| 9 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
| 1 | Καὶ ἐλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἱτινες οὐ μὴ γεύσωνται θανάτου ἑως ἂν ἰδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει. | ||
| 2 | Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὀρος ὑψηλὸν κατ' ἰδίαν μόνους. καὶ μετεμορφώθη ἐμπροσθεν αὐτῶν, | The Transfiguration of Jesus Mk.9.2-13 (Mount Hermon) -[ Mk.9.2-13 → ] - Mt.17.1-13, Lk.9.28-36 | |
| 3 | καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὑτως λευκᾶναι. | ||
| 4 | καὶ ὠφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. | ||
| 5 | καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. | ||
| 6 | οὐ γὰρ ᾐδει τί ἀποκριθῇ, ἐκφοβοι γὰρ ἐγένοντο. | ||
| 7 | καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ. | ||
| 8 | καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ' ἑαυτῶν. | ||
| 9 | Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὀρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἂ εἶδον διηγήσωνται, εἰ μὴ ὁταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. | ||
| 10 | καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. | ||
| 11 | καὶ ἐπηρώτων αὐτὸν λέγοντες, Ὁτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; | ||
| 12 | ὁ δὲ ἐφη αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; | ||
| 13 | ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὁσα ἠθελον, καθὼς γέγραπται ἐπ' αὐτόν. | ||
| 14 | Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον ὀχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. | The Healing of a Boy with an Unclean Spirit Mk.9.14-29 (Mount Hermon) -[ Mk.9.14-29 → ] - Mt.17.14-21, Lk.9.37-43 | |
| 15 | καὶ εὐθὺς πᾶς ὁ ὀχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. | ||
| 16 | καὶ ἐπηρώτησεν αὐτούς, Τί συζητεῖτε πρὸς αὐτούς; | ||
| 17 | καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὀχλου, Διδάσκαλε, ἠνεγκα τὸν υἱόν μου πρὸς σέ, ἐχοντα Πνεῦμα ἀλαλον· | ||
| 18 | καὶ ὁπου ἐὰν αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἰσχυσαν. | ||
| 19 | ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, Ὦ γενεὰ ἀπιστος, ἑως πότε πρὸς ὑμᾶς ἐσομαὶ ἑως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. | ||
| 20 | καὶ ἠνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν τὸ Πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. | ||
| 21 | καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν, Ἐκ παιδιόθεν· | ||
| 22 | καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἐβαλεν καὶ εἰς ὑδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ' εἰ τι δύνῃ, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ' ἡμᾶς. | ||
| 23 | ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ Εἰ δύνῃ - πάντα δυνατὰ τῷ πιστεύοντι. | ||
| 24 | εὐθὺς κράξας ὁ πατὴρ τοῦ παιδίου ἐλεγεν, Πιστεύω· βοήθει μου τῇ ἀπιστίᾳ. | ||
| 25 | ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὀχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, Τὸ ἀλαλον καὶ κωφὸν Πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἐξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. | ||
| 26 | καὶ κράξας καὶ πολλὰ σπαράξας ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὡστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. | ||
| 27 | ὁ δὲ Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ ἠγειρεν αὐτόν, καὶ ἀνέστη. | ||
| 28 | καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν ἐπηρώτων αὐτόν, Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; | ||
| 29 | καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ. | ||
| 30 | Κἀκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἠθελεν ἵνα τις γνοῖ· | Jesus again Foretells his Death and Resurrection Mk.9.30-32 (Mount Hermon) -[ Mk.9.30-32 → ] - Mt.17.22-23, Lk.9.43-45 | |
| 31 | ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἐλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. | ||
| 32 | οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι. | ||
| 33 | Καὶ ἦλθον εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ διελογίζεσθὲ; | Who is the Greatest? Mk.9.33-37 (Capernaum) -[ Mk.9.33-37 → ] - Mt.18.1-5, Lk.9.46-48 | |
| 34 | οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. | ||
| 35 | καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι ἐσται πάντων ἐσχατος καὶ πάντων διάκονος. | ||
| 36 | καὶ λαβὼν παιδίον ἐστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς, | ||
| 37 | Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέχηται, οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με. | ||
| 38 | Ἔφη αὐτῷ ὁ Ἰωάννης, Διδάσκαλε, εἰδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν. | He Who is Not against Us is for Us Mk.9.38-41 (Capernaum) -[ Mk.9.38-41 → ] - Lk.9.48-50 | |
| 39 | ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· | ||
| 40 | ὃς γὰρ οὐκ ἐστιν καθ' ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. | ||
| 41 | Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὑδατος ἐν ὀνόματι ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. | ||
| 42 | Καὶ ὃς ἂν σκανδαλίσῃ ἑνα τῶν μικρῶν τούτων τῶν πιστευόντων , καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. | Temptations to Sin Mk.9.42-48 (Capernaum) -[ Mk.9.42-48 → ] - Mt.18.6-9, Lk.17.1-2 | |
| 43 | Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν ἢ τὰς δύο χεῖρας ἐχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἀσβεστ ον. | ||
| 44 | |||
| 45 | καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἐχοντα βληθῆναι εἰς τὴν γέενναν. | ||
| 46 | |||
| 47 | καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἐκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἐχοντα βληθῆναι εἰς τὴν γέενναν, | ||
| 48 | ὁπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυτα· | - where their worm does not die Mk.9.48 - Is.66.24 | |
| 49 | πᾶς γὰρ πυρὶ ἀλισθήσεται. | ||
| 50 | Καλὸν τὸ ἀλας· ἐὰν δὲ τὸ ἀλας ἀναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετὲ ἐχετε ἐν ἑαυτοῖς ἀλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις. | ||
| << | ΜΚ:9 | | |||
|---|---|---|---|