1 | ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ | ||
1 | Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ θεόφιλε, ὧν ἠρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν | The Promise of the Holy Spirit Ac.1.1-5 (Jerusalem) - | |
2 | ἀχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἀγίου οὓς ἐξελέξατο ἀνελήμφθη· | ||
3 | οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δῖ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ. | ||
4 | καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· | ||
5 | ὁτι Ἰωάννης μὲν ἐβάπτισεν ὑδατι, ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἀγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. | ||
6 | Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες, Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; | The Ascension of Jesus Ac.1.6-11 (Mount of Olives, Jerusalem) - | |
7 | εἶπεν δὲ πρὸς αὐτούς, Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἐθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· | ||
8 | ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἀγίου πνεύματος ἐφ' ὑμᾶς, καὶ ἐσεσθέ μου μάρτυρες ἐν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἑως ἐσχάτου τῆς γ ῆς. | ||
9 | καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. | ||
10 | καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἀνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, | ||
11 | οἳ καὶ εἶπαν, Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν οὑτως ἐλεύσεται ὃν τρόπον ἐθεάσας θε αὐτὸν πορευόμενον εἰς τὸ οὐρανόν. | ||
12 | Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὀρους τοῦ καλουμένου Ἐλαιῶνος, ὁ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἐχον ὁδόν. | The Choice of Judas' Successor Ac.1.12-26 (Jerusalem) - | |
13 | καὶ ὅτε εἰσῆλθον, εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. | ||
14 | οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶν καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. | ||
15 | Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὀχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡσεὶ ἑκατὸν εἰκοσι), | ||
16 | Ἄνδρες ἀδελφοί, ἐδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ ἀγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, | ||
17 | ὁτι κατηριθμημένος ἦν ἐν ἡμῖν καὶ ἐλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης. | ||
18 | Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. | ||
19 | καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὡστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ | διαλέκτῳ αὐτῶν Ἀκελδαμάχ, τοῦτ' ἐστιν, Χωρίον Αἵματος.||
20 | Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, | - Let his habitation become desolate...and 'His office let another take.' Ac.1.20 - Ps.69.25, Ps.109.8 | |
21 | δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ κύριος Ἰησοῦς, | ||
22 | ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἑως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἑνα τούτων. | ||
23 | καὶ ἐστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν. | ||
24 | καὶ προσευξάμενοι εἶπαν, Σὺ κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἑνα | ||
25 | λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ' ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἰδιον. | ||
26 | καὶ ἐδωκαν κλήρους αὐτοῖς, καὶ ἐπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἑνδεκα ἀποστόλων. | ||
| ΠΡΑΞ:1 | >> |
---|