| 5 | ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α | ||
| 1 | Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἐχετε ὑμῖν γράφεσθαι, | ||
| 2 | αὐτοὶ γὰρ ἀκριβῶς οἰδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὑτως ἐρχεται. | ||
| 3 | ὁταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὀλεθρος ὡσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. | ||
| 4 | ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ, | ||
| 5 | πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· | ||
| 6 | ἀρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. | ||
| 7 | οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· | ||
| 8 | ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· | - put on the breastplate of faith and love, and for a helmet the hope of salvation. 1Th.5.8 - Is.59.17, Wis.5.18 | |
| 9 | ὁτι οὐκ ἐθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, | ||
| 10 | τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἰτε γρηγορῶμεν εἰτε καθεύδωμεν ἀμα σὺν αὐτῷ ζήσωμεν. | ||
| 11 | Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἑνα, καθὼς καὶ ποιεῖτε. | ||
| 12 | Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, | Final Exhortations and Greetings 1Th.5.12-28 | |
| 13 | καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἐργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. | ||
| 14 | παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. | ||
| 15 | ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας. | ||
| 16 | Πάντοτε χαίρετε, | ||
| 17 | ἀδιαλείπτως προσεύχεσθε, | ||
| 18 | ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. | ||
| 19 | τὸ Πνεῦμα μὴ σβέννυτε, | ||
| 20 | προφητείας μὴ ἐξουθενεῖτε· | ||
| 21 | πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, | ||
| 22 | ἀπὸ παντὸς εἰδους πονηροῦ ἀπέχεσθε. | ||
| 23 | Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἀγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρη θείη. | ||
| 24 | πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. | ||
| 25 | Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. | ||
| 26 | Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἀγίῳ. | ||
| 27 | Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. | ||
| 28 | Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. | ||
| << | ΘΕΣα:5 | | |||
|---|---|---|---|