| 2 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | ||
| 1 | Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, | Instructions concerning Prayer 1Tm.2.1-15 | |
| 2 | ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὀντων, ἵνα ἠρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. | ||
| 3 | τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, | ||
| 4 | ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. | ||
| 5 | εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, | ||
| 6 | ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· | ||
| 7 | εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος - ἀλήθειαν λέγω, οὐ ψεύδομαι - διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. | ||
| 8 | Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἀνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· | ||
| 9 | ὡσαύτως γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, | ||
| 10 | ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δῖ ἐργων ἀγαθῶν. | ||
| 11 | γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· | ||
| 12 | διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. | ||
| 13 | Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· | ||
| 14 | καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. | ||
| 15 | σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἀγιασμῷ μετὰ σωφροσύνης. | ||
| << | ΤΙΜα:2 | >> | |||
|---|---|---|---|