katapi NEW STUDY BIBLE | Romans:16 | Novum Testamentum Graece (UBS.Ed.26) | ||
1 | I commend to you our sister Phoebe, a deaconess of the church at Cenchreae, | Personal Greetings Ro.16.1-24 | Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, | |
2 | that you may receive her in the Lord as befits the saints, and help her in whatever she may require from you, for she has been a helper of many and of myself as well. | ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἀγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ. | ||
3 | Greet Prisca and Aquila, my fellow workers in Christ Jesus, | Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, | ||
4 | who risked their necks for my life, to whom not only I but also all the churches of the Gentiles give thanks; | οἱτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, | ||
5 | greet also the church in their house. Greet my beloved Epaenetus, who was the first convert in Asia for Christ. | καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὁς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν. | ||
6 | Greet Mary, who has worked hard among you. | ἀσπάσασθε Μαρίαν, ἡτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. | ||
7 | Greet Andronicus and Junias, my kinsmen and my fellow prisoners; they are men of note among the apostles, and they were in Christ before me. | ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἱτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ. | ||
8 | Greet Ampliatus, my beloved in the Lord. | ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. | ||
9 | Greet Urbanus, our fellow worker in Christ, and my beloved Stachys. | ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. | ||
10 | Greet Apelles, who is approved in Christ. Greet those who belong to the family of Aristobulus. | ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. | ||
11 | Greet my kinsman Herodion. Greet those in the Lord who belong to the family of Narcissus. | ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὀντας ἐν κυρίῳ. | ||
12 | Greet those workers in the Lord, Tryphaena and Tryphosa. Greet the beloved Persis, who has worked hard in the Lord. | ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἡτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. | ||
13 | Greet Rufus, eminent in the Lord, also his mother and mine. | ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. | ||
14 | Greet Asyncritus, Phlegon, Hermes, Patrobas, Hermas, and the brethren who are with them. | ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. | ||
15 | Greet Philologus, Julia, Nereus and his sister, and Olympas, and all the saints who are with them. | ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἀγίους. | ||
16 | Greet one another with a holy kiss. All the churches of Christ greet you. | Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ. | ||
17 | I appeal to you, brethren, to take note of those who create dissensions and difficulties, in opposition to the doctrine which you have been taught; avoid them. | Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ' αὐτῶν· | ||
18 | For such persons do not serve our Lord Christ, but their own appetites, and by fair and flattering words they deceive the hearts of the simple-minded. | οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. | ||
19 | For while your obedience is known to all, so that I rejoice over you, I would have you wise as to what is good and guileless as to what is evil; | ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφ' ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. | ||
20 | then the God of peace will soon crush Satan under your feet. The grace of our Lord Jesus Christ be with you. | ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ μεθ' ὑμῶν. | ||
21 | Timothy, my fellow worker, greets you; so do Lucius and Jason and Sosipater, my kinsmen. | Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. | ||
22 | I Tertius, the writer of this letter, greet you in the Lord. | ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. | ||
23 | Gaius, who is host to me and to the whole church, greets you. Erastus, the city treasurer, and our brother Quartus, greet you. | ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὁλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός. | ||
24 | ||||
25 | Now to him who is able to strengthen you according to my gospel and the preaching of Jesus Christ, according to the revelation of the mystery which was kept secret for long ages | Doxology Ro.16.25-27 | Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου | |
26 | but is now disclosed and through the prophetic writings is made known to all nations, according to the command of the eternal God, to bring about the obedience of faith; | φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἐθνη γνωρισθέντος, | ||
27 | to the only wise God be glory for evermore through Jesus Christ! Amen. | μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ἀμήν. ἡ δόξα εἰς τοὺς αἰῶνας· | ||
<< | Romans: 16 | |
---|