|
| | katapi NEW STUDY BIBLE | 1 Thessalonians:5 | Novum Testamentum Graece (UBS.Ed.26) |
|
|
| 1 |
But as to the times and the seasons, brethren, you have no need to have anything written to you. | | Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἐχετε ὑμῖν γράφεσθαι, |
| 2 |
For you yourselves know well that the day of the Lord will come like a thief in the night. | | αὐτοὶ γὰρ ἀκριβῶς οἰδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὑτως ἐρχεται. |
| 3 |
When people say, "There is peace and security," then sudden destruction will come upon them as travail comes upon a woman with child, and there will be no escape. | | ὁταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὀλεθρος ὡσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. |
| 4 |
But you are not in darkness, brethren, for that day to surprise you like a thief. | | ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ, |
| 5 |
For you are all sons of light and sons of the day; we are not of the night or of darkness. | | πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· |
| 6 |
So then let us not sleep, as others do, but let us keep awake and be sober. | | ἀρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. |
| 7 |
For those who sleep sleep at night, and those who get drunk are drunk at night. | | οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· |
| 8 |
But, since we belong to the day, let us be sober, and put on the breastplate of faith and love, and for a helmet the hope of salvation. | - put on the breastplate of faith and love, and for a helmet the hope of salvation. 1Th.5.8 | Is.59.17 | Wis.5.18 | ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· |
| 9 |
For God has not destined us for wrath, but to obtain salvation through our Lord Jesus Christ, | | ὁτι οὐκ ἐθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, |
| 10 |
who died for us so that whether we wake or sleep we might live with him. | | τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν ἵνα εἰτε γρηγορῶμεν εἰτε καθεύδωμεν ἀμα σὺν αὐτῷ ζήσωμεν. |
| 11 |
Therefore encourage one another and build one another up, just as you are doing. | | Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἑνα, καθὼς καὶ ποιεῖτε. |
| 12 |
But we beseech you, brethren, to respect those who labour among you and are over you in the Lord and admonish you, | Final Exhortations and Greetings 1Th.5.12-28 | Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, |
| 13 |
and to esteem them very highly in love because of their work. Be at peace among yourselves. | | καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἐργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς. |
| 14 |
And we exhort you, brethren, admonish the idlers, encourage the fainthearted, help the weak, be patient with them all. | | παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. |
| 15 |
See that none of you repays evil for evil, but always seek to do good to one another and to all. | | ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας. |
| 16 |
Rejoice always, | | Πάντοτε χαίρετε, |
| 17 |
pray constantly, | | ἀδιαλείπτως προσεύχεσθε, |
| 18 |
give thanks in all circumstances; for this is the will of God in Christ Jesus for you. | | ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς. |
| 19 |
Do not quench the Spirit, | | τὸ Πνεῦμα μὴ σβέννυτε, |
| 20 |
do not despise prophesying, | | προφητείας μὴ ἐξουθενεῖτε· |
| 21 |
but test everything; hold fast what is good, | | πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε, |
| 22 |
abstain from every form of evil. | | ἀπὸ παντὸς εἰδους πονηροῦ ἀπέχεσθε. |
| 23 |
May the God of peace himself sanctify you wholly; and may your spirit and soul and body be kept sound and blameless at the coming of our Lord Jesus Christ. | | Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἀγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ Πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρη θείη. |
| 24 |
He who calls you is faithful, and he will do it. | | πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. |
| 25 |
Brethren, pray for us. | | Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. |
| 26 |
Greet all the brethren with a holy kiss.
| | Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἀγίῳ. |
| 27 |
I adjure you by the Lord that this letter be read to all the brethren. | | Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς. |
| 28 |
The grace of our Lord Jesus Christ be with you. | | Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. |
| |
|
<< | 1 Thessalonians: 5 | |
|