| 4 | ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α | ||
| 1 | Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, | Prediction of Apostasy 1Tm.4.1-5 | |
| 2 | ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, | ||
| 3 | κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἂ ὁ θεὸς ἐκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. | ||
| 4 | ὁτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον, | ||
| 5 | ἀγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. | ||
| 6 | Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἐσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας· | A Good Minister of Jesus Christ 1Tm.4.6-16 | |
| 7 | τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· | ||
| 8 | ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἐχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης. | ||
| 9 | πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· | ||
| 10 | εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὁς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. | ||
| 11 | Παράγγελλε ταῦτα καὶ δίδασκε. | ||
| 12 | μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἀγνείᾳ. | ||
| 13 | ἑως ἐρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. | ||
| 14 | μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. | ||
| 15 | ταῦτα μελέτα, ἐν τούτοις ἰσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. | ||
| 16 | ἐπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου. | ||
| << | ΤΙΜα:4 | >> | |||
|---|---|---|---|