| 
 | 
		|  | katapi NEW STUDY BIBLE | John:14 | Novum Testamentum Graece (UBS.Ed.26) |  | 
		| 
 | 
		| 1 | "Let not your hearts be troubled; believe in God, believe also in me. | Jesus the Way to the Father Jn.14.1-14 (Jerusalem) - | Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. | 
		| 2 | In my Father's house are many rooms; if it were not so, would I have told you that I go to prepare a place for you? |  | ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν; | 
		| 3 | And when I go and prepare a place for you, I will come again and will take you to myself, that where I am you may be also. |  | καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἐρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὁπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε. | 
		| 4 | And you know the way where I am going." |  | καὶ ὁπου  ὑπάγω οἰδατε τὴν ὁδόν. | 
		| 5 | Thomas said to him, "Lord, we do not know where you are going; how can we know the way?" |  | Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἰδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναὶ; | 
		| 6 | Jesus said to him, "I am the way, and the truth, and the life; no one comes to the Father, but by me. |  | λέγει αὐτῷ  Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἐρχεται πρὸς τὸν πατέρα εἰ μὴ δῖ ἐμοῦ. | 
		| 7 | If you had known me, you would have known my Father also; henceforth you know him and have seen him." |  | εἰ ἐγνώκατέ με, καὶ τὸν πατέρα μου γνώσεσθε· καὶ ἀπ' ἀρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. | 
		| 8 | Philip said to him, "Lord, show us the Father, and we shall be satisfied." |  | λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. | 
		| 9 | Jesus said to him, "Have I been with you so long, and yet you do not know me, Philip? He who has seen me has seen the Father; how can you say, 'Show us the Father'? |  | λέγει αὐτῷ ὁ Ἰησοῦς, Τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἐγνωκάς με, Φίλιππὲ ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα· πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρὰ; | 
		| 10 | Do you not believe that I am in the Father and the Father in me? The words that I say to you I do not speak on my own authority; but the Father who dwells in me does his works. |  | οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; τὰ ῥήματα ἂ ἐγὼ λέγω ὑμῖν ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἐργα αὐτοῦ. | 
		| 11 | Believe me that I am in the Father and the Father in me; or else believe me for the sake of the works themselves. |  | πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἐργα αὐτὰ πιστεύετε. | 
		| 12 | "Truly, truly, I say to you, he who believes in me will also do the works that I do; and greater works than these will he do, because I go to the Father. |  | ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ τὰ ἐργα ἂ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι· | 
		| 13 | Whatever you ask in my name, I will do it, that the Father may be glorified in the Son; |  | καὶ ὁ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ· | 
		| 14 | if you ask anything in my name, I will do it. |  | ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω. | 
		| 15 | "If you love me, you will keep my commandments. | The Promise of the Spirit Jn.14.15-31 (Jerusalem) - | Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· | 
		| 16 | And I will pray the Father, and he will give you another Counselor, to be with you for ever, |  | κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἀλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ' ὑμῶν εἰς τὸν αἰῶνα ᾖ, | 
		| 17 | even the Spirit of truth, whom the world cannot receive, because it neither sees him nor knows him; you know him, for he dwells with you, and will be in you. |  | τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει· ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἐσται. | 
		| 18 | "I will not leave you desolate; I will come to you. |  | Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἐρχομαι πρὸς ὑμᾶς. | 
		| 19 | Yet a little while, and the world will see me no more, but you will see me; because I live, you will live also. |  | ἐτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε. | 
		| 20 | In that day you will know that I am in my Father, and you in me, and I in you. |  | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν. | 
		| 21 | He who has my commandments and keeps them, he it is who loves me; and he who loves me will be loved by my Father, and I will love him and manifest myself to him." |  | ὁ ἐχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. | 
		| 22 | Judas (not Iscariot) said to him, "Lord, how is it that you will manifest yourself to us, and not to the world?" |  | Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε,  τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; | 
		| 23 | Jesus answered him, "If a man loves me, he will keep my word, and my Father will love him, and we will come to him and make our home with him. |  | ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. | 
		| 24 | He who does not love me does not keep my words; and the word which you hear is not mine but the Father's who sent me. |  | ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἐστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός. | 
		| 25 | "These things I have spoken to you, while I am still with you. |  | Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· | 
		| 26 | But the Counselor, the Holy Spirit, whom the Father will send in my name, he will teach you all things, and bring to your remembrance all that I have said to you. |  | ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ ἀγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἂ εἶπον ὑμῖν . | 
		| 27 | Peace I leave with you; my peace I give to you; not as the world gives do I give to you. Let not your hearts be troubled, neither let them be afraid. |  | Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω. | 
		| 28 | You heard me say to you, 'I go away, and I will come to you.' If you loved me, you would have rejoiced, because I go to the Father; for the Father is greater than I. |  | ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἐρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με ἐχάρητε ἀν, ὅτι πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατὴρ μείζων μού ἐστιν. | 
		| 29 | And now I have told you before it takes place, so that when it does take place, you may believe. |  | καὶ νῦν εἰρηκα ὑμῖν πρὶν γενέσθαι, ἵνα ὁταν γένηται πιστεύσητε. | 
		| 30 | I will no longer talk much with you, for the ruler of this world is coming. He has no power over me; |  | οὐκέτι πολλὰ λαλήσω μεθ' ὑμῶν, ἐρχεται γὰρ ὁ τοῦ κόσμου ἀρχων· καὶ ἐν ἐμοὶ οὐκ ἐχει οὐδέν, | 
		| 31 | but I do as the Father has commanded me, so that the world may know that I love the Father. Rise, let us go hence. |  | ἀλλ' ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς ἐνετείλατο μοι ὁ πατήρ, οὑτως ποιῶ. Ἐγείρεσθε, ἀγωμεν ἐντεῦθεν. | 
	|  |  | << | John: 14 | >> |  |