katapi New Study Bible - select-a-version
katapi HOME DB1 << >>
New Testament in Greek (UBS.Ed.26) - NEW TESTAMENT | about ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β | GNT: contents | | by passage | search---> | in flowing text | select- | 2 | -versions | notes

2ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, A Good Soldier of Jesus Christ 2Tm.2.1-13
2 καὶ ἂ ἠκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρΤύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἱτινες ἱκανοὶ ἐσονται καὶ ἑτέρους διδάξαι.  
3 συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.

 
4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ·  
5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ Στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ.  
6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.  
7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.  
8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου·

 
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται.

 
10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

 
11 πιστὸς ὁ λόγος·
εἰ γὰρ συναπεθάνομεν,
καὶ συζήσομεν·

 
12 εἰ ὑπομένομεν,
καὶ συμβασιλεύσομεν·
εἰ ἀρνησόμεθα,
κἀκεῖνος ἀρνήσεται ἡμᾶς·

 
13 εἰ ἀπιστοῦμεν,
ἐκεῖνος πιστὸς μένει,
ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.

 
14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν, ἐπ' οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.

An Approved Workman 2Tm.2.14-26
15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.

 
16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας,  
17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἑξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος,

 
18 οἱτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἠδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.  
19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἑστηκεν, ἐχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὀνομα κυρίου.

- The Lord knows those who are his 2Tm.2.19 - Nu.16.5
20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἐστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἂ μὲν εἰς τιμὴν ἂ δὲ εἰς ἀτιμίαν·

 
21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἐσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὐχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἐργον ἀγαθὸν ἡτοιμασμένον.

 
22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας.

 
23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας·  
24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἠπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον,  
25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας,  
26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

 
    << | ΤΙΜβ:2 | >>  

Notes: This webpage enables you to select-a-version from the Bible versions held on the katapi bible database.

The katapi New Study Bible reference section displays links to parallel passages, and to direct quotations by New Testament authors to Old Testament passages. Quotations of OT passages by NT authors can in most cases be viewed within their context of the OT passage as a whole, with the quoted text displayed, against a subdued background. Any mismatches, truncated verses, other mistakes ?
Please e-mail me. © This page: Paul Ingram 2012.