| 6 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς τιβεριάδος. | The Feeding of the Five Thousand Jn.6.1-14 (Bethsaida) -[ Jn.6.1-14 → ] - Mt.14.13-21, Mk.6.30-44, Lk.9.10-17 | |
| 2 | ἠκολούθει δὲ αὐτῷ ὀχλος πολύς, ὅτι ἐθεώρουν τὰ σημεῖα ἂ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. | ||
| 3 | ἀνῆλθεν δὲ εἰς τὸ ὀρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. | ||
| 4 | ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. | ||
| 5 | ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὀχλος ἐρχεται πρὸς αὐτὸν λέγει πρὸς Φίλιππον, Πόθεν ἀγοράσωμεν ἀρτους ἵνα φάγωσιν οὗτοὶ; | ||
| 6 | τοῦτο δὲ ἐλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾐδει τί ἐμελλεν ποιεῖν. | ||
| 7 | ἀπεκρίθη αὐτῷ ὁ Φίλιππος, Διακοσίων δηναρίων ἀρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἑκαστος βραχύ λάβῃ. | ||
| 8 | λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, | ||
| 9 | Ἔστιν παιδάριον ὧδε ὃς ἐχει πέντε ἀρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; | ||
| 10 | εἶπεν ὁ Ἰησοῦς, Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσαν οὖν οἱ ἀνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι. | ||
| 11 | ἐλαβεν οὖν τοὺς ἀρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὁσον ἠθελον. | ||
| 12 | ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ, Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. | ||
| 13 | συνήγαγον οὖν, καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἀρτων τῶν κριθίνων ἂ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν. | ||
| 14 | Οἱ οὖν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημεῖον ἐλεγον ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. | ||
| 15 | Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἐρχεσθαι καὶ ἀρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τὸ ὀρος αὐτὸς μόνος. | ||
| 16 | Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, | Walking on the Water Jn.6.16-21 (Lake of Gennesaret) -[ Jn.6.16-21 → ] - Mt.14.22-27, Mk.6.45-52 | |
| 17 | καὶ ἐμβάντες εἰς πλοῖον ἠρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. καὶ σκοτία ἠδη ἐγεγόνει καὶ οὐπω ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, | ||
| 18 | ἡ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. | ||
| 19 | ἐληλακότες οὖν ὡς σταδίους εἰκοσι πέντε ἢ τριάκοντα θεωροῦσιν τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. | ||
| 20 | ὁ δὲ λέγει αὐτοῖς, Ἐγώ εἰμι, μὴ φοβεῖσθε. | ||
| 21 | ἠθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. | ||
| 22 | Τῇ ἐπαύριον ὁ ὀχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἀλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἑν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοῖον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον· | Jesus the Bread of Life Jn.6.22-59 (Capernaum) - | |
| 23 | ἀλλα ἦλθεν πλοιά ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου ὁπου ἐφαγον τὸν ἀρτον | ||
| 24 | ὅτε οὖν εἶδεν ὁ ὀχλος ὅτι Ἰησοῦς οὐκ ἐστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν Ἰησοῦν. | ||
| 25 | καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ, Ῥαββί, πότε ὧδε γέγονας; | ||
| 26 | ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἰδετε σημεῖα ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἀρτων καὶ ἐχορτάσθητε. | ||
| 27 | ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός. | ||
| 28 | εἶπον οὖν πρὸς αὐτόν, Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἐργα τοῦ θεοῦ; | ||
| 29 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ ἐργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. | ||
| 30 | εἶπον οὖν αὐτῷ, Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἰδωμεν καὶ πιστεύσωμέν σοὶ τί ἐργάζῃ; | ||
| 31 | οἱ πατέρες ἡμῶν τὸ μάννα ἐφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. | - Our fathers ate the manna in the wilderness - as it is written, 'He gave them bread from heaven Jn.6.31 - Ex.16.13-14, Ps.78.24 | |
| 32 | εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἀρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἀρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀλη θινόν· | ||
| 33 | ὁ γὰρ ἀρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. | ||
| 34 | Εἶπον οὖν πρὸς αὐτόν, Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἀρτον τοῦτον. | ||
| 35 | εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι ὁ ἀρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. | ||
| 36 | ἀλλ' εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ καὶ οὐ πιστεύετε. | ||
| 37 | Πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἡξει, καὶ τὸν ἐρχόμενον πρὸς ἐμὲ οὐ μὴ ἐκβάλω ἐξω, | ||
| 38 | ὁτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· | ||
| 39 | τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. | ||
| 40 | τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἐχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ. | ||
| 41 | Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἀρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, | ||
| 42 | καὶ ἐλεγον, Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἰδαμεν τὸν πατέρα καὶ τὴν μητέρὰ πῶς νῦν λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκὰ; | ||
| 43 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Μὴ γογγύζετε μετ' ἀλλήλων. | ||
| 44 | οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. | ||
| 45 | ἐστιν γεγραμμένον ἐν τοῖς προφήταις, Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἐρχεται πρὸς ἐμέ. | - And they shall all be taught by God Everyone who has heard and learned from the Father comes to Jn.6.45 - Is.54.13, Jr.31.33 | |
| 46 | οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. | ||
| 47 | ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων ἐχει ζωὴν αἰώνιον. | ||
| 48 | ἐγώ εἰμι ὁ ἀρτος τῆς ζωῆς. | ||
| 49 | οἱ πατέρες ὑμῶν ἐφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· | ||
| 50 | οὗτός ἐστιν ὁ ἀρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. | ||
| 51 | ἐγώ εἰμι ὁ ἀρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἀρτου ζήσει εἰς τὸν αἰῶνα· καὶ ὁ ἀρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς το ῦ κόσμου ζωῆς. | ||
| 52 | Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; | ||
| 53 | εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἐχετε ζωὴν ἐν ἑαυτοῖς. | ||
| 54 | ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ· | ||
| 55 | ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις. | ||
| 56 | ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. | ||
| 57 | καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δῖ ἐμέ. | ||
| 58 | οὗτός ἐστιν ὁ ἀρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἐφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἀρτον ζήσει εἰς τὸν αἰῶνα. | ||
| 59 | Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ. | ||
| 60 | Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν, Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; | The Words of Eternal Life Jn.6.60-71 (Capernaum) - | |
| 61 | εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς, Τοῦτο ὑμᾶς σκανδαλίζεὶ; | ||
| 62 | ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὁπου ἦν τὸ πρότερον; | ||
| 63 | τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἂ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. | ||
| 64 | ἀλλ' εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾐδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. | ||
| 65 | καὶ ἐλεγεν, Διὰ τοῦτο εἰρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός. | ||
| 66 | Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. | ||
| 67 | εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; | ||
| 68 | ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος, Κύριε, πρὸς τίνα ἀπελευσόμεθὰ ῥήματα ζωῆς αἰωνίου ἐχεις, | ||
| 69 | καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἀγιος τοῦ θεοῦ. | ||
| 70 | ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν; | ||
| 71 | ἐλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἐμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα. | ||
| << | ΙΝ:6 | | |||
|---|---|---|---|