| 17 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὀρος ὑψηλὸν κατ' ἰδίαν. | The Transfiguration of Jesus Mt.17.1-13 (Mount Hermon) -[ Mt.17.1-13 → ] - Mk.9.2-13, Lk.9.28-36 | |
| 2 | καὶ μετεμορφώθη ἐμπροσθεν αὐτῶν, καὶ ἐλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἡλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. | ||
| 3 | καὶ ἰδοὺ ὠφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ. | ||
| 4 | ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. | ||
| 5 | ἐτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ. | ||
| 6 | καὶ ἀκούσαντες οἱ μαθηταὶ ἐπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. | ||
| 7 | καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἀψάμενος αὐτῶν εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. | ||
| 8 | ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον. | ||
| 9 | Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὀρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων, Μηδενὶ εἰπητε τὸ ὁραμα ἑως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ. | ||
| 10 | καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; | ||
| 11 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἠλίας μὲν ἐρχεται καὶ ἀποκαταστήσει πάντα· | ||
| 12 | λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἠδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὁσα ἠθέλησαν· οὑτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. | ||
| 13 | τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. | ||
| 14 | Καὶ ἐλθόντων πρὸς τὸν ὀχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν | The Healing of a Boy with a Demon Mt.17.14-21 (Mount Hermon) -[ Mt.17.14-21 → ] - Mk.9.14-29, Lk.9.37-43 | |
| 15 | καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὑδωρ. | ||
| 16 | καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. | ||
| 17 | ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἀπιστος καὶ διεστραμμένη, ἑως πότε μεθ' ὑμῶν ἐσομαὶ ἑως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. | ||
| 18 | καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὡρας ἐκείνης. | ||
| 19 | Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ' ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; | ||
| 20 | ὁ δὲ λέγει αὐτοῖς, Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἐχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὀρει τούτῳ, Μετάβα ἐνθεν ἐκεῖ, καὶ μεταβήσεται· κα ὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. | ||
| 21 | τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἑν προσευχῆ καὶ νηστεία. | ||
| 22 | Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, | Jesus again Foretells his Death and Resurrection Mt.17.22-23 (Mount Hermon) -[ Mt.17.22-23 → ] - Mk.9.30-32, Lk.9.43-45 | |
| 23 | καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. | ||
| 24 | Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμὰ; | Payment of the Temple Tax Mt.17.24-27 (Capernaum) - | |
| 25 | λέγει, Ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων, τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτ ῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; | ||
| 26 | εἰπόντος δέ, Ἀπὸ τῶν ἀλλοτρίων, ἐφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. | ||
| 27 | ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἀγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸ ς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. | ||
| << | ΜΘ:17 | >> | |||
|---|---|---|---|