| 15 | ΚΑΤΑ ΛΟΥΚΑΝ | ||
| 1 | Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἀμαρτωλοὶ ἀκούειν αὐτοῦ. | The Parable of the Lost Sheep Lk.15.1-7 (Peraea) -[ Lk.15.1-7 → ] - Mt.18.12-14 | |
| 2 | καὶ διεγόγγυζον οἱ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες ὅτι Οὗτος ἀμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς. | ||
| 3 | εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων, | ||
| 4 | Τίς ἄνθρωπος ἐξ ὑμῶν ἐχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς ἑως εὑρῃ αὐτό; | ||
| 5 | καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὠμους αὐτοῦ χαίρων, | ||
| 6 | καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς, Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός. | ||
| 7 | λέγω ὑμῖν ὅτι οὑτως χαρὰ ἐν τῷ οὐρανῷ ἐσται ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἱτινες οὐ χρείαν ἐχουσιν μετανοίας. | ||
| 8 | Ἢ τίς γυνὴ δραχμὰς ἐχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἀπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἑως οὗ εὑρῃ; | The Parable of the Lost Coin Lk.15.8-10 (Peraea) - | |
| 9 | καὶ εὑροῦσα συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα, Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. | ||
| 10 | οὑτως, λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι. | ||
| 11 | Εἶπεν δέ, Ἄνθρωπός τις εἶχεν δύο υἱούς. | The Parable of the Lost Son Lk.15.11-32 (Peraea) - | |
| 12 | καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. | ||
| 13 | καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. | ||
| 14 | δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἠρξατο ὑστερεῖσθαι. | ||
| 15 | καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἐπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· | ||
| 16 | καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἠσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. | ||
| 17 | εἰς ἑαυτὸν δὲ ἐλθὼν ἐφη, Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἀρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι. | ||
| 18 | ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ, Πάτερ, ἡμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, | ||
| 19 | οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἑνα τῶν μισθίων σου. | ||
| 20 | καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. ἐτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. | ||
| 21 | εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, Πάτερ, ἡμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. | ||
| 22 | εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, | ||
| 23 | καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε καὶ φαγόντες εὐφρανθῶμεν, | ||
| 24 | ὁτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη. καὶ ἠρξαντο εὐφραίνεσθαι. | ||
| 25 | Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἠγγισεν τῇ οἰκίᾳ, ἠκουσεν συμφωνίας καὶ χορῶν, | ||
| 26 | καὶ προσκαλεσάμενος ἑνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἰη ταῦτα. | ||
| 27 | ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἡκει, καὶ ἐθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. | ||
| 28 | ὠργίσθη δὲ καὶ οὐκ ἠθελεν εἰσελθεῖν. ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. | ||
| 29 | ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, Ἰδοὺ τοσαῦτα ἐτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἐδωκας ἐριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· | ||
| 30 | ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἐθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον. | ||
| 31 | ὁ δὲ εἶπεν αὐτῷ, Τέκνον, σὺ πάντοτε μετ' ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· | ||
| 32 | εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἐδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἐζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη. | ||
| << | ΛΚ:15 | >> | |||
|---|---|---|---|