| 5 | ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ | ||
| 1 | γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, | ||
| 2 | καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. | ||
| 3 | πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἀγίοις, | ||
| 4 | καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. | ||
| 5 | τοῦτο γὰρ ἰστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὁ ἐστιν εἰδωλολάτρης, οὐκ ἐχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ. | ||
| 6 | Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἐρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. | Walk as Children of Light Eph.5.6-21 | |
| 7 | μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· | ||
| 8 | ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε | ||
| 9 | - ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ - | ||
| 10 | δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· | ||
| 11 | καὶ μὴ συγκοινωνεῖτε τοῖς ἐργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, | ||
| 12 | τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· | ||
| 13 | τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, | ||
| 14 | πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. | ||
| 15 | Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἀσοφοι ἀλλ' ὡς σοφοί, | ||
| 16 | ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. | ||
| 17 | διὰ τοῦτο μὴ γίνεσθε ἀφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου. | ||
| 18 | καὶ μὴ μεθύσκεσθε οἰνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, | ||
| 19 | λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὑμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾀδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, | ||
| 20 | εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, | ||
| 21 | ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. | ||
| 22 | Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ, | Wives and Husbands Eph.5.22-33 | |
| 23 | ὁτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος. | ||
| 24 | ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὑτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί. | ||
| 25 | Οἱ ἀνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, | ||
| 26 | ἵνα αὐτὴν ἀγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὑδατος ἐν ῥήματι, | ||
| 27 | ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἐνδοξον τὴν ἐκκλησίαν, μὴ ἐχουσαν σπίλον ἢ ῥυτίδα ἠ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἀγία καὶ ἀμωμος. | ||
| 28 | οὑτως ὀφείλουσιν οἱ ἀνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, | ||
| 29 | οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, | ||
| 30 | ὁτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. | ||
| 31 | ἀντὶ τούτου καταλείψει ἄνθρωπος πατέρα καὶ μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. | - a man shall leave his father and mother Eph.5.31 - Gn.2.24 | |
| 32 | τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. | ||
| 33 | πλὴν καὶ ὑμεῖς οἱ καθ' ἑνα ἑκαστος τὴν ἑαυτοῦ γυναῖκα οὑτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἀνδρα. | ||
| << | ΕΦ:5 | >> | |||
|---|---|---|---|