| 
 | 
		| 17 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | 
		| 
 | 
	| 1 | Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν, Πάτερ, ἐλήλυθεν ἡ ὡρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ, | The Prayer of Jesus Jn.17.1-26 (Jerusalem) - | 
	| 2 | καθὼς ἐδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. |  | 
	| 3 | αὑτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. |  | 
	| 4 | ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἐργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· |  | 
	| 5 | καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. |  | 
	| 6 | Ἐφανέρωσά σου τὸ ὀνομα τοῖς ἀνθρώποις οὓς ἐδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἐδωκας, καὶ τὸν λόγον σου τετήρηκαν. |  | 
	| 7 | νῦν ἐγνωκαν ὅτι πάντα ὁσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· |  | 
	| 8 | ὁτι τὰ ῥήματα ἂ ἐδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἐλαβον καὶ ἐγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. |  | 
	| 9 | ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, |  | 
	| 10 | καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. |  | 
	| 11 | καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἐρχομαι. Πάτερ ἀγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν κα θὼς ἡμεῖς. |  | 
	| 12 | ὅτε ἠμην μετ' αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρω θῇ. |  | 
	| 13 | νῦν δὲ πρὸς σὲ ἐρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἐχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. |  | 
	| 14 | ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. |  | 
	| 15 | οὐκ ἐρωτῶ ἵνα ἀρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ' ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. |  | 
	| 16 | ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. |  | 
	| 17 | ἀγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. |  | 
	| 18 | καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· |  | 
	| 19 | καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἀγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. |  | 
	| 20 | Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, |  | 
	| 21 | ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας. |  | 
	| 22 | κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἑν, |  | 
	| 23 | ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἑν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. |  | 
	| 24 | Πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὁπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ' ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. |  | 
	| 25 | πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἐγνω, ἐγὼ δέ σε ἐγνων, καὶ οὗτοι ἐγνωσαν ὅτι σύ με ἀπέστειλας, |  | 
	| 26 | καὶ ἐγνώρισα αὐτοῖς τὸ ὀνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς. |  | 
	|  |  | << | ΙΝ:17 | >> |  |