4 | ΠΡΟΣ ΓΑΛΑΤΑΣ | ||
1 | Λέγω δέ, ἐφ' ὁσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὠν, | ||
2 | ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἀχρι τῆς προθεσμίας τοῦ πατρός. | ||
3 | οὑτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἠμεθα δεδουλωμένοι· | ||
4 | ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, | ||
5 | ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. | ||
6 | ὁτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Αββα ὁ πατήρ. | ||
7 | ὡστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ. | ||
8 | Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς· | Paul's Concern for the Galatians Ga.4.8-20 | |
9 | νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἀνωθεν δουλεύειν θέλετὲ; | ||
10 | ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. | ||
11 | φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. | ||
12 | Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· | ||
13 | οἰδατε δὲ ὅτι δῖ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, | ||
14 | καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἀγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. | ||
15 | ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι. | ||
16 | ὡστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; | ||
17 | ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. | ||
18 | καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, | ||
19 | τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· | ||
20 | ἠθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἀρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν. | ||
21 | Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετὲ; | The Allegory of Hagar and Sarah Ga.4.21-5.1 | |
22 | γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἐσχεν, ἑνα ἐκ τῆς παιδίσκης καὶ ἑνα ἐκ τῆς ἐλευθέρας. | ||
23 | ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δῖ ἐπαγγελίας. | ||
24 | ἀτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὀρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἡτις ἐστὶν Ἁγάρ. | ||
25 | τὸ δὲ Ἁγὰρ Σινᾶ ὀρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. | ||
26 | ἡ δὲ ἀνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἡτις ἐστὶν μήτηρ ἡμῶν· | ||
27 | γέγραπται γάρ, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. | - Rejoice, O barren one who does not bear Ga.4.27 - Is.54.1 | |
28 | ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ. | ||
29 | ἀλλ' ὡσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ Πνεῦμα, οὑτως καὶ νῦν. | ||
30 | ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. | - Cast out the slave and her son Ga.4.30 - Gn.21.10 | |
31 | διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας. | ||
<< | ΓΑΛ:4 | >> |
---|