| 2 | ΙΑΚΩΒΟΥ | ||
| 1 | Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἐχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. | Warning against Partiality Jas.2.1-13 | |
| 2 | ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, | ||
| 3 | ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἰπητε, σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἰπητε, σὺ στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου, | ||
| 4 | οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; | ||
| 5 | Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; | ||
| 6 | ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἑλκουσιν ὑμᾶς εἰς κριτήριὰ; | ||
| 7 | οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὀνομα τὸ ἐπικληθὲν ἐφ' ὑμᾶς; | ||
| 8 | εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· | - You shall love your neighbour as yourself Jas.2.8 - Lv.19.18 | |
| 9 | εἰ δὲ προσωπολημπτεῖτε, ἀμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. | ||
| 10 | ὁστις γὰρ ὁλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἐνοχος. | ||
| 11 | ὁ γὰρ εἰπών, Mὴ μοιχεύσῃς, εἶπεν καί, Mὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δέ, γέγονας παραβάτης νόμου. | - The commandments Jas.2.11 - Ex.20.14, Dt.5.17 | |
| 12 | οὑτως λαλεῖτε καὶ οὑτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. | ||
| 13 | ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἐλεος· κατακαυχᾶται ἐλεος κρίσεως. | ||
| 14 | Τί τὸ ὀφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἐχειν, ἐργα δὲ μὴ ἐχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; | Faith and Works Jas.2.14-26 | |
| 15 | ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς, | ||
| 16 | εἰπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὀφελος; | ||
| 17 | οὑτως καὶ ἡ πίστις, ἐὰν μὴ ἐχῃ ἐργα, νεκρά ἐστιν καθ' ἑαυτήν. | ||
| 18 | Ἀλλ' ἐρεῖ τις, Σὺ πίστιν ἐχεις κἀγὼ ἐργα ἐχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἐργων, κἀγώ σοι δείξω ἐκ τῶν ἐργων μου τὴν πίστιν. | ||
| 19 | σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. | ||
| 20 | θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἐργων ἀργή ἐστιν; | ||
| 21 | Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἐργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; | ||
| 22 | βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἐργοις αὐτοῦ καὶ ἐκ τῶν ἐργων ἡ πίστις ἐτελειώθη, | ||
| 23 | καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. | - Abraham believed God Jas.2.23 - Gn.15.6 | |
| 24 | ὁρᾶτε ὅτι ἐξ ἐργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. | ||
| 25 | ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἐργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσὰ; | ||
| 26 | ὡσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὑτως καὶ ἡ πίστις χωρὶς ἐργων νεκρά ἐστιν. | ||
| << | ΙΑΚ:2 | >> | |||
|---|---|---|---|