| 4 | ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α | ||
| 1 | Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον. | A Life Pleasing to God 1Th.4.1-12 | |
| 2 | οἰδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ. | ||
| 3 | τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἀγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, | ||
| 4 | εἰδέναι ἑκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἀγιασμῷ καὶ τιμῇ, | ||
| 5 | μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἐθνη τὰ μὴ εἰδότα τὸν θεόν, | ||
| 6 | τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἐκδικος κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα. | ||
| 7 | οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ' ἐν ἀγιασμῷ. | ||
| 8 | τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἀγιον εἰς ὑμᾶς. | ||
| 9 | Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἐχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους· | ||
| 10 | καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς ἐν ὁλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον, | ||
| 11 | καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἰδια καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, | ||
| 12 | ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἐξω καὶ μηδενὸς χρείαν ἐχητε. | ||
| 13 | Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἐχοντες ἐλπίδα. | The Lord's Coming 1Th.4.13-5.11 | |
| 14 | εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὑτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἀξει σὺν αὐτῷ. | ||
| 15 | Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· | ||
| 16 | ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, | ||
| 17 | ἐπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἀμα σὺν αὐτοῖς ἀρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὑτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. | ||
| 18 | Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. | ||
| << | ΘΕΣα:4 | >> | |||
|---|---|---|---|