| 
 | 
		|  | katapi NEW STUDY BIBLE | John:15 | Novum Testamentum Graece (UBS.Ed.26) |  | 
		| 
 | 
		| 1 | "I am the true vine, and my Father is the vinedresser. | Jesus the True Vine Jn.15.1-17 (Jerusalem) - | Ἐγώ εἰμι ἡ ἀμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. | 
		| 2 | Every branch of mine that bears no fruit, he takes away, and every branch that does bear fruit he prunes, that it may bear more fruit. |  | πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἰρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ. | 
		| 3 | You are already made clean by the word which I have spoken to you. |  | ἠδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· | 
		| 4 | Abide in me, and I in you. As the branch cannot bear fruit by itself, unless it abides in the vine, neither can you, unless you abide in me. |  | μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὑτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε. | 
		| 5 | I am the vine, you are the branches. He who abides in me, and I in him, he it is that bears much fruit, for apart from me you can do nothing. |  | ἐγώ εἰμι ἡ ἀμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. | 
		| 6 | If a man does not abide in me, he is cast forth as a branch and withers; and the branches are gathered, thrown into the fire and burned. |  | ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἐξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται. | 
		| 7 | If you abide in me, and my words abide in you, ask whatever you will, and it shall be done for you. |  | ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν. | 
		| 8 | By this my Father is glorified, that you bear much fruit, and so prove to be my disciples. |  | ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί. | 
		| 9 | As the Father has loved me, so have I loved you; abide in my love. |  | καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. | 
		| 10 | If you keep my commandments, you will abide in my love, just as I have kept my Father's commandments and abide in his love. |  | ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. | 
		| 11 | These things I have spoken to you, that my joy may be in you, and that your joy may be full. |  | Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. | 
		| 12 | "This is my commandment, that you love one another as I have loved you. |  | αὑτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· | 
		| 13 | Greater love has no man than this, that a man lay down his life for his friends. |  | μείζονα ταύτης ἀγάπην οὐδεὶς ἐχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. | 
		| 14 | You are my friends if you do what I command you. |  | ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἂ ἐγὼ ἐντέλλομαι ὑμῖν. | 
		| 15 | No longer do I call you servants, for the servant does not know what his master is doing; but I have called you friends, for all that I have heard from my Father I have made known to you. |  | οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἰρηκα φίλους, ὅτι πάντα ἂ ἠκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. | 
		| 16 | You did not choose me, but I chose you and appointed you that you should go and bear fruit and that your fruit should abide; so that whatever you ask the Father in my name, he may give it to you. |  | οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἐθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὁ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. | 
		| 17 | This I command you, to love one another. |  | ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. | 
		| 18 | "If the world hates you, know that it has hated me before it hated you. | The World's Hatred Jn.15.18-16.4 (Jerusalem) - | Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. | 
		| 19 | If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, therefore the world hates you. |  | εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἰδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. | 
		| 20 | Remember the word that I said to you, 'A servant is not greater than his master.' If they persecuted me, they will persecute you; if they kept my word, they will keep yours also. |  | μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν, Οὐκ ἐστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τη ρήσουσιν. | 
		| 21 | But all this they will do to you on my account, because they do not know him who sent me. |  | ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὀνομά μου, ὅτι οὐκ οἰδασιν τὸν πέμψαντά με. | 
		| 22 | If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin. |  | εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἀμαρτίαν οὐκ εἰχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἐχουσιν περὶ τῆς ἀμαρτίας αὐτῶν. | 
		| 23 | He who hates me hates my Father also. |  | ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. | 
		| 24 | If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen and hated both me and my Father. |  | εἰ τὰ ἐργα μὴ ἐποίησα ἐν αὐτοῖς ἂ οὐδεὶς ἀλλος ἐποίησεν, ἀμαρτίαν οὐκ εἰχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. | 
		| 25 | It is to fulfil the word that is written in their law, 'They hated me without a cause.' | - They hated me without a cause Jn.15.25 | Ps.35.19 | Ps.69.4 | ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν. | 
		| 26 | But when the Counselor comes, whom I shall send to you from the Father, even the Spirit of truth, who proceeds from the Father, he will bear witness to me; |  | Ὁταν ἐλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· | 
		| 27 | and you also are witnesses, because you have been with me from the beginning. |  | καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. | 
	|  |  | << | John: 15   | >> |  |