| 7 | ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ | ||
| 1 | Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· | Judging Others Mt.7.1-6 (Galilee) -[ Mt.7.1-6 → ] - Lk.6.37-38, Lk.6.41-42 | |
| 2 | ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. | ||
| 3 | τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; | ||
| 4 | ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἀφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; | ||
| 5 | ὑποκριτά, ἐκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. | ||
| 6 | Μὴ δῶτε τὸ ἀγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἐμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς. | ||
| 7 | Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. | Ask, Seek, Knock Mt.7.7-12 (Galilee) -[ Mt.7.7-12 → ] - Lk.11.9-13 | |
| 8 | πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται. | ||
| 9 | ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἀρτον - μὴ λίθον ἐπιδώσει αὐτῷ; | ||
| 10 | ἢ καὶ ἰχθὺν αἰτήσει - μὴ ὀφιν ἐπιδώσει αὐτῷ; | ||
| 11 | εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἰδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. | ||
| 12 | Πάντα οὖν ὁσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὑτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. | ||
| 13 | Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δῖ αὐτῆς· | The Narrow Gate Mt.7.13-14 (Galilee) -[ Mt.7.13-14 → ] - Lk.13.24 | |
| 14 | τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. | ||
| 15 | Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἱτινες ἐρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἐσωθεν δέ εἰσιν λύκοι ἀρπαγες. | A Tree Known by Its Fruit Mt.7.15-20 (Galilee) -[ Mt.7.15-20 → ] - Lk.6.43-44 | |
| 16 | ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκὰ; | ||
| 17 | οὑτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· | ||
| 18 | οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. | ||
| 19 | πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. | ||
| 20 | ἀρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. | ||
| 21 | Οὐ πᾶς ὁ λέγων μοι, Κύριε κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. | I Never Knew You Mt.7.21-23 (Galilee) -[ Mt.7.21-23 → ] - Lk.13.25-27 | |
| 22 | πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐ ποιήσαμεν; | ||
| 23 | καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἐγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. | ||
| 24 | Πᾶς οὖν ὁστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὁστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν. | The Two Foundations Mt.7.24-29 (Galilee) -[ Mt.7.24-29 → ] - Lk.6.47-49 | |
| 25 | καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἐπνευσαν οἱ ἀνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἐπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. | ||
| 26 | καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὁστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἀμμον. | ||
| 27 | καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἐπνευσαν οἱ ἀνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἐπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. | ||
| 28 | Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὀχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· | ||
| 29 | ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἐχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. | ||
| << | ΜΘ:7 | | |||
|---|---|---|---|