| 28 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἀλλη Μαρία θεωρῆσαι τὸν τάφον. | The Resurrection of Jesus Mk.28.1-10 (The Garden) -[ Mk.28.1-10 → ] - Mk.16.1-8, Lk.24.1-12, Jn.20.1-10 | |
| 2 | καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἀγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. | ||
| 3 | ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἐνδυμα αὐτοῦ λευκὸν ὡς χιών. | ||
| 4 | ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. | ||
| 5 | ἀποκριθεὶς δὲ ὁ ἀγγελος εἶπεν ταῖς γυναιξίν, Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· | ||
| 6 | οὐκ ἐστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἰδετε τὸν τόπον ὁπου ἐκειτο. | ||
| 7 | καὶ ταχὺ πορευθεῖσαι εἰπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὀψεσθε· ἰδοὺ εἶπον ὑμῖν. | ||
| 8 | καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἐδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. | ||
| 9 | καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. | ||
| 10 | τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὀψονται. | ||
| 11 | Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἀπαντα τὰ γενόμενα. | The Report of the Guard Mt.28.11-15 (Jerusalem) - | |
| 12 | καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱΚανὰ ἐδωκαν τοῖς στρατιώταις | ||
| 13 | λέγοντες, Εἰπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἐκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. | ||
| 14 | καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. | ||
| 15 | οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον . | ||
| 16 | οἱ δὲ ἑνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὀρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, | The Commissioning of the Disciples Mt.28.16-20 (Galilee) -[ Mt.28.16-20 → ] - Mk.16.14-18, Lk.24.36-49, Jn.20.19-23, Ac.1.6-8 | |
| 17 | καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. | ||
| 18 | καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. | ||
| 19 | πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἐθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὀνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἀγίου πνεύματος, | ||
| 20 | διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὁσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἑως τῆς συντελείας τοῦ αἰῶνος. | ||
| << | ΜΘ:28 | | |||
|---|---|---|---|