| 12 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | ||
| 1 | Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. | Spitritual Gifts 1Cor.12.1-11 | |
| 2 | Οἰδατε ὅτι ὅτε ἐθνη ἦτε πρὸς τὰ εἰδωλα τὰ ἀφωνα ὡς ἂν ἠγεσθε ἀπαγόμενοι. | ||
| 3 | διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει, Ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, Κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἀγίῳ. | ||
| 4 | Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· | ||
| 5 | καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος· | ||
| 6 | καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. | ||
| 7 | ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. | ||
| 8 | ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἀλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, | ||
| 9 | ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἀλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, | ||
| 10 | ἀλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἀλλῳ προφητεία, ἀλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἀλλῳ δὲ ἑρμηνεία γλωσσῶν· | ||
| 11 | πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. | ||
| 12 | Καθάπερ γὰρ τὸ σῶμα ἑν ἐστιν καὶ μέλη πολλὰ ἐχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὀντα ἑν ἐστιν σῶμα, οὑτως καὶ ὁ Χριστός· | One Body with Many Members 1Cor.12.12-31 | |
| 13 | καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἰτε Ἰουδαῖοι εἰτε Ἑλληνες, εἰτε δοῦλοι εἰτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν. | ||
| 14 | καὶ γὰρ τὸ σῶμα οὐκ ἐστιν ἓν μέλος ἀλλὰ πολλά. | ||
| 15 | ἐὰν εἰπῃ ὁ πούς, Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἐστιν ἐκ τοῦ σώματος· | ||
| 16 | καὶ ἐὰν εἰπῃ τὸ οὖς, Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἐστιν ἐκ τοῦ σώματος· | ||
| 17 | εἰ ὁλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὁλον ἀκοή, ποῦ ἡ ὀσφρησις; | ||
| 18 | νυνὶ δὲ ὁ θεὸς ἐθετο τὰ μέλη, ἓν ἑκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν. | ||
| 19 | εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμὰ; | ||
| 20 | νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. | ||
| 21 | οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, Χρείαν σου οὐκ ἐχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, Χρείαν ὑμῶν οὐκ ἐχω· | ||
| 22 | ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν, | ||
| 23 | καὶ ἂ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἐχει, | ||
| 24 | τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἐχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν, | ||
| 25 | ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη. | ||
| 26 | καὶ εἰτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἰτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη. | ||
| 27 | Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. | ||
| 28 | καὶ οὓς μὲν ἐθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἐπειτα δυνάμεις, ἐπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γέν η γλωσσῶν. | ||
| 29 | μὴ πάντες ἀπόστολοὶ; μὴ πάντες προφῆταὶ; μὴ πάντες διδάσκαλοὶ; μὴ πάντες δυνάμεις; | ||
| 30 | μὴ πάντες χαρίσματα ἐχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; | Love 1Cor.12.30-13.13 | |
| 31 | ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. Καὶ ἐτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. | ||
| << | ΚΟΡα:12 | >> | |||
|---|---|---|---|