| 
 | 
		| 7 | ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α | 
		| 
 | 
	| 1 | Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἀπτεσθαι· | Problems concerning Marriage 1Cor.7.1-16 | 
	| 2 | διὰ δὲ τὰς πορνείας ἑκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἰδιον ἀνδρα ἐχέτω. |  | 
	| 3 | τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. |  | 
	| 4 | ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. |  | 
	| 5 | μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. |  | 
	| 6 | τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. |  | 
	| 7 | θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἑκαστος ἰδιον ἐχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὑτως, ὁ δὲ οὑτως. |  | 
	| 8 | Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· |  | 
	| 9 | εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι. |  | 
	| 10 | τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι |  | 
	| 11 | - ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἀγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω - καὶ ἀνδρα γυναῖκα μὴ ἀφιέναι. |  | 
	| 12 | Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος· εἰ τις ἀδελφὸς γυναῖκα ἐχει ἀπιστον, καὶ αὑτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· |  | 
	| 13 | καὶ γυνὴ εἰ τις ἐχει ἀνδρα ἀπιστον, καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω τὸν ἀνδρα. |  | 
	| 14 | ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἀπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἀπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἀρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἀγιά ἐστιν. |  | 
	| 15 | εἰ δὲ ὁ ἀπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ θεός. |  | 
	| 16 | τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἀνδρα σώσεις; ἢ τί οἶδας, ἀνερ, εἰ τὴν γυναῖκα σώσεις; |  | 
	| 17 | Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ κύριος, ἑκαστον ὡς κέκληκεν ὁ θεός, οὑτως περιπατείτω· καὶ οὑτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. | The Life Which the Lord Has Assigned 1Cor.7.17-24 | 
	| 18 | περιτετμημένος τις ἐκλήθὴ μὴ ἐπισπάσθω. ἐν ἀκροβυστίᾳ κέκληταί τις; μὴ περιτεμνέσθω. |  | 
	| 19 | ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. |  | 
	| 20 | ἑκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω. |  | 
	| 21 | δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. |  | 
	| 22 | ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ. |  | 
	| 23 | τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. |  | 
	| 24 | ἑκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ. |  | 
	| 25 | Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἐχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. | The Unmarried and Widows 1Cor.7.25-40 | 
	| 26 | Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὑτως εἶναι. |  | 
	| 27 | δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. |  | 
	| 28 | ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἡμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἡμαρτεν. θλῖψιν δὲ τῇ σαρκὶ ἑξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. |  | 
	| 29 | τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπὸν ἵνα καὶ οἱ ἐχοντες γυναῖκας ὡς μὴ ἐχοντες ὦσιν, |  | 
	| 30 | καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, |  | 
	| 31 | καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. |  | 
	| 32 | θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἀγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· |  | 
	| 33 | ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, |  | 
	| 34 | καὶ μεμέρισται. καὶ ἡ γυνὴ ἡ ἀγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἀγία  τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρές ῃ τῷ ἀνδρί. |  | 
	| 35 | τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὐσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. |  | 
	| 36 | Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος, καὶ οὑτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἀμαρτάνει· γαμείτωσαν. |  | 
	| 37 | ὃς δὲ ἑστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἐχων ἀνάγκην, ἐξουσίαν δὲ ἐχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ, τηρεῖν τὴν ἑαυτοῦ π αρθένον, καλῶς ποιήσει· |  | 
	| 38 | ὡστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει. |  | 
	| 39 | Λυνὴ δέδεται ἐφ' ὁσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. |  | 
	| 40 | μακαριωτέρα δέ ἐστιν ἐὰν οὑτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, δοκῶ δὲ κἀγὼ Πνεῦμα θεοῦ ἐχειν. |  | 
	|  |  | << | ΚΟΡα:7 | >> |  |