|
22 | ΚΑΤΑ ΛΟΥΚΑΝ |
|
1 |
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. | The Plot to Kill Jesus Lk.22.1-2 (Jerusalem) -[ Lk.22.1-2 → ] - Mt.26.1-5, Mk.14.1-2, Jn.11.45-53 |
2 |
καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν. | |
3 |
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὀντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· | |
4 |
καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν. | |
5 |
καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. | |
6 |
καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἀτερ ὀχλου αὐτοῖς. | |
7 |
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ᾗ ἐδει θύεσθαι τὸ πάσχα. | The Preparation of the Passover Lk.22.7-13 (Jerusalem) -[ Lk.22.7-13 → ] - Mt.26.17-25, Mk.14.12-21, Lk.22.21-23, Jn.13.21-30 |
8 |
καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. | |
9 |
οἱ δὲ εἶπαν αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσωμεν; | |
10 |
ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὑδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται. | |
11 |
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα ὁπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγὼ; | |
12 |
κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. | |
13 |
ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. | |
14 |
Καὶ ὅτε ἐγένετο ἡ ὡρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. | The Institution of the Lord's Supper Lk.22.14-23 (Jerusalem) -[ Lk.22.14-23 → ] - Mt.26.26-30, Mk.14.22-25, 1Cor.11.23-26 |
15 |
καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν· | |
16 |
λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ ἑως ὁτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. | |
17 |
καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· | |
18 |
λέγω γὰρ ὑμῖν οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἑως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἐλθῃ. | |
19 |
καὶ λαβὼν ἀρτον εὐχαριστήσας ἐκλασεν καὶ ἐδωκεν αὐτοῖς λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου | |
20 |
καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἱματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. | |
21 |
πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης· | |
22 |
ὁτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δῖ οὗ παραδίδοται. | |
23 |
καὶ αὐτοὶ ἠρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἀρα εἰη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. | |
24 |
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. | The Dispute about Greatness Lk.22.24-30 (Jerusalem) - |
25 |
ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. | |
26 |
ὑμεῖς δὲ οὐχ οὑτως, ἀλλ' ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. | |
27 |
τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. | |
28 |
ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· | |
29 |
κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν | |
30 |
ἵνα ἐσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ. | |
31 |
Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· | Peter's Denial Foretold Lk.22.31-34[ Lk.22.31-34 → ] - Mt.26.31-35, Mk.14.27-31, Jn.13.36-38 |
32 |
ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου. | |
33 |
ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἑτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. | |
34 |
ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἑως τρίς με ἀπαρνήσῃ εἰδέναι. | |
35 |
Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἀτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατὲ οἱ δὲ εἶπαν, Οὐθενός. | Purse, Bag, and Sword Lk.22.35-38 (Jerusalem) - |
36 |
εἶπεν δὲ αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἐχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἐχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν. | |
37 |
λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἐχει. | |
38 |
οἱ δὲ εἶπαν, Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν. | |
39 |
καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἐθος εἰς τὸ ὀρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί. | The Prayer on the Mount of Olives Lk.22.39-46 (Gethsemane) -[ Lk.22.39-46 → ] - Mt.26.36-46, Mk.14.32-42 |
40 |
γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. | |
41 |
καὶ αὐτὸς ἀπεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο | |
42 |
λέγων, Πάτερ, εἰ βούλει παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω. | |
43 |
| |
44 |
καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἱματος καταβαίνοντες ἐπὶ τὴν γῆν. | |
45 |
καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, | |
46 |
καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετὲ ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. | |
47 |
Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὀχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἠγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. | The Betrayal and Arrest of Jesus Lk.22.47-53 (Gethsemane) -[ Lk.22.47-53 → ] - Mt.26.47-56, Mk.14.43-50, Jn.18.3-12 |
48 |
Ἰησοῦς δὲ εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; | |
49 |
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; | |
50 |
καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. | |
51 |
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἑως τούτου· καὶ ἀψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν. | |
52 |
εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ' αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; | |
53 |
καθ' ἡμέραν ὀντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ· ἀλλ' αὑτη ἐστὶν ὑμῶν ἡ ὡρα καὶ ἡ ἐξουσία τοῦ σκότους. | |
54 |
Συλλαβόντες δὲ αὐτὸν ἠγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. | Peter's Denial of Jesus Lk.22.54-62 (Jerusalem) -[ Lk.22.54-62 → ] - Mt.26.57-75, Mk.14.53-72, Jn.18.12-18, Jn.18.25-27 |
55 |
περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν. | |
56 |
ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν· | |
57 |
ὁ δὲ ἠρνήσατο λέγων, Οὐκ οἶδα αὐτόν, γύναι. | |
58 |
καὶ μετὰ βραχὺ ἑτερος ἰδὼν αὐτὸν ἐφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ἐφη, Ἄνθρωπε, οὐκ εἰμί. | |
59 |
καὶ διαστάσης ὡσεὶ ὡρας μιᾶς ἀλλος τις διϊσχυρίζετο λέγων, Ἐπ' ἀληθείας καὶ οὗτος μετ' αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· | |
60 |
εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἐτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. | |
61 |
καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς· | |
62 |
καὶ ἐξελθὼν ἐξω ἐκλαυσεν πικρῶς. | |
63 |
Καὶ οἱ ἀνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες, | Jesus Mocked and Beaten Lk.22.63-65 (Jerusalem) -[ Lk.22.63-65 → ] - Mt.26.67-68, Mk.14.65 |
64 |
καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες, Προφήτευσον, τίς ἐστιν ὁ παίσας σὲ; | |
65 |
καὶ ἑτερα πολλὰ βλασφημοῦντες ἐλεγον εἰς αὐτόν. | |
66 |
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, | Jesus before the Council Lk.22.66-71[ Lk.22.66-71 → ] - Mt.26.59-66, Mk.14.55-64, Jn.18.19-24 |
67 |
λέγοντες, Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἰπω οὐ μὴ πιστεύσητε· | |
68 |
ἐὰν δὲ ἐρωτήσω οὐ μὴ ἀποκριθῆτε. | |
69 |
ἀπὸ τοῦ νῦν δὲ ἐσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. | - the Son of man shall be seated at the right hand of the power of God Lk.22.69 - Dn.7.13, Ps.110.1 |
70 |
εἶπαν δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἐφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. | |
71 |
οἱ δὲ εἶπαν, Τί ἐτι ἐχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. | |
|
|
<< | ΛΚ:22 | >> |
|