καὶ διὰ πάντων διῆλθεν, ἐθίζων τοὺς ἑαυτοῦ καὶ προγυμνάζων κατὰ τῶν δούλων τοῦ θεοῦ, ὥστε μὴ μόνον οἰκιῶν καὶ βαλανείων καὶ ἀγορᾶς εἴργεσθαι, ἀλλὰ καὶ τὸ καθόλου φαίνεσθαι ἡμῶν τινα αὐτοῖς ἀπειρῆσθαι ἐν ὁποίῳ δήποτε τόπῳ. ἀντεστρατήγει δὲ ἡ χάρις τοῦ θεοῦ, καὶ τοὺς μὲν ἀσθενεῖς ἐρρύετο, ἀντιπαρέτασσε δὲ στύλους ἑδραίους δυναμένους διὰ τῆς ὑπομονῆς πᾶσαν τὴν ὁρμὴν τοῦ πονηροῦ εἰς ἑαυτοὺς ἑλκύσαι· οἳ καὶ ὁμόσε ἐχώρουν, πᾶν εἶδος ὀνειδισμοῦ καὶ κολάσεως ἀνεχόμενοι· οἳ καὶ τὰ πολλὰ ὀλίγα ἡγούμενοι ἔσπευδον πρὸς Χριστόν, ὄντως ἐπιδεικνύμενοι ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. «καὶ πρῶτον μὲν τὰ ἀπὸ τοῦ ὄχλου πανδημεὶ σωρηδὸν ἐπιφερόμενα γενναίως ὑπέμενον, ἐπιβοήσεις καὶ πληγὰς καὶ συρμοὺς καὶ διαρπαγὰς καὶ λίθων βολὰς καὶ συγκλείσεις καὶ πάνθ᾿ ὅσα ἠγριωμένῳ πλήθει ὡς πρὸς ἐχθροὺς καὶ πολεμίους φιλεῖ γίνεσθαι, καὶ δὴ ἀναχθέντες εἰς τὴν ἀγορὰν ὑπό τε τοῦ χιλιάρχου καὶ τῶν προστηκότων τῆς πόλεως ἐξουσιῶν ἐπὶ παντὸς τοῦ πλήθους ἀνακριθέντες καὶ ὁμολογήσαντες, συνεκλείσθησαν εἰς τὴν εἱρκτὴν ἕως τῆς τοῦ ἡγεμόνος παρουσίας· μετέπειτα δὲ ἐπὶ τὸν ἡγεμόνα ἀχθέντων αὐτῶν κἀκείνου πάσῃ τῇ πρὸς ἡμᾶς ὠμότητι χρωμένου, Οὐέττιος Ἐπάγαθος, εἷς ἐκ τῶν ἀδελφῶν, πλήρωμα ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν πλησίον κεχωρηκώς, οὗ καὶ ἐπὶ τοσοῦτον ἠκρίβωτο ἡ πολιτεία, ὡς καίπερ ὄντα νέον συνεξισοῦσθαι τῇ τοῦ πρεσβυτέρου Ζαχαρίου μαρτυρίᾳ· πεπόρευτο γοῦν ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτος καὶ πάσῃ τῇ πρὸς τὸν πλησίον λειτουργίᾳ ἄοκνος, ζῆλον θεοῦ πολὺν ἔχων καὶ ζέων τῷ πνεύματι· τοιοῦτος δή τις ὤν, τὴν οὕτως καθ᾿ ἡμῶν ἀλόγως γινομένην κρίσιν οὐκ ἐβάστασεν, ἀλλ᾿ ὑπερηγανάκτησεν καὶ ἠξίου καὶ αὐτὸς ἀκουσθῆναι ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν ὅτι μηδὲν ἄθεον μηδὲ ἀσεβές ἐστιν ἐν ἡμῖν. τῶν δὲ περὶ τὸ βῆμα καταβοησάντων αὐτοῦ, καὶ γὰρ ἦν ἐπίσημος, καὶ τοῦ ἡγεμόνος μὴ ἀνασχομένου τῆς οὕτως ὑπ᾿ αὐτοῦ δικαίας προταθείσης ἀξιώσεως, ἀλλὰ μόνον τοῦτο πυθομένου εἰ καὶ αὐτὸς εἴη Χριστιανός, τοῦ δὲ λαμπροτάτῃ φωνῇ ὁμολογήσαντος, ἀνελήφθη καὶ αὐτὸς εἰς τὸν κλῆρον τῶν μαρτύρων, παράκλητος Χριστιανῶν χρηματίσας, ἔχων δὲ τὸν παράκλητον ἐν ἑαυτῷ, τὸ πνεῦμα τοῦ Ζαχαρίου, ὃ διὰ τοῦ πληρώματος τῆς ἀγάπης ἐνεδείξατο, εὐδοκήσας ὑπὲρ τῆς τῶν ἀδελφῶν ἀπολογίας καὶ τὴν ἑαυτοῦ θεῖναι ψυχήν· ἦν γὰρ καὶ ἔστιν γνήσιος Χριστοῦ μαθητής, ἀκολουθῶν τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ. «ἐντεῦθεν δὴ διεκρίνοντο οἱ λοιποί, καὶ φανεροὶ οἱ ἕτοιμοι ἐγίνοντο πρὸς τὸ μαρτυρεῖν, οἳ καὶ μετὰ πάσης προθυμίας ἀνεπλήρουν τὴν ὁμολογίαν τῆς μαρτυρίας, ἐφαίνοντο δὲ καὶ οἱ ἀνέτοιμοι καὶ ἀγύμναστοι καὶ ἔτι ἀσθενεῖς, ἀγῶνος μεγάλου τόνον ἐνεγκεῖν μὴ δυνάμενοι· ὧν καὶ ἐξέτρωσαν ὡς δέκα τὸν ἀριθμόν· οἳ καὶ μεγάλην λύπην καὶ πένθος ἀμέτρητον ἐνεποίησαν ἡμῖν καὶ τὴν προθυμίαν τῶν λοιπῶν τῶν μὴ συνειλημμένων ἐνέκοψαν· οἳ καίπερ πάντα τὰ δεινὰ πάσχοντες, ὅμως συμπαρῆσαν τοῖς μάρτυσιν καὶ οὐκ ἀπελείποντο αὐτῶν, τότε δὲ οἱ πάντες μεγάλως ἐπτοήθημεν διὰ τὸ ἄδηλον τῆς ὁμολογίας, οὐ τὰς ἐπιφερομένας κολάσεις φοβούμενοι, ἀλλὰ τὸ τέλος ἀφορῶντες καὶ τὸ ἀποπεσεῖν τινα δεδιότες. συνελαμβάνοντο μέντοι καθ᾿ ἑκάστην ἡμέραν οἱ ἄξιοι τὸν ἐκείνων ἀναπληροῦντες ἀριθμόν, ὥστε συλλεγῆναι ἐκ τῶν δύο ἐκκλησιῶν πάντας τοὺς σπουδαίους καὶ δι᾿ ὧν μάλιστα συνεστήκει τὰ ἐνθάδε· συνελαμβάνοντο δὲ καὶ ἐθνικοί τινες οἰκέται τῶν ἡμετέρων, ἐπεὶ δημοσίᾳ ἐκέλευσεν ὁ ἡγεμὼν ἀναζητεῖσθαι πάντας ἡμᾶς· οἳ καὶ κατ᾿ ἐνέδραν τοῦ σατανᾶ, φοβηθέντες τὰς βασάνους ἃς τοὺς ἁγίους ἔβλεπον πάσχοντας, τῶν στρατιωτῶν ἐπὶ τοῦτο παρορμώντων αὐτούς, κατεψεύσαντο ἡμῶν Θυέστεια δεῖπνα καὶ Οἰδιποδείους μίξεις καὶ ὅσα μήτε λαλεῖν μήτε νοεῖν θέμις ἡμῖν, ἀλλὰ μηδὲ πιστεύειν εἴ τι τοιοῦτο πώποτε παρὰ ἀνθρώποις ἐγένετο. τούτων δὲ φημισθέντων, πάντες ἀπεθηριώθησαν εἰς ἡμᾶς, ὥστε καὶ εἴ τινες τὸ πρότερον δι᾿ οἰκειότητα ἐμετρίαζον, τότε μεγάλως ἐχαλέπαινον καὶ διεπρίοντο ἐφ᾿ ἡμῖν· ἐπληροῦτο δὲ τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον ὅτι ἐλεύσεται καιρὸς ἐν ᾧ πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει λατρείαν προσφέρειν τῷ θεῷ. ἐνταῦθα λοιπὸν ὑπεράνω πάσης ἐξηγήσεως ὑπέμενον κολάσεις οἱ ἅγιοι μάρτυρες, φιλοτιμουμένου τοῦ σατανᾶ καὶ δι᾿ ἐκείνων ῥηθῆναί τι τῶν βλασφήμων· Ὑπερβεβλημένως δὲ ἐνέσκηψεν ἡ ὀργὴ πᾶσα καὶ ὄχλου καὶ ἡγεμόνος καὶ στρατιωτῶν εἰς Σάγκτον τὸν διάκονον ἀπὸ Βιέννης καὶ εἰς Μάτουρον, νεοφώτιστον μέν, ἀλλὰ γενναῖον ἀγωνιστήν, καὶ εἰς Ἄτταλον Περγαμηνὸν τῷ γένει, στῦλον καὶ ἑδραίωμα τῶν ἐνταῦθα ἀεὶ γεγονότα, καὶ εἰς Βλανδῖναν, δι᾿ ἧς ἐπέδειξεν ὁ Χριστὸς ὅτι τὰ παρὰ ἀνθρώποις εὐτελῆ καὶ ἀειδῆ καὶ εὐκαταφρόνητα φαινόμενα μεγάλης καταξιοῦται παρὰ θεῷ δόξης διὰ τὴν πρὸς αὐτὸν ἀγάπην τὴν ἐν δυνάμει δεικνυμένην καὶ μὴ ἐν εἴδει καυχωμένην. ἡμῶν γὰρ πάντων δεδιότων καὶ τῆς σαρκίνης δεσποίνης αὐτῆς, ἥτις ἦν καὶ αὐτὴ τῶν μαρτύρων μία ἀγωνίστρια, ἀγωνιώσης μὴ οὐδὲ τὴν ὁμολογίαν δυνήσεται παρρησιάσασθαι διὰ τὸ ἀσθενὲς τοῦ σώματος, ἡ Βλανδῖνα τοσαύτης ἐπληρώθη δυνάμεως, ὥστε ἐκλυθῆναι καὶ παρεθῆναι τοὺς κατὰ διαδοχὰς παντὶ τρόπῳ βασανίζοντας αὐτὴν ἀπὸ ἑωθινῆς ἕως ἑσπέρας, καὶ αὐτοὺς ὁμολογοῦντας ὅτι νενίκηνται μηδὲν ἔχοντες μηκέτι ὃ ποιήσωσιν αὐτῇ, καὶ θαυμάζειν ἐπὶ τῷ παραμένειν ἔμπνουν αὐτήν, παντὸς τοῦ σώματος περιερρωγότος καὶ ἠνεῳγμένου, καὶ μαρτυρεῖν ὅτι ἓν εἶδος στρεβλώσεως ἱκανὸν ἦν πρὸς τὸ ἐξαγαγεῖν τὴν ψυχήν, οὐχ ὅτι γε τοιαῦτα καὶ τοσαῦτα. ἀλλ᾿ ἡ μακαρία ὡς γενναῖος ἀθλητὴς ἀνενέαζεν ἐν τῇ ὁμολογίᾳ, καὶ ἦν αὐτῆς ἀνάληψις καὶ ἀνάπαυσις καὶ ἀναλγησία τῶν συμβαινόντων τὸ λέγειν ὅτι «Χριστιανή εἰμι καὶ παρ᾿ ἡμῖν οὐδὲν φαῦλον γίνεται». Ὁ δὲ Σάγκτος καὶ αὐτὸς ὑπερβεβλημένως καὶ ὑπὲρ πάντα ἄνθρωπον πάσας τὰς ἐξ ἀνθρώπων αἰκίας γενναίως ὑπομένων, τῶν ἀνόμων ἐλπιζόντων διὰ τὴν ἐπιμονὴν καὶ τὸ μέγεθος τῶν βασάνων ἀκούσεσθαί τι παρ᾿ αὐτοῦ τῶν μὴ δεόντων, τοσαύτῃ ὑποστάσει ἀντιπαρετάξατο αὐτοῖς, ὥστε μήτε τὸ ἴδιον κατειπεῖν ὄνομα μήτε ἔθνους μήτε πόλεως ὅθεν ἦν, μήτε εἰ δοῦλος ἢ ἐλεύθερος εἴη· ἀλλὰ πρὸς πάντα τὰ ἐπερωτώμενα ἀπεκρίνατο τῇ Ῥωμαϊκῇ φωνῇ «Χριστιανός εἰμι». τοῦτο καὶ ἀντὶ ὀνόματος καὶ ἀντὶ πόλεως καὶ ἀντὶ γένους καὶ ἀντὶ παντὸς ἐπαλλήλως ὡμολόγει, ἄλλην δὲ φωνὴν οὐκ ἤκουσαν αὐτοῦ τὰ ἔθνη· ... «Μετὰ ταῦτα δὴ λοιπὸν εἰς πᾶν εἶδος διῃρεῖτο τὰ μαρτύρια τῆς ἐξόδου αὐτῶν. ἐκ διαφόρων γὰρ χρωμάτων καὶ παντοίων ἀνθῶν ἕνα πλέξαντες στέφανον προσήνεγκαν τῷ πατρί· ἐχρῆν δ᾿ οὖν τοὺς γενναίους ἀθλητὰς ποικίλον ὑπομείναντας ἀγῶνα καὶ μεγάλως νικήσαντας ἀπολαβεῖν τὸν μέγαν τῆς ἀφθαρσίας στέφανον. ὁ μὲν οὖν Μάτουρος καὶ ὁ Σάγκτος καὶ ἡ Βλανδῖνα καὶ Ἄτταλος ἤγοντο ἐπὶ τὰ θηρία εἰς τὸ δημόσιον καὶ εἰς κοινὸν τῶν ἐθνῶν τῆς ἀπανθρωπίας θέαμα, ἐπίτηδες τῆς τῶν θηριομαχίων ἡμέρας διὰ τοὺς ἡμετέρους διδομένης. Καὶ ὁ μὲν Μάτουρος καὶ ὁ Σάγκτος αὖθις διῄεσαν ἐν τῷ ἀμφιθεάτρῳ διὰ πάσης κολάσεως, ὡς μηδὲν ὅλως προπεπονθότες, μᾶλλον δ᾿ ὡς διὰ πλειόνων ἤδη κλήρων ἐκβεβιακότες τὸν ἀντίπαλον καὶ περὶ τοῦ στεφάνου αὐτοῦ τὸν ἀγῶνα ἔχοντες, ὑπέφερον πάλιν τὰς διεξόδους τῶν μαστίγων τὰς ἐκεῖσε εἰθισμένας καὶ τοὺς ἀπὸ τῶν θηρίων ἑλκηθμοὺς καὶ πάνθ᾿ ὅσα μαινόμενος ὁ δῆμος, ἄλλοι ἀλλαχόθεν, ἐπεβόων καὶ ἐπεκελεύοντο, ἐπὶ πᾶσιν τὴν σιδηρᾶν καθέδραν, ἐφ᾿ ἧς τηγανιζόμενα τὰ σώματα κνίσης αὐτοὺς ἐνεφόρει. οἳ δ᾿ οὐδ᾿ οὕτως ἔληγον, ἀλλ᾿ ἔτι καὶ μᾶλλον ἐξεμαίνοντο, βουλόμενοι νικῆσαι τὴν ἐκείνων ὑπομονήν, καὶ οὐδ᾿ ὣς παρὰ Σάγκτου ἕτερόν τι εἰσήκουσαν παρ᾿ ἣν ἀπ᾿ ἀρχῆς εἴθιστο λέγειν τῆς ὁμολογίας φωνήν. οὗτοι μὲν οὖν, δι᾿ ἀγῶνος μεγάλου ἐπὶ πολὺ παραμενούσης αὐτῶν τῆς ψυχῆς, τοὔσχατον ἐτύθησαν, διὰ τῆς ἡμέρας ἐκείνης ἀντὶ πάσης τῆς ἐν τοῖς μονομαχίοις ποικιλίας αὐτοὶ θέαμα γενόμενοι τῷ κόσμῳ· Ἡ δὲ Βλανδῖνα ἐπὶ ξύλου κρεμασθεῖσα προύκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων· ἣ καὶ διὰ τοῦ βλέπεσθαι σταυροῦ σχήματι κρεμαμένη διὰ τῆς εὐτόνου προσευχῆς πολλὴν προθυμίαν τοῖς ἀγωνιζομένοις ἐνεποίει, βλεπόντων αὐτῶν ἐν τῷ ἀγῶνι καὶ τοῖς ἔξωθεν ὀφθαλμοῖς διὰ τῆς ἀδελφῆς τὸν ὑπὲρ αὐτῶν ἐσταυρωμένον, ἵνα πείσῃ τοὺς πιστεύοντας εἰς αὐτὸν ὅτι πᾶς ὁ ὑπὲρ τῆς Χριστοῦ δόξης παθὼν τὴν κοινωνίαν ἀεὶ ἔχει μετὰ τοῦ ζῶντος θεοῦ. καὶ μηδενὸς ἁψαμένου τότε τῶν θηρίων αὐτῆς, καθαιρεθεῖσα ἀπὸ τοῦ ξύλου ἀνελήφθη πάλιν εἰς τὴν εἱρκτήν, εἰς ἄλλον ἀγῶνα τηρουμένη, ἵνα διὰ πλειόνων γυμνασμάτων νικήσασα, τῷ μὲν σκολιῷ ὄφει ἀπαραίτητον ποιήσῃ τὴν καταδίκην, προτρέψηται δὲ τοὺς ἀδελφούς, ἡ μικρὰ καὶ ἀσθενὴς καὶ εὐκαταφρόνητος μέγαν καὶ ἀκαταγώνιστον ἀθλητὴν Χριστὸν ἐνδεδυμένη, διὰ πολλῶν κλήρων ἐκβιάσασα τὸν ἀντικείμενον καὶ δι᾿ ἀγῶνος τὸν τῆς ἀφθαρσίας στεψαμένη στέφανον. ... Ἐπὶ πᾶσι δὲ τούτοις τῇ ἐσχάτῃ λοιπὸν ἡμέρᾳ τῶν μονομαχίων ἡ Βλανδῖνα πάλιν εἰσεκομίζετο μετὰ καὶ Ποντικοῦ, παιδαρίου ὡς πεντεκαίδεκα ἐτῶν, οἳ καὶ καθ᾿ ἡμέραν εἰσήγοντο πρὸς τὸ βλέπειν τὴν τῶν λοιπῶν κόλασιν· καὶ ἠναγκάζοντο ὀμνύναι κατὰ τῶν εἰδώλων αὐτῶν, καὶ διὰ τὸ ἐμμένειν εὐσταθῶς καὶ ἐξουθενεῖν αὐτοὺς ἠγριώθη πρὸς αὐτοὺς τὸ πλῆθος, ὡς μήτε τὴν ἡλικίαν τοῦ παιδὸς οἰκτεῖραι μήτε τὸ γύναιον αἰδεσθῆναι, πρὸς πάντα δὲ τὰ δεινὰ παρέβαλλον αὐτοὺς καὶ διὰ πάσης ἐν κύκλῳ διῆγον κολάσεως, ἐπαλλήλως ἀναγκάζοντες ὀμόσαι, ἀλλὰ μὴ δυνάμενοι τοῦτο πρᾶξαι. ὁ μὲν γὰρ Ποντικὸς ὑπὸ τῆς ἀδελφῆς παρωρμημένος, ὡς καὶ τὰ ἔθνη βλέπειν ὅτι ἐκείνη ἦν προτρεπομένη καὶ στηρίζουσα αὐτόν, πᾶσαν κόλασιν γενναίως ὑπομείνας ἀπέδωκεν τὸ πνεῦμα· ἡ δὲ μακαρία Βλανδῖνα πάντων ἐσχάτη, καθάπερ μήτηρ εὐγενὴς παρορμήσασα τὰ τέκνα καὶ νικηφόρους προπέμψασα πρὸς τὸν βασιλέα, ἀναμετρουμένη καὶ αὐτὴ πάντα τὰ τῶν παίδων ἀγωνίσματα ἔσπευδεν πρὸς αὐτούς, χαίρουσα καὶ ἀγαλλιωμένη ἐπὶ τῇ ἐξόδῳ, ὡς εἰς νυμφικὸν δεῖπνον κεκλημένη, ἀλλὰ μὴ πρὸς θηρία βεβλημένη· καὶ μετὰ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γυργαθὸν βληθεῖσα ταύρῳ παρεβλήθη, καὶ ἱκανῶς ἀναβληθεῖσα πρὸς τοῦ ζῴου μηδὲ αἴσθησιν ἔτι τῶν συμβαινόντων ἔχουσα διὰ τὴν ἐλπίδα καὶ ἐποχὴν τῶν πεπιστευμένων καὶ ὁμιλίαν πρὸς Χριστόν, ἐτύθη καὶ αὐτή, καὶ αὐτῶν ὁμολογούντων τῶν ἐθνῶν ὅτι μηδεπώποτε παρ᾿ αὐτοῖς γυνὴ τοιαῦτα καὶ τοσαῦτα ἔπαθεν. Ἀλλ᾿ οὐδ᾿ οὕτως κόρον ἐλάμβανεν αὐτῶν ἡ μανία καὶ ἡ πρὸς τοὺς ἁγίους ὠμότης. ὑπὸ γὰρ ἀγρίου θηρὸς ἄγρια καὶ βάρβαρα φῦλα ταραχθέντα δυσπαύστως εἶχεν, καὶ ἄλλην ἰδίαν ἀρχὴν ἐπὶ τοῖς σώμασιν ἐλάμβανεν ἡ ὕβρις αὐτῶν· τὸ γὰρ νενικῆσθαι αὐτοὺς οὐκ ἐδυσώπει διὰ τὸ μὴ ἔχειν ἀνθρώπινον ἐπιλογισμόν, μᾶλλον δὲ καὶ ἐξέκαιεν αὐτῶν τὴν ὀργὴν καθάπερ θηρίου, καὶ τοῦ ἡγεμόνος καὶ τοῦ δήμου τὸ ὅμοιον εἰς ἡμᾶς ἄδικον ἐπιδεικνυμένων μῖσος, ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ ἄνομος ἀνομησάτω ἔτι, καὶ ὁ δίκαιος δικαιωθήτω ἔτι. καὶ γὰρ τοὺς ἐναποπνιγέντας τῇ εἱρκτῇ παρέβαλλον κυσίν, ἐπιμελῶς παραφυλάσσοντες νύκτωρ καὶ μεθ᾿ ἡμέραν μὴ κηδευθῇ τις ὑφ᾿ ἡμῶν· καὶ τότε δὴ προθέντες τά τε τῶν θηρίων τά τε τοῦ πυρὸς λείψανα, πῇ μὲν ἐσπαραγμένα, πῇ δὲ ἠνθρακευμένα, καὶ τῶν λοιπῶν τὰς κεφαλὰς σὺν τοῖς ἀποτμήμασιν αὐτῶν ὡσαύτως ἀτάφους παρεφύλαττον μετὰ στρατιωτικῆς ἐπιμελείας ἡμέραις συχναῖς. καὶ οἳ μὲν ἐνεβριμοῦντο καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτοῖς, ζητοῦντές τινα περισσοτέραν ἐκδίκησιν παρ᾿ αὐτῶν λαβεῖν, οἳ δὲ ἐνεγέλων καὶ ἐπετώθαζον, μεγαλύνοντες ἅμα τὰ εἴδωλα αὐτῶν καὶ ἐκείνοις προσάπτοντες τὴν τούτων τιμωρίαν, οἱ δὲ ἐπιεικέστεροι καὶ κατὰ ποσὸν συμπαθεῖν δοκοῦντες ὠνείδιζον πολύ, λέγοντες· «ποῦ ὁ θεὸς αὐτῶν καὶ τί αὐτοὺς ὤνησεν ἡ θρῃσκεία, ἣν καὶ πρὸ τῆς ἑαυτῶν εἵλαντο ψυχῆς;» καὶ τὰ μὲν ἀπ᾿ ἐκείνων τοιαύτην εἶχε τὴν ποικιλίαν, τὰ δὲ καθ᾿ ἡμᾶς ἐν μεγάλῳ καθειστήκει πένθει διὰ τὸ μὴ δύνασθαι τὰ σώματα κρύψαι τῇ γῇ· οὔτε γὰρ νὺξ συνεβάλλετο ἡμῖν πρὸς τοῦτο οὔτε ἀργύρια ἔπειθεν οὔτε λιτανεία ἐδυσώπει, παντὶ δὲ τρόπῳ παρετήρουν, ὡς μέγα τι κερδανοῦντες, εἰ μὴ τύχοιεν ταφῆς». | The servants of Christ residing at Vienne and Lyons, in Gaul, to the brethren throughout Asia and Phrygia, who hold the same faith and hope of redemption, peace and grace and glory from God the Father and Christ Jesus our Lord. The greatness of the tribulation in this region, and the fury of the heathen against the saints, and the sufferings of the blessed witnesses, we cannot recount accurately, nor indeed could they possibly be recorded. For with all his might the adversary fell upon us, giving us a foretaste of his unbridled activity at his future coming. He endeavoured in every manner to practise and exercise his servants against the servants of God, not only shutting us out from houses and baths and markets, but forbidding any of us to be seen in any place whatever. But the grace of God led the conflict against him, and delivered the weak, and set them as firm pillars, able through patience to endure all the wrath of the Evil One. And they joined battle with him, undergoing all kinds of shame and injury; and regarding their great sufferings as little, they hastened to Christ, manifesting truly that 'the sufferings of this present time are not worthy to be compared with the glory which shall be revealed to us-ward.' First of all, they endured nobly the injuries heaped upon them by the populace; clamours and blows and draggings and robberies and stonings and imprisonments, and all things which an infuriated mob delight in inflicting on enemies and adversaries. Then being taken to the forum by the chiliarch and the authorities of the city, they were examined in the presence of the whole multitude, and having confessed, they were imprisoned until the arrival of the governor. Then all of us feared greatly on account of uncertainty as to their confession; not because we dreaded the sufferings to be endured, but because we looked to the end, and were afraid that some of them might fall away. But those who were worthy were seized day by day, filling up their number, so that all the zealous persons, and those through whom especially our affairs had been established, were collected together out of the two churches. And some of our heathen servants also were seized, as the governor had publicly commanded that all of us should be sought out. These, being ensnared by Satan, and fearing for themselves the tortures which they beheld the saints endure, and being also urged on by the soldiers, accused us falsely of Thyestean banquets and Oedipodean intercourse, and of deeds which are not only unlawful for us to speak of or to think, but which we cannot believe were ever done by men. When these accusations were reported, all the people raged like wild beasts against us, so that even if any had before been moderate on account of friendship, they were now exceedingly furious and gnashed their teeth against us. And that which was spoken by our Lord was fulfilled: 'The time will corne when whosoever killeth you will think that he doeth God service.' Then finally the holy witnesses endured sufferings beyond description, Satan striving earnestly that some of the slanders might be uttered by them also. But the whole wrath of the populace, and governor, and soldiers was aroused exceedingly against Sanctus, the deacon from Vienne, and Maturus, a late con vert, yet a noble combatant, and against Attalus, a native of Pergamos, where he had always been a pillar and foundation, and Blandina, through whom Christ showed that things which appear mean and obscure and despicable to men are with God of great glory, through love toward Him manifested in power, and not boasting in appearance. For while we all trembled, and her earthly mistress, who was herseif also one of the witnesses, feared that on account of the weakness of her body, she would be unable to make bold confession, Blandina was filled with such power that the men were weary and faint who were torturing her by turns from morning till evening in every manner, so that they acknowledged that they were conquered, and could do nothing more to her. And they were astonished at her endurance, as her entire body was mangled and broken ; and they testified that one of these forms of torture was sufficient to destroy life, not to speak of so many and so great sufferings. But the blessed woman, like a noble athlete, renewed her strength in her confession ; and her comfort and récréation and relief from the pain of her sufferings was in exclaiming, ' I am a Christian, and there is nothing vile done by us.' But Sanctus also endured marvellously and super-humanly all the outrages which he suffered. While the wicked men hoped, by the continuance and severity of his tortures to wring something from him which he ought not to say, he girded himself against them with such firmness that he would not even teil his name, or the nation or city to which he belonged, or whether he was bond or free, but answered in the Roman tongue to all their questions, 'I am a Christian.' He confessed this instead of name and city and race and everything besides, and the people heard from him no other word. ... After these things, finally, their martyrdoms were divided into every form. For plaiting a crown of various colours and of all kinds of flowers, they presented it to the Father. It was proper therefore that the noble athletes, having endured a manifold strife, and conquered grandly, should receive the crown, great and incorruptible. Maturus, therefore, and Sanctus and Blandina, and Attalus were led to the amphitheatre to be exposed to the wild beasts, and to give the heathen public a spectacle of cruelty, a day for fighting with wild beasts being specially appointed on account of our people. Both Maturus and Sanctus passed again through every torment in the amphitheatre, as ifthey had suifered nothing before, or rather, as if, having already conquered their antagonist in many contests, they were now striving for the crown itself. They endured again the customary running of the gauntlet and the violence of the wild beasts, and everything which the furious people cailed for or desired, and at last, the iron chair in which their bodies being roasted, tormented them with the fumes. And not with this did the persecutors cease, but were yet more mad against them, determined to overcome their patience. But even thus they did not hear a word from Sanctus except the confession which he had uttered from the beginning. These, then, after their life had continued for a long time through the great conflict, were at last sacrificed, having been made throughout that day a spectacle to the world, in place of the usual variety of combats. But Blandina was suspended on a stake, and exposed to be devoured by the wild beasts who should attack her. And because she appeared as if hanging on a cross, and because of her earnest prayers, she inspired the combatants with great zeal. For they looked On her in her conflict, and beheld with their outward eyes, in the form of their sister, Him who was crucified for them, that He might persuade those who believe on Him, that every one who suffers for the glory of Christ has fellowship always with the living God. As none of the wild beasts at that time touched her, she was taken down from the stake, and cast again into prison. She was preserved thus for another! contest, that, being victorious in more conflicts, she might make the punishment of the crooked serpent irrevocable; and, though small and weak and despised, yet clothed with Christ the mighty and conquering Athlete, she might arouse the zeal of the brethren, and, having overcome the adversary many times might receive, through her conflict, the crown incorruptible. After all these, on the last day of the contests, Blandina was again brought in, with Ponticus, a boy about fifteen years old. They had been brought every day to witness the sufferings of the others, and had been pressed to swear by the idols. But because they remained steadfast and despised them, the multitude became furious, so that they had no compassion for the youth of the boy nor respect for the sex of the woman. Therefore they exposed them to all the terrible sufferings and took them through the entire round of torture, repeatedly urging them to swear, but being unable to effect this; for Ponticus, encouraged by his sister so that even the heathen could see that she was confirming and strengthening him, having nobly endured every torture, gave up the ghost. But the blessed Blandina, last of all, having, as a noble mother, encouraged her children and sent them before her victorious to the King, endured herself all their conflicts and hastened after them, glad and rejoicing in her departure as if called to a marriage-supper, rather than cast to wild beasts. And, after the scourging, after the wild beasts, after the roasting-seat, she was finally enclosed in a net, and thrown before a bull. And having been tossed about by the animal, but feeling none of the things which were happening to her, on account of her hope and firm hold upon what had been entrusted to her, and her communion with Christ, she also was sacrificed. And the heathen themselves confessed that never among them had a woman endured so many and such terrible tortures. But not even thus was their madness and cruelty toward the saints satisfied. For, incited by the Wild Beast, wild and barbarous tribes were not easily appeased, and their violence found another peculiar opportunity in the dead bodies. For, through their lack of manly reason, the fact that they had been conquered did not put them to shame, but rather the more enkindled their wrath as that of a wild beast, and aroused alike the hatred of governor and people to treat us unjustly; that the Scripture might be fulfilled: 'He that is lawless, let him be lawless still, and he that is righteous, let him be righteous still.' For they cast to the dog's those who had died of suffocation in the prison, carefully guarding them by night and day, lest any one should be buried by us. And they exposed the remains left by the wild beasts and by fire, mangled and charred, and placed the heads of the others by their bodies, and guarded them in like manner from burial by a watch of soldiers for many days. And some raged and gnashed their teeth against them, desiring to execute more severe vengeance upon them ; but others laughed and mocked at them, magnifying their own idols, and imputed to them the punishment of the Christians. Even the more reasonable, and those who had seemed to sympathize somewhat, reproached them often, saying, 'Where is their God, and what has their religion, which they have chosen rather than life, profited them? ' So various was their conduct toward us; but we were in deep affliction because we could not bury the bodies. For neither did night avail us for this purpose, nor did money persuade, nor entreaty move to compassion; but they kept watch in every way, as if the prevention of the burial would be of some great advantage to them. A. N. L. |
XXIII. EUSEBIUS, Hist. Eccles. v. 8. | Origin of the Gospels |
«Ὁ μὲν δὴ Ματθαῖος ἐν τοῖς Ἑβραίοις τῇ ἰδίᾳ αὐτῶν διαλέκτῳ καὶ γραφὴν ἐξήνεγκεν εὐαγγελίου, τοῦ Πέτρου καὶ τοῦ Παύλου ἐν Ῥώμῃ εὐαγγελιζομένων καὶ θεμελιούντων τὴν ἐκκλησίαν. μετὰ δὲ τὴν τούτων ἔξοδον Μάρκος, ὁ μαθητὴς καὶ ἑρμηνευτὴς Πέτρου, καὶ αὐτὸς τὰ ὑπὸ Πέτρου κηρυσσόμενα ἐγγράφως ἡμῖν παραδέδωκεν· καὶ Λουκᾶς δέ, ὁ ἀκόλουθος Παύλου, τὸ ὑπ᾿ ἐκείνου κηρυσσόμενον εὐαγγέλιον ἐν βίβλῳ κατέθετο. ἔπειτα Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου, ὁ καὶ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσών, καὶ αὐτὸς ἐξέδωκεν τὸ εὐαγγέλιον, ἐν Ἐφέσῳ τῆς Ἀσίας διατρίβων». Ταῦτα μὲν οὖν ἐν τρίτῳ τῆς εἰρημένης ὑποθέσεως τῷ προδηλωθέντι εἴρηται, ἐν δὲ τῷ πέμπτῳ περὶ τῆς Ἰωάννου Ἀποκαλύψεως καὶ τῆς ψήφου τῆς τοῦ ἀντιχρίστου προσηγορίας οὕτως διαλαμβάνει·
Καὶ ὑποκαταβὰς περὶ τοῦ αὐτοῦ φάσκει·
Ταῦτα καὶ περὶ τῆς Ἀποκαλύψεως ἱστόρηται τῷ δεδηλωμένῳ· μέμνηται δὲ καὶ τῆς Ἰωάννου πρώτης Ἐπιστολῆς, μαρτυρίας ἐξ αὐτῆς πλείστας εἰσφέρων, ὁμοίως δὲ καὶ τῆς Πέτρου προτέρας. οὐ μόνον δὲ οἶδεν, ἀλλὰ καὶ ἀποδέχεται τὴν τοῦ Ποιμένος γραφήν, λέγων·
Καὶ ῥητοῖς δέ τισιν ἐκ τῆς Σολομῶνος Σοφίας κέχρηται, μόνον οὐχὶ φάσκων· «ὅρασις δὲ θεοῦ περιποιητικὴ ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ». καὶ ἀπομνημονευμάτων δὲ ἀποστολικοῦ τινος πρεσβυτέρου, οὗ τοὔνομα σιωπῇ παρέδωκεν, μνημονεύει ἐξηγήσεις τε αὐτοῦ θείων γραφῶν παρατέθειται. ἔτι καὶ Ἰουστίνου τοῦ μάρτυρος καὶ Ἰγνατίου μνήμην πεποίηται, μαρτυρίαις αὖθις καὶ ἀπὸ τῶν τούτοις γραφέντων κεχρημένος, ἐπήγγελται δ᾿ αὐτὸς ἐκ τῶν Μαρκίωνος συγγραμμάτων ἀντιλέξειν αὐτῷ ἐν ἰδίῳ σπουδάσματι. | Matthew published a written Gospel among the Hebrews in their own language, while Peter and Paul were preaching and founding the church in Rome. After their decease Mark, the disciple and interpreter of Peter – he also transmitted to us in writing those things which Peter had preached; and Luke, the attendant of Paul, recorded in a book the Gospel which Paul had declared. Afterwards John, the disciple of the Lord, who also reclined on his bosom – he too published the Gospel, while staying at Ephesus in Asia. [Irenaeus] states these things in the third book of his above-mentioned work. In the fifth book he speaks as follows of the Apocalypse of John, and the number of the name of Antichrist:–
And farther on he says concerning the same:–
These things concerning the Apocalypse are stated by the writer referred to. He also mentions the first Epistle of John, taking many proofs from it, and likewise the first Epistle of Peter. And he not only knows, but also receives, the Shepherd, writing as follows:–
And he uses almost the precise words of the Wisdom of Solomon, saying, 'the vision of God produces immortality, but immortality renders us near to God.' He mentions also the memoirs of a certain apostolic presbyter, whose name he passes by in silence, and gives his expositions of the sacred Scriptures. And he refers to Justin the Martyr, and to Ignatius, using quotations also from their writings. Moreover, he promises to refute Marcion from his own writings, in a special work. |
XXV. EUSEBIUS, Hist. Eccles. v. 20. | Letter of Irenaeus to Florinus |
«Ταῦτα τὰ δόγματα, Φλωρῖνε, ἵνα πεφεισμένως εἴπω, οὐκ ἔστιν ὑγιοῦς γνώμης· ταῦτα τὰ δόγματα ἀσύμφωνά ἐστιν τῇ ἐκκλησίᾳ, εἰς τὴν μεγίστην ἀσέβειαν περιβάλλοντα τοὺς πειθομένους αὐτοῖς· ταῦτα τὰ δόγματα οὐδὲ οἱ ἔξω τῆς ἐκκλησίας αἱρετικοὶ ἐτόλμησαν ἀποφήνασθαί ποτε· ταῦτα τὰ δόγματα οἱ πρὸ ἡμῶν πρεσβύτεροι, οἱ καὶ τοῖς ἀποστόλοις συμφοιτήσαντες, οὐ παρέδωκάν σοι. εἶδον γάρ σε, παῖς ἔτι ὤν, ἐν τῇ κάτω Ἀσίᾳ παρὰ Πολυκάρπῳ, λαμπρῶς πράσσοντα ἐν τῇ βασιλικῇ αὐλῇ καὶ πειρώμενον εὐδοκιμεῖν παρ᾿ αὐτῷ. μᾶλλον γὰρ τὰ τότε διαμνημονεύω τῶν ἔναγχος γινομένων (αἱ γὰρ ἐκ παίδων μαθήσεις συναύξουσαι τῇ ψυχῇ, ἑνοῦνται αὐτῇ), ὥστε με δύνασθαι εἰπεῖν καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος διελέγετο ὁ μακάριος Πολύκαρπος, καὶ τὰς προόδους αὐτοῦ καὶ τὰς εἰσόδους καὶ τὸν χαρακτῆρα τοῦ βίου καὶ τὴν τοῦ σώματος ἰδέαν καὶ τὰς διαλέξεις ἃς ἐποιεῖτο πρὸς τὸ πλῆθος, καὶ τὴν μετὰ Ἰωάννου συναναστροφὴν ὡς ἀπήγγελλεν καὶ τὴν μετὰ τῶν λοιπῶν τῶν ἑορακότων τὸν κύριον, καὶ ὡς ἀπεμνημόνευεν τοὺς λόγους αὐτῶν, καὶ περὶ τοῦ κυρίου τίνα ἦν ἃ παρ᾿ ἐκείνων ἀκηκόει, καὶ περὶ τῶν δυνάμεων αὐτοῦ, καὶ περὶ τῆς διδασκαλίας, ὡς παρὰ τῶν αὐτοπτῶν τῆς ζωῆς τοῦ λόγου παρειληφὼς ὁ Πολύκαρπος ἀπήγγελλεν πάντα σύμφωνα ταῖς γραφαῖς. ταῦτα καὶ τότε διὰ τὸ ἔλεος τοῦ θεοῦ τὸ ἐπ᾿ ἐμοὶ γεγονὸς σπουδαίως ἤκουον, ὑπομνηματιζόμενος αὐτὰ οὐκ ἐν χάρτῃ, ἀλλ᾿ ἐν τῇ ἐμῇ καρδίᾳ· καὶ ἀεὶ διὰ τὴν χάριν τοῦ θεοῦ γνησίως αὐτὰ ἀναμαρυκῶμαι, καὶ δύναμαι διαμαρτύρασθαι ἔμπροσθεν τοῦ θεοῦ ὅτι εἴ τι τοιοῦτον ἀκηκόει ἐκεῖνος ὁ μακάριος καὶ ἀποστολικὸς πρεσβύτερος, ἀνακράξας ἂν καὶ ἐμφράξας τὰ ὦτα αὐτοῦ καὶ κατὰ τὸ σύνηθες αὐτῷ εἰπών «Ὧ καλὲ θεέ, εἰς οἵους με καιροὺς τετήρηκας, ἵνα τούτων ἀνέχωμαι», πεφεύγει ἂν καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος ἢ ἑστὼς τῶν τοιούτων ἀκηκόει λόγων. καὶ ἐκ τῶν ἐπιστολῶν δὲ αὐτοῦ ὧν ἐπέστειλεν ἤτοι ταῖς γειτνιώσαις ἐκκλησίαις, ἐπιστηρίζων αὐτάς, ἢ τῶν ἀδελφῶν τισί, νουθετῶν αὐτοὺς καὶ προτρεπόμενος, δύναται φανερωθῆναι». | These opinions, Florinus, that I may speak without harshness, are not of sound judgement; these opinions are not in harmony with the Church, but involve those adopting them in the greatest impiety; these opinions even the heretics outside the pale of the Church have never ventured to broach; these opinions the elders before us, who also were disciples of the Apostles, did not hand down to you. For I saw you, when I was still a boy, in Lower Asia in Company with Polycarp, while you was faring prosperously in the royal court, and endeavouring to stand well with him. For I distinctly remember the incidents of that time better than events of recent occurrence; for the lessons received in childhood, growing with the growth of the soul, become identified with it; so that I can describe the very place in which the blessed Polycarp used to sit when he discoursed, and his goings out and his comings in, and his manner of life, and his personal appearance, and the discourses which he held before the people, and how he would describe his intercourse with John and with the rest who had seen the Lord, and how he would relate their words. And whatsoever things he had heard from them about the Lord, and about his miracles, and about his teaching, Polycarp, as having received them from eye-witnesses of the life of the Word, would relate altogether in accordance with the Scriptures. To these discourses I used to listen at the time with attention by God's mercy which was bestowed upon me, noting them down, not on paper, but in my heart; and by the grace of God I constantly ruminate upon them faithfully. And I can testify in the sight of God, that if the blessed and Apostolic elder had heard anything of this kind, he would have cried out, and stopped his ears, and said after his wont, 'O good God, for what times have you kept me, that I should endure such things?' and would even have fled from the place where he was sitting or standing when he heard such words. And indeed, this can be shown from his letters which he wrote either to the neighbouring Churches for their confirmation, or to certain of the brethren for their warning and exhortation. L. |
XXVI. EUSEBIUS, Hist. Eccles. v. 24. | Letter of Polycrates to Victor |
«Ἡμεῖς οὖν ἀρᾳδιούργητον ἄγομεν τὴν ἡμέραν, μήτε προστιθέντες μήτε ἀφαιρούμενοι. καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηται· ἅτινα ἀναστήσεται τῇ ἡμέρᾳ τῆς παρουσίας τοῦ Κυρίου, ἐν ᾗ ἔρχεται μετὰ δόξης ἐξ οὐρανῶν καὶ ἀναζητήσει πάντας τοὺς ἁγίους, Φίλιππον τῶν δώδεκα ἀποστόλων, ὃς κεκοίμηται ἐν Ἱεραπόλει καὶ δύο θυγατέρες αὐτοῦ γεγηρακυῖαι παρθένοι καὶ ἡ ἑτέρα αὐτοῦ θυγάτηρ ἐν Ἁγίῳ Πνεύματι πολιτευσαμένη ἐν Ἐφέσῳ ἀναπαύεται· ἔτι δὲ καὶ Ἰωάννης ὁ ἐπὶ τὸ στῆθος τοῦ Κυρίου ἀναπεσών, ὃς ἐγενήθη ἱερεὺς τὸ πέταλον πεφορεκὼς καὶ μάρτυς καὶ διδάσκαλος· οὗτος ἐν Ἐφέσῳ κεκοίμηται, ἔτι δὲ καὶ Πολύκαρπος ἐν Σμύρνῃ, καὶ ἐπίσκοπος καὶ μάρτυς· καὶ Θρασέας, καὶ ἐπίσκοπος καὶ μάρτυς ἀπὸ Εὐμενείας, ὃς ἐν Σμύρνῃ κεκοίμηται. τί δὲ δεῖ λέγειν Σάγαριν ἐπίσκοπον καὶ μάρτυρα, ὃς ἐν Λαοδικείᾳ κεκοίμηται, ἔτι δὲ καὶ Παπείριον τὸν μακάριον καὶ Μελίτωνα τὸν εὐνοῦχον, τὸν ἐν Ἁγίῳ Πνεύματι πάντα πολιτευσάμενον, ὃς κεῖται ἐν Σάρδεσιν περιμένων τὴν ἀπὸ τῶν οὐρανῶν ἐπισκοπὴν ἐν ᾗ ἐκ νεκρῶν ἀναστήσεται; οὗτοι πάντες ἐτήρησαν τὴν ἡμέραν τῆς τεσσαρεσκαιδεκάτης τοῦ Πάσχα κατὰ τὸ εὐαγγέλιον, μηδὲν παρεκβαίνοντες, ἀλλὰ κατὰ τὸν κανόνα τῆς πίστεως ἀκολουθοῦντες· ἔτι δὲ κἀγὼ ὁ μικρότερος πάντων ὑμῶν Πολυκράτης, κατὰ παράδοσιν τῶν συγγενῶν μου, οἷς καὶ παρηκολούθησά τισιν αὐτῶν. ἑπτὰ μὲν ἦσαν συγγενεῖς μου ἐπίσκοποι, ἐγὼ δὲ ὄγδοος· καὶ πάντοτε τὴν ἡμέραν ἤγαγον οἱ συγγενεῖς μου ὅταν ὁ λαὸς ἤρνυεν τὴν ζύμην. ἐγὼ οὖν, ἀδελφοί, ἑξήκοντα πέντε ἔτη ἔχων ἐν Κυρίῳ καὶ συμβεβληκὼς τοῖς ἀπὸ τῆς οἰκουμένης ἀδελφοῖς καὶ πᾶσαν ἁγίαν γραφὴν διεληλυθώς, οὐ πτύρομαι ἐπὶ τοῖςκαταπλησσομένοις· οἱ γὰρ ἐμοῦ μείζονες εἰρήκασι πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις». | We observe the exact day; neither adding, nor taking away. For in Asia also great lights have fallen asleep, which shall rise again on the day of the Lord's coming, when he shall come with glory from heaven, and shall raise up all the saints. Among these are Philip, one of the twelve Apostles, who fell asleep in Hierapolis; and his two daughters who grew old in virginity, and his other daughter who lived in the Holy Spirit and rests at Ephesus; and, moreover, John, who was both a martyr and a teacher, who leaned upon the bosom of the Lord, and became a priest wearing the sacerdotal plate. He fell asleep at Ephesus. And Polycarp too in Smyrna, who was a bishop and martyr; and Thraseas, bishop and martyr from Eumenia, who fell asleep in Smyrna. Why need I mention the bishop and martyr Sagaris who fell asleep in Laodicea, or the blessed Papirius, or Melito the eunuch, who lived altogether in the Holy Spirit, and who lies in Sardis, awaiting the visitation from heaven, when he shall rise from the dead? All these observed the fourteenth day for the passover according to the Gospel, deviating in no respect, but following the rule of faith. And I also, Polycrates, the least of you all, do according to the tradition of my relatives, some of whom I have closely followed. For seven of my relatives were bishops, and I am the eighth. And my relatives always observed the day when the people put away the leaven. I, therefore, brethren, who have lived sixty-five years in the Lord, and have met with the brethren throughout the world, and have gone through every holy scripture, am not affrighted by terrifying words. For those greater than I have said ' We ought to obey God rather than men.' |
XLVII. EUSEBIUS, Hist. Eccles. vi. 18. | Origen's conception of education |
Ἐν τούτῳ καὶ Ἀμβρόσιος τὰ τῆς Οὐαλεντίνου φρονῶν αἱρέσεως, πρὸς τῆς ὑπὸ Ὠριγένους πρεσβευομένης ἀληθείας ἐλεγχθεὶς καὶ ὡς ἂν ὑπὸ φωτὸς καταυγασθεὶς τὴν διάνοιαν, τῷ τῆς ἐκκλησιαστικῆς ὀρθοδοξίας προστίθεται λόγῳ· καὶ ἄλλοι δὲ πλείους τῶν ἀπὸ παιδείας, τῆς περὶ τὸν Ὠριγένην φήμης πανταχόσε βοωμένης, ᾔεσαν ὡς αὐτόν, πεῖραν τῆς ἐν τοῖς ἱεροῖς λόγοις ἱκανότητος τἀνδρὸς ληψόμενοι· μυρίοι δὲ τῶν αἱρετικῶν φιλοσόφων τε τῶν μάλιστα ἐπιφανῶν οὐκ ὀλίγοι διὰ σπουδῆς αὐτῷ προσεῖχον, μόνον οὐχὶ πρὸς τοῖς θείοις καὶ τὰ τῆς ἔξωθεν φιλοσοφίας πρὸς αὐτοῦ παιδευόμενοι. εἰσῆγέν τε γὰρ ὅσους εὐφυῶς ἔχοντας ἑώρα, καὶ ἐπὶ τὰ φιλόσοφα μαθήματα, γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἄλλα προπαιδεύματα παραδιδοὺς εἴς τε τὰς αἱρέσεις τὰς παρὰ τοῖς φιλοσόφοις προάγων καὶ τὰ παρὰ τούτοις συγγράμματα διηγούμενος ὑπομνηματι- ζόμενός τε καὶ θεωρῶν εἰς ἕκαστα, ὥστε μέγαν καὶ παρ᾿ αὐτοῖς Ἕλλησιν φιλόσοφον τὸν ἄνδρα κηρύττεσθαι· πολλοὺς δὲ καὶ τῶν ἰδιωτικωτέρων ἐνῆγεν ἐπὶ τὰ ἐγκύκλια γράμματα, οὐ μικρὰν αὐτοῖς ἔσεσθαι φάσκων ἐξ ἐκείνων ἐπιτηδειότητα εἰς τὴν τῶν θείων γραφῶν θεωρίαν τε καὶ παρασκευήν, ὅθεν μάλιστα καὶ ἑαυτῷ ἀναγκαίαν ἡγήσατο τὴν περὶ τὰ κοσμικὰ καὶ φιλόσοφα μαθήματα ἄσκησιν. | About this time Ambrose, who held the heresy of Valentinus, was convinced by Origen's presentation of the truth, and, as if his mind were illumined by light, he accepted the orthodox doctrine of the Church. Many other lovers of learning also, drawn by the fame of Origen, which resounded everywhere, came to him to make trial of his skill in sacred literature. And a great many heretics and not a few of the most distinguished philosophers studied under him diligently, receiving instruction from him not only in divine things, but also in secular philosophy. For when he perceived that any persons had superior intelligence he instructed them also in philosophic studies – in geometry, arithmetic and other preparatory studies – and then advanced to the systems of the philosophers and explained their writings. And he made observations and comments upon each of them, so that he became celebrated as a great philosopher even among the Greeks themselves. And he instructed many of the less learned in the common school studies, saying that these would be no small help to them in the study and understanding of the Divine Scriptures. On this account he considered it especially necessary for himself to be skilled in secular and philosophic learning. |
LIII. EUSEBIUS, Hist.Eccles.vi.19. | Porphyry's Objections to Allegorical Interpretations |
Τῆς δὴ μοχθηρίας τῶν Ἰουδαϊκῶν γραφῶν οὐκ ἀπόστασιν, λύσιν δέ τινες εὑρεῖν προθυμηθέντες, ἐπ᾿ ἐξηγήσεις ἐτράποντο ἀσυγκλώστους καὶ ἀναρμόστους τοῖς γεγραμμένοις, οὐκ ἀπολογίαν μᾶλλον ὑπὲρ τῶν ὀθνείων, παραδοχὴν δὲ καὶ ἔπαινον τοῖς οἰκείοις φερούσας. αἰνίγματα γὰρ τὰ φανερῶς παρὰ Μωυσεῖ λεγόμενα εἶναι κομπάσαντες, καὶ ἐπιθειάσαντες ὡς θεσπίσματα πλήρη κρυφίων μυστηρίων, διά τε τοῦ τύφου τὸ κριτικὸν τῆς ψυχῆς καταγοητεύσαντες, ἐπάγουσιν ἐξηγήσεις. | Some persons, desiring to find a solution of the baseness of the Jewish Scriptures rather than abandon them, have had recourse to interpretations inconsistent and incongruous with the words written, which explanations instead of supplying a defence of the foreigners, contain rather approval and praise of themselves. For they boast that the plain words of Moses are enigmas, and regard them as oracles full of hidden mysteries; and having bewildered the mental judgement by their folly, they foist interpretations on them. N.L. |
LIV. EUSEBIUS, Hist.Eccles.vi.25 | Origen on The Authorship of the Epistle to the Hebrews |
Ἔτι πρὸς τούτοις περὶ τῆς Πρὸς Ἑβραίους ἐπιστολῆς ἐν ταῖς εἰς αὐτὴν Ὁμιλίαις ταῦτα διαλαμβάνει·
Τούτοις μεθ᾿ ἕτερα ἐπιφέρει λέγων·
| In addition Origen makes the following statements in regard to the Epistle to the Hebrews in his Homilies upon it:
Farther on he adds:
N.L. |
LV. EUSEBIUS, Hist.Eccles.vii.8. | Dionysius of Alexandria on Novation |
«Νοουατιανῷ μὲν γὰρ εὐλόγως ἀπεχθανόμεθα, διακόψαντι τὴν ἐκκλησίαν, καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ἑλκύσαντι, καὶ περὶ τοῦ θεοῦ διδασκαλίαν ἀνοσιωτάτην ἐπεισκυκλήσαντι, καὶ τὸν χρηστότατον Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πᾶσι δὲ τούτοις τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον, καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμολογίαν ἀνατρέποντι, τό τε Πνεῦμα τὸ ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς αὐτούς, παντελῶς φυγαδεύοντι». | For we hate Novatian with good reason, in that he divided the Church and led sorae of the brethren into impieties and blasphemies and introduced a most unholy doctrine concerning God, and slanders our most compassionate Lord Jesus Christ as merciless. In addition to all this he rejects the holy washing, and overthrows the faith and confession which go before it, and utterly banishes from them the Holy Spirit, if there were any hope at all that he would remain with them or return to them. |
LXIII. EUSEBIUS, Hist.Eccles.vii.25. | Dionysius of Alexandria on the authorship of the Apocalypse. |
Καὶ ἀπὸ τῶν νοημάτων δὲ, καὶ ἀπὸ τῶν ῥημάτων καὶ τῆς συντάξεως αὐτῶν, εἰκότως ἕτερος οὗτος παρ᾿ ἐκεῖνον ὑποληφθήσεται. συνᾴδουσι μὲν γὰρ ἀλλήλοις τὸ εὐαγγέλιον καὶ ἡ ἐπιστολή, ὁμοίως τε ἄρχονται. τὸ μέν φησιν, ‘ Ἐν ἀρχῇ ἦν ὁ λόγος· ’ ἣ δέ, ‘ Ὃ ἦν ἀπ᾿ ἀρχῆς.’ τὸ μέν φησιν, ‘ Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός· ’ ἣ δὲ τὰ αὐτὰ σμικρῷ παρηλλαγμένα· ‘ Ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη.’ ταῦτα γὰρ προανακρούεται, διατεινόμενος, ὡς ἐν τοῖς ἑξῆς ἐδήλωσεν, πρὸς τοὺς ‘ οὐκ ἐν σαρκὶ ’ φάσκοντας ‘ ἐληλυθέναι ’ τὸν Κύριον· διὸ καὶ συνῆψεν ἐπιμελῶς, ‘ Καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥ τις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν. ’ ἔχεται αὐτοῦ, καὶ τῶν προθέσεων οὐκ ἀφίσταται, διὰ δὲ τῶν αὐτῶν κεφαλαίων καὶ ὀνομάτων πάντα διεξέρχεται· ὧν τινὰ μὲν ἡμεῖς συντόμως ὑπομνήσομεν. ὁ δὲ προσεχῶς ἐντυγχάνων εὑρήσει ἐν ἑκατέρῳ πολλὴν ‘ τὴν ζωήν, ’ πολὺ ‘ τὸ φῶς ἀποτροπὴν τοῦ σκότους, ’ συνεχῆ ‘ τὴν ἀλήθειαν, τὴν χάριν, τὴν χαρὰν, τὴν σάρκα καὶ τὸ αἷμα τοῦ Κυρίου, τὴν κρίσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν πρὸς ἡμᾶς ἀγάπην τοῦ Θεοῦ, τὴν πρὸς ἀλλήλους ἡμᾶς ἀγάπης ἐντολήν, ὡς πάσας δεῖ φυλάττειν τὰς ἐντολάς· ὁ ἔλεγχος τοῦ κόσμου, τοῦ διαβόλου, τοῦ ἀντιχρίστου, ἡ ἐπαγγελία τοῦ ἁγίου Πνεύματος, ἡ υἱοθεσία τοῦ Θεοῦ, ’ ἡ δι’ όλου ‘ πίστις ’ ἡμῶν ἀπαιτουμένη, ‘ ὁ Πατὴρ καὶ ὁ Υἱός ’ πανταχοῦ· καὶ ὅλως διὰ πάντων χαρακτηρίζοντας, ἕνα καὶ τὸν αὐτὸν συνορᾶν τοῦ τε εὐαγγελίου καὶ τῆς ἐπιστολῆς χρῶτα πρόκειται. ἀλλοιοτάτη δὲ καὶ ξένη παρὰ ταῦτα ἡ ἀποκάλυψις, μήτε ἐφαπτομένη, μήτε γειτνιῶσα τούτων μηδενί σχεδόν, ὡς εἰπεῖν, μηδὲ συλλαβὴν πρὸς αὐτὰ κοινὴν ἔχουσα· ἀλλ᾿ οὐδὲ μνήμην τινὰ οὐδὲ ἔννοιαν οὔτε ἡ ἐπιστολὴ τῆς ἀποκαλύψεως ἔχει· (ἔα γὰρ τὸ εὐαγγέλιον·) οὔτε τῆς ἐπιστολῆς ἡ ἀποκάλυψις· Παύλου διὰ τῶν ἐπιστολῶν ὑποφήναντός τι καὶ περὶ τῶν ἀποκαλύψεων αὐτοῦ, ἃς οὐκ ἐνέγραψεν καθ᾿ αὑτάς. ἔτι δὲ καὶ διὰ τῆς φράσεως τὴν διαφορὰν ἔστιν τεκμήρασθαι τοῦ εὐαγγελίου καὶ τῆς ἐπιστολῆς πρὸς τὴν ἀποκάλυψιν. τὰ μὲν γὰρ οὐ μόνον ἀπταίστως κατὰ τὴν τῶν Ἑλλήνων φωνήν, ἀλλὰ καὶ λογιώτατα ταῖς λέξεσιν, τοῖς συλλογισμοῖς ταῖς συντάξεσιν τῆς ἑρμηνείας γέγραπται. πολλοῦ γε δεῖ βάρβαρόν τινα φθόγγον, ἢ σολοικισμὸν, ἢ ὅλως ἰδιωτισμὸν ἐν αὐτοῖς εὑρεθῆναι. ἑκάτερον γὰρ εἶχεν, ὡς ἔοικεν, τὸν λόγον, ἀμφοτέρους αὐτῷ χαρισαμένου τοῦ Κυρίου, τόν τε τῆς γνώσεως, τόν τε τῆς φράσεως. τούτῳ δὲ ἀποκαλύψεις μὲν ἑωρακέναι, καὶ γνῶσιν εἰληφέναι καὶ προφητείαν, οὐκ ἀντερῶ· διάλεκτον μέντοι καὶ γλῶσσαν οὐκ ἀκριβῶς ἑλληνίζουσαν αὐτοῦ βλέπω, ἀλλ᾿ ἰδιώμασίν τε βαρβαρικοῖς χρώμενον, καί που καὶ σολοικίζοντα. ἅπερ οὐκ ἀναγκαῖον νῦν ἐκλέγειν· οὐδὲ γὰρ ἐπισκώπτων, μή τις νομίσῃ, ταῦτα εἶπον, ἀλλὰ μόνον τὴν ἀνομοιότητα διευθύνων τῶν γραφῶν. | And from the thoughts too, and from the words and their arrangement, this writer may reasonably be supposed different from the other. For the Gospel and the Epistle agree together, and begin in like manner. The one says, 'In the beginning was the Word'; the other, 'That which was from the beginning.' The one says, 'And the Word became flesh, and dwelt among us, and we beheld His glory, glory as of an only-begotten from the Father'; the other the same a little varied, 'That which we have heard, which we have seen with our eyes, which we beheld, and our hands handled, of the Word of life, and the life was manifested.' For this he makes his prelude and steadfastly maintains, as he makes plain in what follows, against those who say 'That the Lord has not come in flesh': wherefore also he carefully adds, 'And that which we have seen we testify, and we declare unto you the eternal life which was with the Father and was manifested to us: that which we have seen and heard declare we unto you.' He is consistent with himself, and does not depart from his purposes, but goes through all things under the same heads and names, of which we will shortly mention some. He that reads carefully will find in either much mention of the life, the light, the turning away of darkness; and continually the truth, the grace, the joy, the flesh and the blood of the Lord, the judgement, the forgiveness of sins, the love of God for us, the command to us to love one another, the need of keeping all the commandments, the conviction of the world, of the devil and of Antichrist, the promise of the Holy Spirit, the adoption of God, the faith which is throughout required of us, everywhere the Father and the Son. In short, if we mark them by all their characters, it is plain to see that the complexion of the Gospel and of the Epistle is one and the same. But the Apocalypse is entirely different from these and foreign to them, neither touching nor bordering on any of them; scarcely, so to say, having even a syllable in common with them. Nay, more, the Epistle (for I let alone the Gospel) contains neither mention nor thought of the Apocalypse, nor yet the Apocalypse of the Epistle, whereas Paul by his Epistles signified something even of his visions, which he did not separately insert. Moreover, we may conjecture from the diction the difference of the Gospel and the Epistle from the Apocalypse. For the former are written not only without error, as regards the rules of Greek, but very elegantly in words, in reasonings, and in arrangement of the explanations. We are very far from finding in them a barbarous word or a solecism, or any vulgarism at all. For he had, as it appears, both the one word and the other, as the Lord had granted both to him – that of knowledge, and that of expression. That the other saw a revelation and received knowledge and prophecy, I will not dispute: howbeit I see that his dialect and language are not accurately Greek, but that he used barbarous vulgarisms, and in some places downright solecisms. But these I need not now pick out; for I do not write this in mockery – let no man think it – but only to show plainly the unlikeness of the writings. |
XLIV. EUSEBIUS, Hist.Eccles.vii.13. | The Rescript of Gallienus |
«Αὐτοκράτωρ Καῖσαρ Πούπλιος Λικίνιος Γαλλιῆνος, Εὐσεβὴς, Εὐτυχὴς, Σεβαστὸς, Διονυσίῳ καὶ Πίννᾳ καὶ Δημητρίῳ, καὶ τοῖς λοιποῖς ἐπισκόποις. τὴν εὐεργεσίαν τῆς ἐμῆς δωρεᾶς διὰ παντὸς τοῦ κόσμου ἐκβιβασθῆναι προσέταξα· ὅπως ἀπὸ τῶν τόπων τῶν θρῃσκευσίμων ἀποχωρήσωσιν. καὶ διὰ τοῦτο καὶ ὑμεῖς τῆς ἀντιγραφῆς τῆς ἐμῆς τῷ τύπῳ χρῆσθαι δύνασθε, ὥστε μηδένα ὑμῖν ἐνοχλεῖν. καὶ τοῦτο, ὅπερ κατὰ τὸ ἐξὸν δύναται ὑφ᾿ ὑμῶν ἀναπληροῦσθαι, ἤδη πρὸ πολλοῦ ὑπ᾿ ἐμοῦ συγκεχώρητα., καὶ διὰ τοῦτο Αὐρήλιος Κυρίνιος, ὁ τοῦ μεγίστου πράγματος προστατεύων, τὸν τύπον τὸν ὑπ᾿ ἐμοῦ δοθέντα διαφυλάξει». | The Emperor Caesar Publius Licinius Gallienus, Pius, Felix, Augustus, to Dionysius, Pinnas, Demetrius, and the other bishops. I have ordered the bounty of my gift to be declared through all the world, that they may depart from the places of religious worship. And for this purpose you may use this copy of my rescript, that no one may molest you. And this which you are now enabled lawfully to do, has already for a long time been conceded by me. Therefore Aurelius Cyrenius, who is the chief administrator of affairs, will keep this copy which I have given. N.L. |
XLV. EUSEBIUS, Hist.Eccles.vii.30. | Aurelian's Decision of the Bishopric of Antioch |
Τοῦ δὴ οὖν Παύλου σὺν καὶ τῇ τῆς πίστεως ὀρθοδοξίᾳ τῆς ἐπισκοπῆς ἀποπεπτωκότος, Δόμνος, ὡς εἴρηται, τὴν λειτουργίαν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας διεδέξατο. ἀλλὰ γὰρ μηδαμῶς ἐκστῆναι τοῦ Παύλου τοῦ τῆς ἐκκλησίας οἴκου θέλοντος, βασιλεὺς ἐντευχθεὶς Αὐρηλιανὸς αἰσιώτατα περὶ τοῦ πρακτέου διείληφεν, τούτοις νεῖμαι προστάττων τὸν οἶκον, οἷς ἂν οἱ κατὰ τὴν Ἰταλίαν καὶ τὴν Ῥωμαίων πόλιν ἐπίσκοποι τοῦ δόγματος ἐπιστέλλοιεν. | So then, as Paul had fallen from the bishopric as well as from the orthodox faith, Domnus as was said before succeeded him as bishop of the Church of Antioch. But as Paul entirely refused to leave the church-house, petition was made to the emperor Aurelian, and he gave a very just decision of the matter, by ordering the house to be given up to those with whom the bishops of the religion in Italy and Rome held intercourse. |
XLVI. EUSEBIUS, Hist.Eccles.viii.2. | The Edicts of Diocletian |
Ἔτος τοῦτο ἦν ἐννεακαιδέκατον τῆς Διοκλητιανοῦ βασιλείας, Δύστρος μήν, λέγοιτο δ᾿ ἂν οὗτος Μάρτιος κατὰ Ῥωμαίους, ἐν ᾧ τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπελαυνούσης, ἥπλωτο πανταχόσε βασιλικὰ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα, καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους, ἀτίμους, τοὺς δ᾿ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερεῖσθαι προαγορεύοντα. καὶ ἡ μὲν πρώτη καθ᾿ ἡμῶν γραφὴ τοιαύτη τις ἦν· μετ᾿ οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων, προσετάττετο τοὺς τῶν ἐκκλη- σιῶν προέδρους πάντας τοὺς κατὰ πάντα τόπον πρῶτα μὲν δεσμοῖς παραδίδοσθαι, εἶθ᾿ ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι. | This year was the nineteenth of the reign of Diocletian, the month Dystrus, which is called March by the Romans, when as the feast of the Saviour's Passion was approaching, imperial edicts were published everywhere, commanding the churches to be levelled with the ground and the Scriptures to be destroyed with fire, and ordering that those possessed of honour should lose their position, and that they of Caesar's household, if they held to their profession of Christianity, should be deprived of freedom. Such was the first edict against us; and before long by other edicts following it was ordered that all the rulers of the Churches everywhere should first be committed to bonds, and afterwards by every art be made to sacrifice. |
XLXXII. EUSEBIUS, Vita Const.i.28,29. | Constantine's Cross |
Εεὐχομένῳ δὲ ταῦτα καὶ λιπαρῶς ἱκετεύοντι τῷ βασιλεῖ, θεοσημεία τις ἐπιφαίνεται παραδοξοτάτη· ἣν τάχα μὲν ἄλλου λέγοντος οὐ ῥᾴδιον ἦν ἀποδέξασθαι, αὐτοῦ δὲ τοῦ νικητοῦ βασιλέως, τοῖς τὴν γραφὴν διηγουμένοις ἡμῖν μακροῖς ὕστερον χρόνοις, ὅτε ἠξιώθημεν τῆς αὐτοῦ γνώσεώς τε καὶ ὁμιλίας, ἐξαγγείλαντος, ὅρκοις τε πιστωσαμένου τὸν λόγον, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ πιστεῦσαι τῷ διηγήματι; μάλισθ' ὅτε καὶ ὁ μετὰ ταῦτα χρόνος ἀληθῆ τῷ λόγῳ παρέσχε τὴν μαρτυρίαν. ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔφη ἐν αὐτῷ οὐρανῷ ὑπερκείμενον τοῦ ἡλίου σταυροῦ τρόπαιον, ἐκ φωτὸς συνιστάμενον, γραφήν τε αὐτῷ συνῆφθαι, λέγουσαν· Τούτῳ νίκα. θάμβος δ' ἐπὶ τῷ θεάματι κρατῆσαι αὐτόν τε καὶ τὸ στρατιωτικὸν ἅπαν, ὃ δὴ στελλομένῳ ποι πορείαν συνείπετό τε καὶ θεωρὸν ἐγίνετο τοῦ θαύματος. Καὶ δὴ διαπορεῖν πρὸς ἑαυτὸν ἔλεγε, τί ποτε εἴη τὸ φάσμα. ἐνθυμουμένῳ δ ' αὐτῷ καὶ ἐπὶ πολὺ λογιζομένῳ νὺξ ἐπῄει καταλαβοῦσα· ἔνταῦθα δὴ ὑπνοῦντι αὐτῷ τὸν Χριστὸν τοῦ Θεοῦ σὺν τῷ φανέντι κατ' οὐρανὸν σημείῳ ὀφθῆναί τε καὶ παρακελεύσασθαι, μίμημα ποιησάμενον τοῦ καθ' οὐρανὸν ὀφθέντος σημείου τούτῳ πρὸς τὰς τῶν πολεμίων συμβολὰς ἀλεξήματι χρῆσθαι. | [Accordingly he called on him with earnest prayer and supplications that he would reveal to him who he was, and stretch forth his right hand to help him in his present difficulties.] And while he was thus praying with fervent entreaty, a most marvellous sign appeared to him from heaven, the account of which it might have been hard to believe had it been related by any other person. But since the victorious emperor himself long afterwards declared it to the writer of this history, when he was honoured with his acquaintance and society, and confirmed his statement by an oath, who could hesitate to accredit the relation, especially since the testimony of after-time has established its truth? He said that about noon, when the day was already beginning to decline, he saw with his own eyes the trophy of a cross of light in the heavens, above the sun, and bearing the inscription, Conquer by this. At this sight he himself was Struck with amazement, and his whole army also, which followed him on this expédition, and witnessed the miracle. He said, moreover, that he doubted within himself what the import of this apparition could be. And while he continued to ponder and reason on its meaning, night came on; then in his sleep the Christ of God appeared to him with the same sign which he had seen in the heavens, and commanded him to make a likeness of that sign which he had seen in the heavens, and to use it as a safeguard in all engagements with his enemies. N.L. |
| top | | |