| 7 | ΚΑΤΑ ΙΩΑΝΝΗΝ | ||
| 1 | Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἠθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. | The Unbelief of Jesus' Brothers Jn.7.1-9 (Jerusalem) - | |
| 2 | ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. | ||
| 3 | εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν καὶ ὑπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν τὰ ἐργα ἂ ποιεῖς· | ||
| 4 | οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. | ||
| 5 | οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. | ||
| 6 | λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὐπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἑτοιμος. | ||
| 7 | οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἐργα αὐτοῦ πονηρά ἐστιν. | ||
| 8 | ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὐπω πεπλήρωται. | ||
| 9 | ταῦτα δὲ εἰπὼν αὐτὸς ἐμεινεν ἐν τῇ Γαλιλαίᾳ. | ||
| 10 | Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς ἀλλὰ ἐν κρυπτῷ. | Jesus at the Feast of Tabernacles Jn.7.10-24 (Jerusalem) - | |
| 11 | οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἐλεγον, Ποῦ ἐστιν ἐκεῖνος; | ||
| 12 | καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὀχλοις· οἱ μὲν ἐλεγον ὅτι Ἀγαθός ἐστιν, ἀλλοι ἐλεγον, Οὐ, ἀλλὰ πλανᾷ τὸν ὀχλον. | ||
| 13 | οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. | ||
| 14 | Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. | ||
| 15 | ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; | ||
| 16 | ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἐστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· | ||
| 17 | ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. | ||
| 18 | ὁ ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἐστιν. | ||
| 19 | οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναὶ | ||
| 20 | ἀπεκρίθη ὁ ὀχλος, Δαιμόνιον ἐχεις· τίς σε ζητεῖ ἀποκτεῖναὶ; | ||
| 21 | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἐργον ἐποίησα καὶ πάντες θαυμάζετε. | ||
| 22 | διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν - οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τῶν πατέρων - καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. | ||
| 23 | εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὁλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; | ||
| 24 | μὴ κρίνετε κατ' ὀψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. | ||
| 25 | Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναὶ; | Is This the Christ? Jn.7.25-31 (Jerusalem) - | |
| 26 | καὶ ἰδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἐγνωσαν οἱ ἀρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός; | ||
| 27 | ἀλλὰ τοῦτον οἰδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὁταν ἐρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. | ||
| 28 | ἐκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἰδατε καὶ οἰδατε πόθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἐστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς ο ὐκ οἰδατε· | ||
| 29 | ἐγὼ οἶδα αὐτόν, ὅτι παρ' αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. | ||
| 30 | Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὐπω ἐληλύθει ἡ ὡρα αὐτοῦ. | ||
| 31 | Ἐκ τοῦ ὀχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἐλεγον, Ὁ Χριστὸς ὁταν ἐλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν; | ||
| 32 | Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὀχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. | Officers Sent to Arrest Jesus Jn.7.32-36 (Jerusalem) - | |
| 33 | εἶπεν οὖν ὁ Ἰησοῦς, ἐτι χρόνον μικρὸν μεθ' ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. | ||
| 34 | ζητήσετέ με καὶ οὐχ εὑρήσετέ , καὶ ὁπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. | ||
| 35 | εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; | Rivers of Living Water Jn.7.35-39 (Jerusalem) - | |
| 36 | τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν, Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ , καὶ ὁπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; | ||
| 37 | Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἐκραξεν λέγων, Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. | ||
| 38 | ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὑδατος ζῶντος. | ||
| 39 | τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἐμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὐπω γὰρ ἦν Πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. | ||
| 40 | Ἐκ τοῦ ὀχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἐλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· | Division among the People Jn.7.40-44 (Jerusalem) - | |
| 41 | ἀλλοι ἐλεγον, Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἐλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἐρχεταὶ; | ||
| 42 | οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὁπου ἦν Δαυίδ, ὁ Χριστὸς ἔρχεται; | ||
| 43 | σχίσμα οὖν ἐγένετο ἐν τῷ ὀχλῳ δῖ αὐτόν. | ||
| 44 | τινὲς δὲ ἠθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. | ||
| 45 | Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; | The Unbelief of Those in Authority Jn.7.45-52 (Jerusalem) - | |
| 46 | ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε ἐλάλησεν οὑτως ἄνθρωπος. | ||
| 47 | ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθὲ; | ||
| 48 | μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; | ||
| 49 | ἀλλὰ ὁ ὀχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. | ||
| 50 | λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν, | ||
| 51 | Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ' αὐτοῦ καὶ γνῷ τί ποιεῖ; | ||
| 52 | ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἰδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται. | ||
| 53 | The Woman Caught in Adultery Jn.7.53-8.11 (Jerusalem) - | ||
| << | ΙΝ:7 | | |||
|---|---|---|---|