| 3 | ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ | ||
| 1 | Ὅθεν, ἀδελφοὶ ἀγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, | Jesus Superior to Moses Hb.3.1-6 | |
| 2 | πιστὸν ὀντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Mωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. | - just as Moses also was faithful in God's house. Hb.3.2 - Lv.12.7 | |
| 3 | πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ' ὁσον πλείονα τιμὴν ἐχει τοῦ οἰκου ὁ κατασκευάσας αὐτόν. | ||
| 4 | πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας θεός. | ||
| 5 | καὶ Mωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, | ||
| 6 | Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐάν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος κατάσχωμεν. | ||
| 7 | Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἀγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, | A Rest for the People of God Hb.3.7-4.13 | |
| 8 | μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, | - do not harden your hearts as in the rebellion Hb.3.8 - Ex.17.7, Lv.20.2 | |
| 9 | οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου (10)τεσσεράκοντα ἔτη· | ||
| 10 | διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· | ||
| 11 | ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. | - They shall never enter my rest. Hb.3.11 - Lv.14.21-23 | |
| 12 | Βλέπετε, ἀδελφοί, μήποτε ἐσται ἐν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, | ||
| 13 | ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἀχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἀμαρτίας· | ||
| 14 | μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, | ||
| 15 | ἐν τῷ λέγεσθαι, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. | - Today, when you hear his voice Hb.3.15 - Ps.95.7-8 | |
| 16 | τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; | ||
| 17 | τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἀμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; | - And with whom was he provoked forty years? Hb.3.17 - Lv.14.29 | |
| 18 | τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; | - And to whom did he swear Hb.3.18 - Lv.14.22-23 | |
| 19 | καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δῖ ἀπιστίαν. | ||
| << | ΕΒ:3 | | |||
|---|---|---|---|