14 | ΚΑΤΑ ΜΑΡΚΟΝ | ||
1 | Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἀζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· | The Plot to Kill Jesus Mk.14.1-2 (Jerusalem) -[ Mk.14.1-2 → ] - Mt.26.1-5, Lk.22.1-2, Jn.11.45-53 | |
2 | ἐλεγον γάρ, Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἐσται θόρυβος τοῦ λαοῦ. | ||
3 | Καὶ ὀντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἐχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον κα τέχεεν αὐτοῦ τῆς κεφαλῆς. | The Anointing at Bethany Mk.14.3-9[ Mk.14.3-9 → ] - Mt.26.6-13, Lk.12.1-8 | |
4 | ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, Εἰς τί ἡ ἀπώλεια αὑτη τοῦ μύρου γέγονεν; | ||
5 | ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. | ||
6 | ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετὲ καλὸν ἐργον ἠργάσατο ἐν ἐμοί. | ||
7 | πάντοτε γὰρ τοὺς πτωχοὺς ἐχετε μεθ' ἑαυτῶν, καὶ ὁταν θέλητε δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἐχετε. | ||
8 | ὃ ἐσχεν ἐποίησεν· προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. | ||
9 | ἀμὴν δὲ λέγω ὑμῖν, ὁπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὁλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὑτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς. | ||
10 | Καὶ Ἰούδας Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς. | Judas' Agreement to Betray Jesus Mk.14.10-11 (Jerusalem) -[ Mk.14.10-11 → ] - Mt.26.14-16, Lk.22.3-6 | |
11 | οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ. | ||
12 | Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἐθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχὰ; | The Passover with the Disciples Mk.14.12-21 (Jerusalem) -[ Mk.14.12-21 → ] - Mt.26.17-25, Lk.22.7-14, Lk.22.21-23, Jn.13.21-30 | |
13 | καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὑδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, | ||
14 | καὶ ὁπου ἐὰν εἰσέλθῃ εἰπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμά μου ὁπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγὼ; | ||
15 | καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἑτοιμον· καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. | ||
16 | καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. | ||
17 | Καὶ ὀψίας γενομένης ἐρχεται μετὰ τῶν δώδεκα. | ||
18 | καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ' ἐμοῦ. | ||
19 | ἠρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς, Μήτι ἐγώ; | ||
20 | ὁ δὲ εἶπεν αὐτοῖς, Εἷς | τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ' ἐμοῦ εἰς τὸ τρύβλιον.||
21 | ὁτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. | ||
22 | Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἀρτον εὐλογήσας ἐκλασεν καὶ ἐδωκεν αὐτοῖς καὶ εἶπεν, Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου. | The Institution of the Lord's Supper Mk.14.22-25 (Jerusalem) -[ Mk.14.22-25 → ] - Mt.26.26-30, Lk.22.14-23, 1Cor.11.23-26 | |
23 | καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἐδωκεν αὐτοῖς, καὶ ἐπιον ἐξ αὐτοῦ πάντες. | ||
24 | καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν· | ||
25 | ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἑως τῆς ἡμέρας ἐκείνης ὁταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. | ||
26 | Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. | ||
27 | Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται, καὶ τὰ πρόβατα διασκορπισθήσοντα· | Peter's denial Foretold Mk.14.27-31 (Jerusalem) -[ Mk.14.27-31 → ] - Mt.26.31-35, Lk.22.31-34, Jn.13.36-38, Zch.13.7 | |
28 | ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. | ||
29 | ὁ δὲ Πέτρος ἐφη αὐτῷ, Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ' οὐκ ἐγώ. | ||
30 | καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ. | ||
31 | ὁ δὲ ἐκπερισσῶς ἐλάλει, Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἐλεγον. | ||
32 | Καὶ ἐρχονται εἰς χωρίον οὗ τὸ ὀνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε ἑως προσεύξωμαι. | The Prayer in Gethsemane Mk.14.32-42 (Gethsemane) -[ Mk.14.32-42 → ] - Mt.26.36-46, Lk.22.39-46 | |
33 | καὶ παραλαμβάνει τὸν Πέτρον καὶ | Ἰάκωβον καὶ Ἰωάννην μετ' αὐτοῦ, καὶ ἠρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,||
34 | καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἑως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. | ||
35 | καὶ προελθὼν μικρὸν ἐπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ' αὐτοῦ ἡ ὡρα, | ||
36 | καὶ ἐλεγεν, Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· ἀλλ' οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. | ||
37 | καὶ ἐρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; οὐκ ἰσχυσας μίαν ὡραν γρηγορῆσαὶ; | ||
38 | γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἐλθητε εἰς πειρασμόν· τὸ μὲν Πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. | ||
39 | καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. | ||
40 | καὶ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾐδεισαν τί ἀποκριθῶσιν αὐτῷ. | ||
41 | καὶ ἐρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθὲ ἀπέχει· ἦλθεν ἡ ὡρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἀμαρτωλῶν. | ||
42 | ἐγείρεσθε ἀγωμεν· ἰδοὺ ὁ παραδιδούς με Ἤγγικεν. | ||
43 | Καὶ εὐθὺς ἐτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας εἷς τῶν δώδεκα καὶ μετ' αὐτοῦ ὀχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. | The Betrayal and Arrest of Jesus Mk.14.43-50 (Gethsemane) -[ Mk.14.43-50 → ] - Mt.26.47-56, Lk.22.47-53, Jn.18.3-12 | |
44 | δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς. | ||
45 | καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει, Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. | ||
46 | οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν. | ||
47 | εἷς δέ | τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἐπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.||
48 | καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν μὲ; | ||
49 | καθ' ἡμέραν ἠμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ' ἵνα πληρωθῶσιν αἱ γραφαί. | ||
50 | καὶ ἀφέντες αὐτὸν ἐφυγον πάντες. | ||
51 | Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν· | The Young Man Who Fled Mk.14.51-52 (Gethsemane) - | |
52 | ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἐφυγεν. | ||
53 | Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. | Jesus before the Council Mk.14.53-65 (Jerusalem) -[ Mk.14.53-65 → ] - Mt.26.57-68, Lk.22.54-55, Jn.18.13-14, Jn.18.19-24 | |
54 | καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἑως ἐσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. | ||
55 | οἱ δὲ ἀρχιερεῖς καὶ ὁλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὑρισκον· | ||
56 | πολλοὶ γὰρ ἐψευδομαρΤύρουν κατ' αὐτοῦ, καὶ ἰσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. | ||
57 | καί τινες ἀναστάντες ἐψευδομαρΤύρουν κατ' αὐτοῦ λέγοντες | ||
58 | ὁτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἀλλον ἀχειροποίητον οἰκοδομήσω· | ||
59 | καὶ οὐδὲ οὑτως ἰση ἦν ἡ μαρτυρία αὐτῶν. | ||
60 | καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; | ||
61 | ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; | ||
62 | ὁ δὲ Ἰησοῦς εἶπεν, ἐγώ εἰμι, | - You will see the Son of man seated Mk.14.62 - Ps.110.1, Dn.7.13 | |
63 | ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἐτι χρείαν ἐχομεν μαρτύρων; | ||
64 | ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεταὶ οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἐνοχον εἶναι θανάτου. | ||
65 | Καὶ ἠρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ, Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἐλαβον. | ||
66 | Καὶ ὀντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἐρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, | Peter's Denial of Jesus Mk.14.66-72[ Mk.14.66-72 → ] - Mt.26.69-75, Lk.22.56-62, Jn.18.15-18, Jn.18.25-27 | |
67 | καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ μετὰ τοῦ Nαζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ. | ||
68 | ὁ δὲ ἠρνήσατο λέγων, Οὐτε οἶδα οὐτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἐξω εἰς τὸ προαύλιον | .||
69 | καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἠρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. | ||
70 | ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἐλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ. | ||
71 | ὁ δὲ ἠρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. | ||
72 | καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ· καὶ ἐπιβαλὼν ἔκλαιεν. | ||
<< | ΜΚ:14 | >> |
---|