Old Testament in Greek (Septuagint) | ΨΑΛΜΟΙ: | The Septuagint in English (Brenton) | |
1 | Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμά των μου. | O God my God attend to me: why have you forsaken me? the account of my transgressions is far from my salvation. | |
2 | ὁ θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. | O my God, I will cry to you by day, but you will not hear: and by night, and [it shall] not [be accounted] for folly to me. | |
3 | σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ισραηλ. | But you, the praise of Israel, dwells in a sanctuary. | |
4 | ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐρρύσω αὐτούς· | Our fathers hoped in you; they hoped, and you delivered them. | |
5 | πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. | They cried to you, and were saved: they hoped in you, and were not ashamed. | |
6 | ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ. | But I am a worm, and not a man; a reproach of men, and scorn of the people. | |
7 | πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν | All that saw me mocked me: they spoke with [their] lips, they shook the head, [saying], | |
8 | Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. | He hoped in the Lord: let him deliver him, let him save him, because he takes pleasure in him. | |
9 | ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· | For you are he that drew me out of the womb; my hope from my mother's breasts. | |
10 | ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. | I was cast on you from the womb: you are my God from my mother's belly. | |
11 | μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις, ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. | Stand not aloof from me; for affliction is near; for there is no helper. | |
12 | περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· | Many bullocks have compassed me: fat bulls have beset me round. | |
13 | ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. | They have opened their mouth against me, as a ravening and roaring lion. | |
14 | ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· | I am poured out like water, and all my bones are loosened: my heart in the midst of my belly is become like melting wax. | |
15 | ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. | My strength is dried up, like a potsherd; and my tongue is glued to my throat; and you have brought me down to the dust of death. | |
16 | ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας. | For many dogs have compassed me: the assembly of the wicked doers has beset me round: they pierced my hands and my feet. | |
17 | ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. | They counted all my bones; and they observed and looked upon me. | |
18 | διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. | They parted my garments [among] themselves, and cast lots upon my raiment. | |
19 | σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίλημψίν μου πρόσχες. | But you, O Lord, remove not my help afar off: be ready for mine aid. | |
20 | ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· | Deliver my soul from the sword; my only-begotten one from the power of the dog. | |
21 | σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. | Save me from the lion's mouth; and [regard] my lowliness from the horns of the unicorns. | |
22 | διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε | I will declare your name to my brethren: in the midst of the church will I sing praise to you. | |
23 | Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν, ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ, | Ye that fear the Lord, praise him; all you seed of Jacob, glorify him: let all the seed of Israel fear him. | |
24 | ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. | For he has not despised nor been angry at the supplication of the poor; nor turned away his face from me; but when I cried to him, he heard me. | |
25 | παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. | My praise is of you in the great congregation: I will pay my vows before them that fear him. | |
26 | φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. | The poor shall eat and be satisfied; and they shall praise the Lord that seek him: their heart shall live for ever. | |
27 | μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, | All the ends of the earth shall remember and turn to the Lord: and all the kindred of the nations shall worship before him. | |
28 | ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. | For the kingdom is the Lord's; and he is the governor of the nations. | |
29 | ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ. | All the fat ones of the earth have eaten and worshipped: all that go down to the earth shall fall down before him: my soul also lives to him. | |
30 | καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, | And my seed shall serve him: the generation that is coming shall be reported to the Lord. | |
31 | καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ, λαῷ τῷ τεχθησομένῳ, ὅτι ἐποίησεν ὁ κύριος. | And they shall report his righteousness to the people that shall be born, whom the Lord has made. |