| 8 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
| 1 | Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὀχλου ὀντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς, | The Feeding of the Four Thousand Mk.8.1-10 (Gennesaret) -[ Mk.8.1-10 → ] - Mt.15.32-39 | |
| 2 | Σπλαγχνίζομαι ἐπὶ τὸν ὀχλον ὅτι ἠδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἐχουσιν τί φάγωσιν· | ||
| 3 | καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἡκασιν. | ||
| 4 | καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἀρτων ἐπ' ἐρημίας; | ||
| 5 | καὶ ἠρώτα αὐτούς, Πόσους ἐχετε ἀρτους; οἱ δὲ εἶπαν, Ἑπτά. | ||
| 6 | καὶ παραγγέλλει τῷ ὀχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἀρτους εὐχαριστήσας ἐκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν καὶ παρέθηκαν τῷ ὀχλῳ. | ||
| 7 | καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι. | ||
| 8 | καὶ ἐφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. | ||
| 9 | ἦσαν δὲ ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. | ||
| 10 | Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. | ||
| 11 | Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἠρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ' αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. | The Demand for a Sign Mk.8.11-13 (Gennesaret) -[ Mk.8.11-13 → ] - Mt.16.1-4, Lk.12.54-56 | |
| 12 | καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὑτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. | ||
| 13 | καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν. | ||
| 14 | Καὶ ἐπελάθοντο λαβεῖν ἀρτους, καὶ εἰ μὴ ἑνα ἀρτον οὐκ εἶχον μεθ' ἑαυτῶν ἐν τῷ πλοίῳ. | The Leaven of the Pharisees and of Herod Mk.8.14-21 (Gennesaret) -[ Mk.8.14-21 → ] - Mt.16.5-12 | |
| 15 | καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. | ||
| 16 | καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι Ἄρτους οὐκ ἐχουσιν. | ||
| 17 | καὶ γνοὺς λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἀρτους οὐκ ἐχετὲ οὐπω νοεῖτε οὐδὲ συνίετὲ πεπωρωμένην ἐχετε τὴν καρδίαν ὑμῶν; | ||
| 18 | ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε, | - Having eyes do you not see, and having ears Mk.8.18 - Is.6.9-10 | |
| 19 | ὅτε τοὺς πέντε ἀρτους ἐκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἠρατὲ λέγουσιν αὐτῷ, Δώδεκα. | ||
| 20 | Ὁτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἠρατὲ καὶ λέγουσιν , Ἑπτά. | ||
| 21 | καὶ ἐλεγεν αὐτοῖς, Οὔπω συνίετὲ; | ||
| 22 | Καὶ ἐρχονται εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἀψηται. | The Healing of a Blind Man at Bethsaida Mk.8.22-26 (Bethsaida) - | |
| 23 | καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἐξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὀμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, Εἴ τι βλέπεις; | ||
| 24 | καὶ ἀναβλέψας ἐλεγεν, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. | ||
| 25 | εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἀπαντα. | ||
| 26 | καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς. | ||
| 27 | Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναὶ; | Peter's Declaration about Jesus Mk.8.27-30 (Caesarea Philippi) -[ Mk.8.27-30 → ] - Mt.16.13-20, Lk.9.18-21 | |
| 28 | οἱ δὲ εἶπαν αὐτῷ λέγοντες Ἰωάννην τὸν βαπτιστήν, καὶ ἀλλοι, Ἠλίαν, ἀλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. | ||
| 29 | καὶ αὐτὸς ἐπηρώτα αὐτούς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστός. | ||
| 30 | καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. | ||
| 31 | Καὶ ἠρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆνai· | Jesus Foretells His Death and Resurrection Mk.8.31-9.1 (Caesarea Philippi) -[ Mk.8.31-9.1 → ] - Mt.16.21-28, Lk.9.22-27 | |
| 32 | καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἠρξατο ἐπιτιμᾶν αὐτῷ. | ||
| 33 | ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν Πέτρῳ καὶ λέγει, Ὑπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. | ||
| 34 | Καὶ προσκαλεσάμενος τὸν ὀχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. | ||
| 35 | ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἑνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου σώσει αὐτήν. | ||
| 36 | τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὁλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; | ||
| 37 | τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; | ||
| 38 | ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἀμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὁταν ἐλθῃ ἐν τῇ δό ξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. | ||
| << | ΜΚ:8 | | |||
|---|---|---|---|