| 1 | ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ | ||
| 1 | Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν | Salutation Phm.1.1-3 | |
| 2 | καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ' οἶκόν σου ἐκκλησίᾳ· | ||
| 3 | χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. | ||
| 4 | Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, | Philemon's Love and Faith Phm.1.4-7 | |
| 5 | ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἐχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἀγίους, | ||
| 6 | ὁπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν· | ||
| 7 | χαρὰν γὰρ πολλὴν ἐσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἀγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. | ||
| 8 | Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἐχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, | Paul Pleads for Onesimus Phm.1.8-22 | |
| 9 | διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ - | ||
| 10 | παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς Ὀνήσιμον, | ||
| 11 | τόν ποτέ σοι ἀχρηστον νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὐχρηστον, | ||
| 12 | ὃν ἀνέπεμψά σοι, αὐτόν, τοῦτ' ἐστιν τὰ ἐμὰ σπλάγχνα· | ||
| 13 | ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, | ||
| 14 | χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. | ||
| 15 | τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὡραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, | ||
| 16 | οὐκέτι ὡς δοῦλον ἀλλ' ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. | ||
| 17 | Εἰ οὖν με ἐχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. | ||
| 18 | εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα· | ||
| 19 | ἐγὼ Παῦλος ἐγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. | ||
| 20 | ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. | ||
| 21 | Πεποιθὼς τῇ ὑπακοῇ σου ἐγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἂ λέγω ποιήσεις. | ||
| 22 | ἀμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. | ||
| 23 | Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, | Final Greetings Phm.1.23-3.25 | |
| 24 | Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. | ||
| 25 | Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. | ||
| | ΦΙΛΕΜ:1 | | |||
|---|---|---|---|