1 | ΠΕΤΡΟΥ Α | ||
1 | Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, | Salutation 1Pe.1.1-2 | |
2 | κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἀγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἱματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. | ||
3 | Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἐλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δῖ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, | A Living Hope 1Pe.1.3-12 | |
4 | εἰς κληρονομίαν ἀφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς | ||
5 | τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. | ||
6 | ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἀρτι εἰ δέον | λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,||
7 | ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἐπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. | ||
8 | ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἀρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, | ||
9 | κομιζόμενοι τὸ τέλος τῆς πίστεως | σωτηρίαν ψυχῶν.||
10 | Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, | ||
11 | ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· | ||
12 | οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἂ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς | πνεύματι ἀγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἂ ἐπιθυμο ῦσιν ἀγγελοι παρακύψαι.||
13 | Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. | A Call to Holy Living 1Pe.1.13-25 | |
14 | ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, | ||
15 | ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἀγιον καὶ αὐτοὶ ἀγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, | ||
16 | διότι γέγραπται Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος. | - You shall be holy, for I am holy. 1Pe.1.16 - Lv.11.44 | |
17 | Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἐργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, | ||
18 | εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, | ||
19 | ἀλλὰ τιμίῳ αἱματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, | ||
20 | προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτου τῶν χρόνων δῖ ὑμᾶς | ||
21 | τοὺς δῖ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὡστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν. | ||
22 | Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ | καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,||
23 | ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος· | ||
24 | διότι καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν· | - All flesh is like grass 1Pe.1.24-25 - Is.40.6-8 | |
25 | τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. | ||
| ΠΕΤα:1 | >> |
---|